Venetus A (Marciana 454 = 822), folio 153, recto

previousnext
msA 152vmsA 153v

Iliad text (25 lines)


Iliad 11.778: ἐς δ’ άγε χειρὸς ἑλὼν. κατὰ δ’ εδριάασθαι ἄνωγεν.


Iliad 11.779: ξείνιά τ’ εὖ παρέθηκεν: ἅ τε ξείνοις θέμις ἐστίν:


Iliad 11.780: αὐτὰρ ἐπεὶ τάρπημεν ἐδητύος ἠδὲ ποτῆτος:


Iliad 11.781: ἦρχον ἐγὼ μύθοιο κελεύων ὔμμ’ ἅμ’ ἕπεσθαι:


Iliad 11.782: σφὼ δὲ μάλ’ ἠθέλετον: τὼ δ’ ἄμφω πὸλλ’ ἐπέτελλον:

Commented on by msAim 11.91


Iliad 11.783: Πηλεὺς μὲν ᾧ παιδὶ γέρων ἐπέτελλ’ Ἀχιλῆϊ


Iliad 11.784: αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων:


Iliad 11.785: σοὶ δ’ αὖθ’ ᾧδ’ ἐπέτελλε Μενοίτιος Ἄκτορος υἱός:


Iliad 11.786: τέκνον ἐμὸν: γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς :

Commented on by msA 11.291


Iliad 11.787: πρεσβύτερος δὲ σύ ἐσσι: βίῃ δ’ ὅ γε πολλὸν ἀμείνων:


Iliad 11.788: ἂλλ’ εὖ, οἱ, φᾶσθαι πυκινὸν ἔπος ἠδ’ ὑποθέσθαι.


Iliad 11.789: καί οἱ, σημαίνειν: ὁ δὲ πείσεται εἰς ἀγαθόν περ:


Iliad 11.790: ὡς ἐπέτελλ’ ὁ γέρων: σὺ δὲ λήθεαι: ἀλλ’ έτι καὶ νῦν


Iliad 11.791: ταῦτ’ εἴποις Ἀχιλῆϊ δαΐφρονι αί κε πίθηται:


Iliad 11.792: τίς δ’ οἶδ’ εἴ κέν οἱ, σὺν δαίμονι θυμὸν ὀρίναις


Iliad 11.793: παρειπὼν. ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου:

Commented on by msAim 11.92


Iliad 11.794: εἰ δέ τινα φρεσὶν, ᾗσι θεοπροπίην ἀλεείνει.

Commented on by msA 11.292


Iliad 11.795: καί τινά οἱ, παρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ.


Iliad 11.796: ἀλλὰ σέ περ προέτω: ἅμα δ’ ἄλλος λαὸς ἑπέσθω


Iliad 11.797: Μυρμιδόνων. αἴ κέν τι φόως Δαναοῖσι γένηαι:

Commented on by msAext 11.18


Iliad 11.798: καί τοι τεύχεα καλὰ δότω πόλεμον δὲ φέρεσθαι.


Iliad 11.799: αἴ κέ σε τῷ ἴ̈σκοντες ἀπόσχωνται πολέμοιο

Commented on by msA 11.293


Iliad 11.800: Τρῶες . ἀναπνεύσωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν


Iliad 11.801: τειρόμενοι: ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο:

Commented on by msA 11.294, msAim 11.93


Iliad 11.802: ῥεῖα δέ κ’ ἀκμῆτες κεκμηῶτας ἄνδρας. ἀϋτῇ

Commented on by msA 11.295


Other texts (16 passages)


