Venetus A (Marciana 454 = 822), folio 154, verso

previousnext
msA 154rmsA 155r

Iliad text (25 lines)


Iliad 12.1: ὡς ὁ μὲν ἐν κλισίῃσι Μενοιτίου ἄλκιμος υἱὸς

Commented on by msA 12.A2


Iliad 12.2: ἰ̈ᾶτ’ Ἐυρύπυλον βεβλημένον. οἱ δὲ μάχοντο

Commented on by msA 12.A3


Iliad 12.3: Ἀργεῖοι καὶ Τρῶες ὁμιλαδὸν. οὐδ’ ὰρ ἔμελλε


Iliad 12.4: τάφρος ἔτι σχήσειν Δαναῶν . καὶ τεῖχος ὕπερθεν

Commented on by msA 12.A4


Iliad 12.5: ἐυρὺ, τὸ ποιήσαντο, νεῶν ὕπερ, ἀμφὶ δὲ τάφρον

Commented on by msA 12.A5


Iliad 12.6: ἤλασαν: οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας.


Iliad 12.7: ὄφρά σφιν νῆάς τε θοὰς καὶ ληΐδα πολλὴν


Iliad 12.8: ἐντὸς ἔχον ῥύοιτο. θεῶν δ’ ἀἕκητι τέτυκτο


Iliad 12.9: ἀθανάτων. τὸ καὶ οὔ τι πολὺν χρόνον ἔμπεδον ῆεν:


Iliad 12.10: ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην καὶ μήνι’ Ἀχιλλεὺς .


Iliad 12.11: καὶ Πριάμοιο ἄνακτος ἀπόρθητος πόλις ἔπλε.

Commented on by msAim 12.A1


Iliad 12.12: τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ῆεν:


Iliad 12.13: αὐτὰρ ἐπεὶ κατὰ μὲν Τρώων θάνον ὅσσοι ἄριστοι.

Commented on by msA 12.A8


Iliad 12.14: πολλοὶ δ’ Ἀργείων οἱ μὲν δάμεν οἱ δὲ λίποντο .


Iliad 12.15: πέρθετο δὲ Πριάμοιο πόλις δεκάτῳ ἐνιαυτῷ.


Iliad 12.16: Ἀργεῖοι δ’ ἐν νηυσὶ φίλην ἐς πατρίδ’ ἔβησαν.


Iliad 12.17: δὴ τότε μητιόωντο Ποσιδάων καὶ Ἀπόλλων

Commented on by msA 12.A9, msAext 12.A2


Iliad 12.18: τεῖχος ἀμαλδῦναι. ποταμῶν μένος εἰσαγαγόντες.


Iliad 12.19: ὅσσοι ἀπ’ Ἰ̈¨δαίων ὀρέων ἅλα δὲ προρέουσι:


Iliad 12.20: Ῥῆσός θ’, Ἑπτάπορός τε, Κάρησός τε, Ῥοδίος τε.

Commented on by msA 12.A10, msA 12.A11


Iliad 12.21: Γρήνικός τε. καὶ Αἴσηπος , δῖός τε Σκάμανδρος .


Iliad 12.22: καὶ Σιμόεις . ὅθι πολλὰ βοάγρια καὶ τρυφάλειαι

Commented on by msA 12.A12, msA 12.A13, msA 12.A15


Iliad 12.23: κάππεσον ἐν κονίῃσι: καὶ ἡμιθέων γένος ἀνδρῶν.


Iliad 12.24: τῶν πάντων ὁμόσε, στόματ’ ἔτραπε Φοῖβος Ἀπόλλων ,


Iliad 12.25: ἐννῆμαρ δ’ ἐς τεῖχος ἵ̈ει ῥόον. ὗε δ’ ἄρα Ζεὺς

Commented on by msA 12.A14


Other texts (30 passages)


