Venetus A (Marciana 454 = 822), folio 156, recto

previousnext
msA 155vmsA 156v

Iliad text (25 lines)


Iliad 12.76: ἵππους μὲν θεράποντες ἐρυκόντων ἐπι τάφρῳ.

Commented on by msAim 12.D1


Iliad 12.77: αὐτοὶ δὲ πρυλέες σὺν τεύχεσι. θωρηχθέντες

Commented on by msA 12.D1, msAim 12.D2


Iliad 12.78: Ἕκτορι πάντες ἑπώμεθ’ ἀολλέες. αὐτὰρ Ἀχαιοὶ


Iliad 12.79: οὐ μενέουσ’. εἰ δή σφιν ὀλέθρου πείρατ’ ἐφῆπται:

Commented on by msAim 12.D3


Iliad 12.80: ὡς φάτο Πουλυδάμας . ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων.


Iliad 12.81: αὐτίκα δ’ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.


Iliad 12.82: οὐδὲ μὲν ἄλλοι Τρῶες ἐφ’ ἵ̈ππων ἠγερέθοντο.


Iliad 12.83: ἂλλ’ ἀπο πάντες ὄρουσαν. ἐπεὶ ἴ̈δον Ἕκτορα δῖον.


Iliad 12.84: ἡνιόχῳ μὲν ἔπειτα ἑῷ ἐπέτελλεν ἕκαστος


Iliad 12.85: ἵ̈ππους εὖ, κατὰ κόσμον ἐρυκέμεν αὖθ’ ἐπι τάφρῳ.

Commented on by msAim 12.D4


Iliad 12.86: οἱ δὲ διαστάντες. σφέας αὐτοὺς ἀρτύναντες.

Commented on by msA 12.D2


Iliad 12.87: πένταχα κοσμηθέντες ἅμ’ ἡγεμόνεσσιν ἕποντο:

Commented on by msAim 12.D5


Iliad 12.88: οἱ μὲν ἅμ’ Ἕκτόρ ‘ ἴ̈σαν καὶ ἀμύμονι Πουλυδάμαντι .


Iliad 12.89: οἳ, πλεῖστοι καὶ ἄριστοι ἔσαν: μέμασαν δὲ μάλιστα


Iliad 12.90: τεῖχος ῥηξάμενοι κοίλῃς ἐπὶ νηυσὶ μάχεσθαι.

Commented on by msAint 12.D1


Iliad 12.91: καί σφιν Κεβριόνης τρίτος εἵπετο: πὰρ δ’ ὰρ ὄχεσφιν.


Iliad 12.92: ἄλλον Κεβριόναο χερείονα, κάλλιπεν Ἕκτωρ .


Iliad 12.93: τῶν δ’ ἑτέρων Πάρις ἦρχε καὶ Ἀλκάθοος καὶ Ἀγήνωρ .

Commented on by msA 12.D3, msA 12.D4


Iliad 12.94: τῶν δὲ τρίτων Ἕλενος καὶ Δηΐφοβος θεοειδὴς


Iliad 12.95: υἷε δύω Πριάμοιο . τρίτος δ’ ἦν Ἄσιος ἥρως.


Iliad 12.96: Ἄσιος Ὑρτακίδης . ὃν, Ἀρίσβηθεν φέρον ἵπποι.

Commented on by msA 12.D5


Iliad 12.97: αἴθωνες, μεγάλοι, ποταμοῦ ἄπο Σελλήεντος .

Commented on by msA 12.D6


Iliad 12.98: τῶν δὲ τετάρτων ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο


Iliad 12.99: Αἰνείας . ἅμα τῷ γε δύω Ἀντήνορος υἷε


Iliad 12.100: Ἀρχέλοχός τ’. Ἀκάμας τε. μάχης εὖ εἰδότε πάσης;


Other texts (14 passages)


Scholia group: msAil

msAil 12.D1: πεζοὶ ὁπλίται

Comments on 12.77@πρυλέες


msAil 12.D3: αλυπ

Comments on 12.89@ἀπήμων


msAil 12.D4: παρασκευάσαντες τάξαντες

Comments on 12.86@ἀρτύναντες


msAil 12.D5: εἰς ε τάξεις

Comments on 12.87@πένταχα


msAil 12.D6: Αλέξανδρος

Comments on 12.93@Πάρις


msAil 12.D7: διάπυροι οξεῖς

Comments on 12.97@αἴθωνες


Scholia group: msAim

msAim 12.D1: ἀντι τοῦ ἐρυκετωσαν

Comments on 12.76


msAim 12.D3: Ζηνόδοτος καὶ Ἀριστοφάνης πείραρ ενικω

Comments on 12.79


msAim 12.D5: γράφεται έκαστοι

Comments on 12.87


Scholia group: msA

msA 12.D1: αὐτοὶ δὲ πρυλέες συν τευχ θωρηχθέντες ἔχει μέν τινα διλογίαν ὁ στίχος ἐπεὶ καὶ σὺν τευχεσι καὶ θωρηχθεντ δὲ ὅμως γοῦν τὸ συν τεύχεσι ἢ τοῖς ἄνω προσδοτέον ΐν’ ἐλάττων ἡ διλογία γένηται, ἠ τοῖς ἑξῆς. ἵν’ ἡ συν πρόθεσις κέηται ἀντι τῆς ἔν ὡς ἐκεῖ, τὴν μὲν ἐγὼ συν ηΐ τ’ εμῇ καὶ ἐμοῖς ἑτάροισιν: βέλτιον δὲ τὸ πρότερον

Comments on 12.77


msA 12.D3: τῶν δ’ ἑτέρων Πάρις ῆρχε ὡς ἐπι τοῦ δευτέρου τάγματος, ἑτέρων εἴρηκεν, ἢ ὅτι τηρεῖ τὴν ἐν τούτοις διαφοράν

Comments on 12.93


msA 12.D4: Παρις κατα γαστρὸς ἔχουσα ἡ Ἐκάβη ὄναρ ἐθεάσατο. ὅτι ἔτεκεν δαλὸν ὑφ οὗ πᾶσα κατεφλέχθη ἡ πόλις: τὸ οὖν τεχθὲν οὐ γνώμη τῶν μάντεων ἐξετέθη ἀλλα γνώμη θεῶν ὑπο τοῦ εὑρόντος ἐτράφη βουκόλου. ὃς ἄρκτον αὐτῷ γάλα ἐπισχοῦσαν θεασάμενος ἀνέθρεψεν. ἐκλήθη οὖν Πάρις οὐχ ὥς τινες φασὶν ἐν πήρᾳ ἐτράφη ἀλλ ὅτι τὸν μόρον παρῆλθεν. ὕστερον δὲ Αλέξανδρος . ὅτι τῇ πατρίδι ἐξηλέησεν ὅ ἐστιν ἐβοήθησε πολεμίων ἐπελθόντων

Comments on 12.93


msA 12.D5: Ἅσιος Ὑρτακίδης ὅτι πλεονάζει ἐν τὰς ἐπαναλήψεις ἐν δε ἅπαξ πρὸς τοὺς χωρίζοντας

Comments on 12.96


msA 12.D6: αἴθωνες μεγάλοι ποταμοῦ ἀπο Σελήεντος ὅτι Σελλήεις ποταμὸς ἐπ Ἀσίας οὗτος, ἕτερος δὲ ἐπὶ Θεσπρωτίας

Comments on 12.97


previousnext
msA 155vmsA 156v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1