Venetus A (Marciana 454 = 822), folio 154, recto
previous | next |
---|---|
msA 153v | msA 154v |
Iliad text (21 lines)
Iliad 11.828: ἀλλ’ ἐμὲ μὲν σὺ σάωσον ἄγων ἐπὶ νῆα μέλαιναν.
Iliad 11.829: μηροῦ δ’ ἔκταμ’ ὀϊστὸν: ἀπ’ αυτοῦ δ’ αἷμα κελαινὸν
Iliad 11.830: νίζ’ ὕδατι λιαρῷ: ἐπὶ δ’ ήπια φάρμακα πάσσε
Iliad 11.831: ἐσθλὰ. τά σε προτὶ φασὶν Ἀχιλλῆος δεδιδάχθαι.
Commented on by msAim 11.96
Iliad 11.832: ὃν Χείρων ἐδίδαξε δικαιότατος Κενταύρων:
Commented on by msA 11.302, msA 11.303
Iliad 11.833: ἰ̈ητροὶ μὲν γὰρ. Ποδαλείριος ἠδὲ Μαχάων
Iliad 11.834: τὸν μὲν ἐνι κλισίῃσιν ὀΐομαι ἕλκος ἔχοντα:
Commented on by msA 11.304
Iliad 11.835: χρηΐζοντα καὶ αὐτὸν ἀμύμονος ϊητῆρος
Iliad 11.836: κεῖσθαι: ὁ δ’ ἐν πεδίῳ Τρώων μένει ὀξὺν Ἄρηα :
Iliad 11.837: τὸν δ’ αῦτε προσέειπε Μενοιτίου ἄλκιμος υἱός:
Iliad 11.838: πῶς τάρ έοι τάδε ἔργα: τί ῥέξομεν Εὐρύπυλ’ ἥρως.
Commented on by msAint 11.49
Iliad 11.839: ἔρχομαι ὄφρ’ Ἀχιλῆϊ δαΐφρονι μῦθον ἐνίσπω
Iliad 11.840: ὃν Νέστωρ ἐπέτελλε Γερήνιος οῦρος Ἀχαιῶν :
Iliad 11.841: ἀλλ’ οὐδ’ ὧς περ σεῖο μεθήσω τειρομένοιο:
Commented on by msAim 11.97
Iliad 11.842: ῆ: καὶ ὑπὸ στέρνοιο λαβὼν ἄγε ποιμένα λαῶν
Commented on by msAint 11.50
Iliad 11.843: ἐς κλισίην: θεράπων δὲ ἰ̈δὼν ὑπέχευε βοείας:
Iliad 11.844: ἔνθά μιν ἐκτανύσας. ἐκ μηροῦ. τάμνε μαχαίρῃ
Commented on by msA 11.305
Iliad 11.845: ὀξὺ βέλος περιπευκὲς: ἀπ’ αὐτοῦ δ’ αῖμα κελαινὸν
Iliad 11.846: νίζ’ ὕδατι λιαρῷ: ἐπι δὲ ῥίζαν βάλε πικρὴν
Commented on by msA 11.306, msA 11.307, msA 11.308
Iliad 11.847: χερσὶ διατρίψας ὀδυνήφατον. ἥ οἱ ἁπάσας
Iliad 11.848: ἔσχ’ ὀδύνας: τὸ μὲν ἕλκος ἐτέρσετο. παύσατο δ’ αἷμα:
Other texts (16 passages)
Scholia group: msAint
msAint 11.49: Ζηνοδ δια τοῦ η ἔην :
Comments on 11.838
msAint 11.50: οτ ὑπολαβὼν αὐτοῦ τοὺς στήθους:
Comments on 11.842
Scholia group: msAil
msAil 11.374: πλύνε
Comments on 11.830@νίζ’
msAil 11.375: ευκράτῳ χλιαρῷ
Comments on 11.830@λιαρῷ
msAil 11.376: τῶν ϊατρῶν μὲν γὰρ
Comments on 11.833@ἰ̈ητροὶ-γὰρ
msAil 11.377: πῶς τουτ γένοιτ ἄν:
Comments on 11.838@πῶς-εοι
msAil 11.378: ὑπέστρωσε βύρσας
Comments on 11.843@ὑπέχευε-βόειας
msAil 11.379: ἐξαπλώσας
Comments on 11.844@ἐκτανύσας
msAil 11.381: οδύνων παυστικην
Comments on 11.847@ὀδυνήφατον
msAil 11.383: εξηραίνετο:
Comments on 11.848@ἐτέρσετο
Scholia group: msAim
msAim 11.96: Ζηνοδ δεδάασθαι
Comments on 11.831
msAim 11.97: Ζηνοδ δὲ ἀμελήσω ποιητικώτερον δὲ τὸ ἕτερον ⁑
Comments on 11.841
Scholia group: msA
msA 11.304: τὸν μὲν ἐνι κλισίῃσιν. ὅτι προς τὸ δεύτερον πρότερον ἀπήντησεν ὁ γὰρ Μαχάων ἐστιν ὁ τετρωμενος ⁑
Comments on 11.834
msA 11.305: ἐνθά μιν ἐκτανύσας: ὅτι μάχαιραν καλεῖ τὸ παραξιφίδιον εἰς τὰς τοιαύτας χρείας εὐθετοῦν, βραχὺ δὲ διασταλτέον ἐπι τὴν μετοχὴν, προς τὸ σαφές ⁑
Comments on 11.844
msA 11.307: ἐμπειρίαν: ἴσως δὲ καὶ θεράπων πεμφθης κατα τὸ σιωπώμενον ἐκόμισεν: χερσὶ δὲ καὶ οὐ ἀλεντικοῖς ὀργάνοις ταύτην τρίβει, ὅτι οὐκ έδει πολλῆς λεπτότητος τῷ φαρμάκῳ τοῦ αἵματος ὥς φησι κελαρύζοντος καὶ ἀποπτύοντος τὸ λεπτὸν καὶ χνοῶδες τοῦ φαρμάκου εἰς το ἐμφράξαι τὸ τραῦμα: τῷ δε Μενελάῳ ἐπιπάσσει τὸ φάρμακον: βραχείας οὔσης τῆς τοῦ τραύματος φορᾶς ⁑
Comments on 11.846
msA 11.308: ἄλλοι δὲ αὐτὴν, ἀριστολόχειαν φασὶν ἦν καὶ ἴχαιμον προσαγόρεύουσιν ⁑
Comments on 11.846
previous | next |
---|---|
msA 153v | msA 154v |