Scholia group: msAext

msAext 12.A1: ὀφρα μεν Ἑκτωρ ζωὸς ἀπορίαν εἰκότως παρεχει τὰ έπη ταῦτα ἃ περι τοῦ τείχους τῶν Ἀχαιῶν . ὁ Ὁμηρος ἀναπεφωνηκε: ὄφρα μὲν Ἑκτωρ ζωὸς έην. καὶ μηνι’ Ἀχιλλευς καὶ Πριάμοιο άνακτος ἀπόρθητος πόλις ἐπλε τόφρα δὲ καὶ μέγα τεῖχος Ἀχαιῶν ἔμπεδον ἐφ όσον ὁ μὲν Ἑκτωρ έζη Ἀχιλλεὺς δὲ ἐμήνιεν ἡ δε τοῦ Πριάμου πο ἀνάλωτος ἔμενεν: μετα δὲ τὴν ἁλωσιν Ἰλίου καὶ τον ἀπόπλουν τῶν Ἀχαιῶν τοτε κατερίφθη, ὅτι γράφεται τοῦ πολὲμου συνεστῶτος. καὶ Ἀχιλλέυς μὲν μηνίοντος Ἑκτωρος δὲ περιόντος καὶ ἀριστεύοντος, ὑπο τῶν Τρωων τὸ τεῖχος τῶν Αχαιῶν κατερίφθη καὶ διοδευσιμον γέγονε τοῖς πολεμίοις: ὁ μὲν γὰρ Σαρπηδων τὰς ἐπάλξεις αὐτοῦ καὶ μέρος τί καταβέβληκεν: ο δε Ἑκτωρ καὶ τὰς πύλας διέρρηξεν: ὁ δὲ Ἀπόλλων σχεδὸν ὅλον αὐτὸ διέλυσε τὸ καταριφθὲν οῦν τεῖχος οὐχ ὑπ ανων μόνον ἀλλα καὶ θεῶν ἐν τῶ τῆς μήνιδος χρόνω τοῦτο λέγειν ἀσφαλὲς καὶ ἀρηρὸς ἐν τῷ τοῦ πολέμου καιρῷ διαμεμενηκέναι μεχρι πορθήσεως Ἰλίου ἀπορον εἰς λύσιν: οἱ μὲν οὖν γραμματικοὶ ἀπο τοῦ πλείστου μέρους αξιοῦσι λέγειν ἔμπεδον. ὀλίγον γὰρ εἶναι τὸ σαλευθὲν ὑπο τῶν Τρώων : ἀγνοοῦσι δὲ οῦτοι ότι τινα κὰν ἐκ μέρους πάθη οὐτε ἐστιν ἔμπεδα οὔτε ἀρηροτα, καὶ ἁμφορεὺς διατρηθεὶς κὰν σχεδὸν όλον τὸ κυτος άθραυστον, ἠ οὐκέτ’ ἐστιν ἔμπεδος ἀμφορευς, ἀλλ’ όστρακον καὶ τεῖχοσ οὐκεθ οἷον τε κρύπτειν τοὺς τειχίσαντας οὐκέτ’ ἂν εἴη ἔμπεδον τεῖχος ἀλλα σορὸς λίθων μήποτ’ οὖν, ἡ ἔμπεδον λέξις οὐκ είληπται. νῦν μεταφορικῶς ἐν ΐσω τῷ ἀσφαλες καὶ ἀραρὸς οὐδε ἐστιν ὅμοιον τὸ οὐδε μοι ῆτορ ἔμπεδον ἀλλ ἀλύκτημαι ὁ μὲν ἔμπεδον ἡνιόχευεν ἀλλα κυρίως νῦν ἐξενήνεκται, τὸ πέδον ἐχούσης ἐντεταγμένον τῆς λέξεως, ὥστε σημαινοι ἄν ὅτι ἐν τῷ πεδίῳ κείμενον καὶ μὴ ἁλίπλοον ἀντέθηκε γὰρ τὸ ἑμπεδον τῷ ἁλιπλόω τὸ ἐν τῶ πεδίῳ προς τὸ αῦθις ἁλίπλουν γιγνομένον γὰρ ἔφη τόφρα δὲ καὶ μέγα τεῖχος απόρθητον ἦν καὶ ἄθραυστον καὶ ἔμπεδον καὶ πάλιν ούτι πολὺν χρόνον ἔμπεδον ῆεν : τί οὖν πάσχει ὕστερον τῶν ποταμῶν πάντων φησὶν ὁμόσε στόματ’ έτραπε Φοῖβος Ἀπόλλων : ἐννῆμαρ δ’ ἐς τεῖχος ΐει ῥόον υἱε δ’ ἄρα Ζεὺς συννεχες ὄφρα κε θᾶσσον ἁλίπλοα τείχεα θείη αὐτὸς δ’ ἐννοσίγαιος ἔχων χείρεσσι τρίαιναν ἡγεῖτ’ ἐκ δ’ ἄρα πάντα θεμείλια κύμασι πέμπε φιτρῶν καὶ λάων τὰ θέσαν μογέοντες Ἀχαιοὶ λεια δ’ ἐποίησεν παρ αγάρροον Ἑλλησποντον ὥστ’ εἰ καὶ πεπτωκὸς ἦν τὸ τεῖχος, ἀλλ επι τῶ ἐμπέδω ῆν τὰ πτώματα καὶ τὰ θεμέλια, ὕστερον δὲ πάντα δι ύδατος εἰς θάλασσαν φησὶν ἐξενεχθῆναι, συνεστώσης δὲ τῆς πόλεως οὐδὲν τοῦ τείχους ἁλίπλουν γέγονεν. οὐδ ότε Ξάνθος ἐπλήμυρεν κάτ’ Αχιλλέως , καὶ τὸ κατα μεταφορὰν δ’ ἔμπεδον τὸ σημαῖνον τὸ ἀκίνητον ἀπο τῶν ἐν τῶ πεδίω μενόντων ἀκινήτων λέγεται, τὸ δὲ τεῖχος κατ αυτο μὲν ἐκινήθη ἐκ μέντοι τοῦ πεδίου κατηνέχθη ἐπι θάλασσαν ὅπερ φησὶν αὐτὸς ὕστερον παθεῖν