Scholia group: msAext

msAext 11.18: ἤν πού τί φόως

Comments on 11.797


Scholia group: msAil

msAil 11.354: καθέζεσθ δὲ

Comments on 11.778@εδριάασθαι


msAil 11.355: ἐκορέσθημεν

Comments on 11.780@τάρπημεν


msAil 11.356: ὑμεῖς

Comments on 11.782@σφὼ


msAil 11.357: ὑπερέχοντ

Comments on 11.784@ὑπείροχον


msAil 11.358: λέγε

Comments on 11.788@φᾶσθαι


msAil 11.359: αντ σήμαινε μήνυε

Comments on 11.789@σημαίνειν


msAil 11.360: συμβουλῆ παραίνεσις

Comments on 11.793@παραίφασίς


msAil 11.361: εῖπε

Comments on 11.795@ἐπέφραδε


msAil 11.363: ομοιοῦντες

Comments on 11.799@ἴ̈σκοντες


Scholia group: msAim

msAim 11.91: Ζηνοτ ἠθελέτην

Comments on 11.782


msAim 11.93: γένηται ⁑

Comments on 11.801


Scholia group: msA

msA 11.291: τεκνον εμὸν γενεῇ μὲν ⁑ ὅτι Ἀρχίλογος ὑπερτερην τὴν νεωτέραν ἐδέξατο: οἴην Λυκάμβεος παῖδα τὴν ὑπερτέρην , ἀντι τοῦ τὴν νεωτέραν , καὶ τὸ ἕτοιμον δὲ ἀντιπίπτει ὁ γὰρ ὑπερέχων κατά τι ἐστὶν ὑπερτερος καὶ νῦν λέγει τῷ γένει τῇ εὐγενείᾳ ὑπερέχει, δια τὸ εἶναι θεᾶς μρσ σὺ δὲ πρεσβύτερος εἶ ⁑

Comments on 11.786


msA 11.293: αἵ κέ σε τῷ ἴ̈σκοντες, Ἀρίσταρχος ἀξιοὶ δια τῆς ει διφθόγγου γράφειν ἐπεὶ ἐν ετέροις φησὶ τὸ κατα διαίρεσιν αὐτοῦ ὁρᾶται ἐΐσκω λεγόμενον ἐΐσκω πηγεσιμάλλῳ : οἱ δὲ περι τὸν Ἀλεξίωνα δια τοῦ ϊ μόνου συνεσταλμένου κακὼ δὲ τούτοις συγκατατίθεμαι τὸ μη δύνασθαι τὰ τοιαῦτα τῶν ῥημάτων λέγω δὲ τὰ δια τοῦ σκω ἔχειν προ τέλους δίφθογγον ἐκφωνουμένην ὅτι μὴ τὴν δια τοῦ υ πιφαύσκω ὁ δὲ λόγος παραιτεῖται τὴν Αἰολίδα διάλεκτον δια τὸ μιμνέσκω καὶ θνέσκω : ὥστε ὅτε λέγει ἐΐσκω κατα διαίρεσιν ὑγιῶς πάνυ ἀποφαίνεται εἶγε παρὰ τὸ εἴδω ἐξέπιπτε μέλλων ὁ εἰς ω ὃς ὄφειλεν ἐπενθέσει τοῦ κ ποιῆσαι τὸ εἴσκω ὡς μεθύσω μεθύσκω δράσω δράσκω , ἀλλ επεὶ ἀνέφικτον ἦν χωρίσαι τὴν τοιαύτην δίφθογγον προ τῆς σκω παραγωγῆς. διαιρέσει ἐχρήσατο: ὅπου δὲ οὐ παραδέχεται αὐτὸ ἡ διαίρεσις ἐκεῖ ἐκβάλλει τὸ ε :

Comments on 11.799


msA 11.294: ὀλίγη δέ τ’ ἀνάπνευσις πολέμοιο: μικρὰ ἡ περιλειπομένη ἀναπνοὴ ἐκ τοῦ πολέμου ὥστε ἐὰν βραχὺ ἀνεπικούρητοι γένωνται ἀπόλλυνται ⁑

Comments on 11.801


msA 11.295: ῥεῖα δέ κ’ ἀκμητες. ὤσεσθαι προτὶ άστυ. ἀθετοῦνται ἀμφότεροι καὶ ἀστερίσκοι παράκεινται ὅτι οἱκειότερον κείνται προ τῆς Πατρόκλου ἐξόδου ὅτε καὶ τῷ ὄντι κεκμήκασι τῆς ἐπι ναυσὶ μάχης συνεστώσης. οὐδε γὰρ ἂν συμβέβηκεν ἤδη τοὺς Τρώας ἐπι ταῖς ναυσὶν αὐταῖς καὶ ταῖς κλισίαις εἶναι ἐντὸς τοῦ τείχους γεγονότας διασταλτέον δὲ κατα τὸ τέλος τοῦ στίχου τοῦ ρεῖα δέ κ’ : οἱ δὲ τοῖς εξῆς συνάπτοντες τὴν ἐσχάτην λέξιν μάτην ἐπιτηδεύουσι: μᾶλλον γὰρ τὸ κεκμηῶτας ἀϋτῇ λόγον ἔχει ⁑

Comments on 11.802


previousnext
msA 152vmsA 153v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1