Comments on 12.10-12.12


Scholia group: msAil

msAil 12.A1: οuτ μὲν οuτ

Comments on 12.1@ὡς-μὲν


msAil 12.A3: παμπληθί

Comments on 12.3@ὁμιλαδὸν


msAil 12.A4: τὸ όρυγμα

Comments on 12.4@τάφρος


msAil 12.A5: ἀνθέξειν

Comments on 12.4@σχήσειν


msAil 12.A6: σκυλα

Comments on 12.7@ληΐδα


msAil 12.A7: φυλάττοι

Comments on 12.8@ῥύοιτο


msAil 12.A8: αβουλία

Comments on 12.8@ἀἕκητι


msAil 12.A9: ασφαλὲς ϊσχυρόν

Comments on 12.9@ἔμπεδον


msAil 12.A10: επι τοσούτῳ

Comments on 12.12@τόφρα


msAil 12.A11: επίπεδον

Comments on 12.12@ἔμπεδον


msAil 12.A13: εβουλεύοντο

Comments on 12.17@μητιόωντο


msAil 12.A14: καταστρέψαι αφανίσαι

Comments on 12.18@ἀμαλδῦναι


msAil 12.A15: περίφρασις τοὺς ποτ

Comments on 12.18@ποταμῶν-μένος


msAil 12.A17: ποτ

Comments on 12.20@Ἐπτάπορός


msAil 12.A18: ποτ

Comments on 12.20@Κάρησός


msAil 12.A19: ποτ

Comments on 12.20@Ῥοδίος


Scholia group: msAim

msAim 12.A1: ουτ Ἀρίσταρχος έπλεν

Comments on 12.11


Scholia group: msA

msA 12.A1: πάλιν μεταβέβηκεν ἐπι τὰς μάχας ὁ ποιητής. ἔδει γὰρ τὰ τῆς μάχης εἰπεῖν ὅπως θεασάμενος Πάτροκλος κινηθείη μᾶλλον εἰς ἔλεον: εἰ δε ἐπιμηκεστέρα γέγονεν, ἡ ἐπιμέλεια μὴ θαυμάσης. διαφόρους γὰρ πράξεις ἐν ενὶ λέγειν καιρῷ θεῖναι ἀδύνατον

Comments on 12.1-12.2


msA 12.A3: ἰ̈ᾶτ’ Εὐρύπυλον βεβλημένον ὅτι τὰ ἅμα γινόμενα, οὐ δύναται ἅμα ἐξαγγέλλειν: ἐν ὅσῳ δὲ οὗτος ἰᾶτο ἐκεῖνοι ἐμάχοντο

Comments on 12.2


msA 12.A4: τάφρος ἐῦˆτι σχήσεϊν Δαναῶν πλάσας τεῖχος ὁ ποιητὴς εἰς τιμὴν τοῦ Ἀχιλλέως , μετα τοῦτο ἀπολλύμενον αὐτὸ εἰσάγει ἵνα μὴ ἐλέγχηται αὐτοῦ τὸ ψεῦδος ὡς μὴ γενομένου ὑπο τῶν μεταγενεστέρων καὶ τὴν ἀπώλειαν αὐτοῦ εἶπεν

Comments on 12.4


msA 12.A5: εὐρὺ το ποιήσαντο βέλτιον τὸ εὑρὺ τοῖς ἐπάνω συνάπτειν ἀμφίβολον δὲ πότερον ὕπερθεν εὐρὺ, ἀρετῆ γὰρ τείχους ἕως ἄνω πεπλατύνθαι ἢ ὃ καὶ βέλτιον ὕπερθε τῆς τάφρου ταύτης γὰρ ὑπέρκειται

Comments on 12.5


msA 12.A7: ὄφρα μὲν Ἕκτωρ ζωὸς ἔην ὑποστικτέον ἐπι τὸ έην . καὶ Ἀχιλλεὺς καὶ ἔπλεν : ἡ γὰρ ἀντίδοσις τόφρα δὲ καὶ μέγα τεῖχος , τοῦ δέ περισσεύοντος κατα τὸ σύνηθες

Comments on 12.10.-12.12


msA 12.A8: αὐτὰρ ἐπεὶ κατα μὲν Τρωων θάνον καὶ ἐνταῦθα ἡ ἀνταπόδοσις ἐστι δὴ τότε μητιόωντο: τὸ γὰρ χρονικὸν ἐπίρρημα ἀνταποδέδοται τῷ ἐπεῖ

Comments on 12.13


msA 12.A9: δὴ τότε μητιόωντο σημειοῦνται τινὲς προς τὰ ἐν τῇ ἀθετούμενα ὅτι καὶ ἐκ τούτων διαβάλλεται προς τὸ πρόσωπον γινόμενα

Comments on 12.17


msA 12.A10: Κάρησσός τε Ῥοδίος τε Τυραννίων ὀξύνει τὸ Κάρησσος ὡς Παρνασσός , οὕτως γὰρ ὑπο Κυζικηνῶν ὀνομάζεσθαι τὸν ποταμόν: ὁ δὲ Ἀρίσταρχος βαρύνει ὡς Κάνωβος : εἴπομεν δὲ ἐν ἑτέροις, ὅτι οὐ πάντως ἐπικρατεῖ ἡ ἀπο τῶν ἐθνῶν χρῆσις καὶ ἐπι τὴν Ὁμηρικὴν ἀνάγνωσιν: ὁπότε περι τοῦ Γλίσαντα διελάβομεν εἴγε Διονύσιος ἱστορεῖ τοὺς ἐγχωρίους συστέλλειν τὸ ϊ καὶ μὴ περισπᾶν τό τε Λύκαστος ὁ αυτὸς ϊστορεὶ ὀξύνεσθαι ἡμῶν ἀναγινωσκόντων βαρυτόνως οὕτως οὖν εἰκὸς καὶ ἐπι τοῦ Κάρησσος μὴ πεισθῆναι τὸν Ἀρίσταρχον ὁμοίως τοῖς ἐγχωρίοις προενέγκασθαι τὴν λέξιν: τάχα δὲ ἐπεὶ ἑώρα τὰ εἰς λήγοντα ὑπερ δύο συλλαβὰς ὀξυνόμενα τῷ η παραληγόμενα ἕτερον ἔχοντα ς , τοῦτο δὲ ἓν ἀναδεξάμενον, διὰ τοῦτο καὶ ἐξήλλαξεν αὐτὸ τῆς ἐκείνων τάσεως: εἴγε τὸ Ἀλικαρνησσὸς δισσὸν ἔχει τὸ ς , Λυκαβησσός , Ταρτησσος : τὸ μέντοι Κάρησος ἓν ἔχει τὸ ς . ἴ̈̈σως οὖν δια τοῦτο ἐξηλλάγη

Comments on 12.20


msA 12.A11: Ῥοδίος τε παροξυτονητέον κύριον. εἰκὸς μέντοι τὸ ὄνομα τοῦ ποταμοῦ έχειν πλεονασμὸν τοῦ δ ἐοικὸς γὰρ τῷ ποταμῷ, παρὰ τὸν ῥοῦν ὠνομάσθαι ὥστε αὐτὸν εἶναι ῥοΐον καὶ Ῥοδίον

Comments on 12.20


msA 12.A13: βοάγρια τὰ εἰς τὴν βοὴν ἀγειρόμενα. ἢ βόεια γέρρα ὅ ἐστι δέρρα ἐξ ἀγρίων βοῶν γενόμενα

Comments on 12.22


msA 12.A14: ἐννῆμαρ δ’ ἐς τεῖχος ἐπι ἐννέα ἡμέρας ἔνιοι δὲ δασέως καὶ δια τοῦ ἑνὸς ν ἀναγινώσκουσιν ὲν ῆμαρ ἵν’ ᾖ μιᾷ ἡμέρα ὥστε μηνιοῦσθαι τὴν τῶν θεῶν δύναμιν μη δυνηθέντων στρέψαι λόγω. θᾶττον δὲ υπ τῶν Ἑλλήνων ἐν μιᾷ ἡμέρα γεγονός . οἱ δέ φησὶν, δια τοῦτο τέσσαρας ποταμοὺς εἰσάγει καὶ θεοὺς παρίστησιν οὐχ ἵνα μόνον ἀφανίση τὸ τεῖχος . ἀλλὰ καὶ τὸν τόπον δια τὸ μηδὲ ἴχνος φανῆναι

Comments on 12.25


msA 12.A15: βοάγρια αἱ ἀπο βοείων βυρσῶν κατασκευασθεῖσαι ἀσπίδες

Comments on 12.22


previousnext
msA 154rmsA 155r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1