Venetus A (Marciana 454 = 822), folio 156, verso
previous | next |
---|---|
msA 156r | msA 157r |
Iliad text (25 lines)
Iliad 12.101: Σαρπηδὼν δ’ ἡγήσατ’ ἀγακλειτῶν ἐπικούρων,
Iliad 12.102: πρὸς δ’ ἕλετο Γλαῦκον καὶ ἀρήϊον Ἀστεροπαῖον ,
Iliad 12.103: οἳ γάρ οἱ εἴσαντο διακριδὸν εἶναι ἄριστοι
Iliad 12.104: τῶν ἄλλων μετά γ’ αὐτόν: ὁ δ’ ἔπρεπε καὶ δια πάντων:
Iliad 12.105: οἳ δ’ ἐπεὶ ἀλλήλους ἄραρον τυκτῇσι βόεσσι.
Commented on by msA 12.E1, msAim 12.E1
Iliad 12.106: βάν ῥ’ ἰ̈θὺς Δαναῶν λελιημένοι. οὐδ έτ’ ἔφαντο
Commented on by msA 12.E2
Iliad 12.107: σχήσεσθ’. ἂλλ’ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι:
Commented on by msA 12.E3
Iliad 12.108: ἔνθ’ ἄλλοι Τρῶες , τηλεκλειτοί τ’ ἐπίκουροι.
Iliad 12.109: βουλῇ Πουλυδάμαντος ἀμωμήτοιο πίθοντο:
Iliad 12.110: ἂλλ’ οὐχ Υρτακίδης ἔθελ’ Ἄσιος ὄρχαμος ἀνδρῶν
Iliad 12.111: αὖθι λιπεῖν ἵππους τε καὶ ἡνίοχον θεράποντα:
Iliad 12.112: ἀλλὰ σύν αὐτοῖσιν πέλασεν νήεσσι θοῇσι:
Iliad 12.113: νήπιος, οὐδ’ άρ’ ἔμελλε κακὰς ὑπο κῆρας ἀλύξας.
Iliad 12.114: ἵ̈πποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος. παρὰ νηῶν
Commented on by msA 12.E4
Iliad 12.115: ὰψ ἀπονοστήσειν προτὶ Ἲ̈λιον ἠνεμόεσσαν:
Commented on by msA 12.E5
Iliad 12.116: πρόσθεν γάρ μιν μοῖρα δυσώνυμον ἀμφεκάλυψεν
Iliad 12.117: ἔγχεϊ ‘̈Ιδομενῆος ἀγαυοῦ Δευκαλίδᾱο :
Iliad 12.118: εἴσατο γὰρ νηῶν ἐπ’ ἀριστερά, τῇ περ Ἀχαιοὶ
Commented on by msA 12.E6
Iliad 12.119: ἐκ πεδίου, νίσοντο σὺν ἵπποισιν καὶ ὄχεσφι.
Iliad 12.120: τῇ ῥ’ ἵ̈ππους τε καὶ ἅρμα διήλασεν, οὐδὲ πύλῃσιν
Commented on by msAim 12.E2
Iliad 12.121: εὗρ’ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα:
Commented on by msA 12.E7
Iliad 12.122: ἂλλ’ ἀναπεπταμένας ἔχον ἀνέρες, εἴ τιν’ ἑταίρων
Iliad 12.123: ἐκ πολέμου φεύγοντα, σαώσειαν μετα νῆας:
Iliad 12.124: τῇ ῥ’ ἰ̈θὺς φρονέων ἵππους ἔχε, τοὶ δ’ ἅμ’ ἕποντο
Commented on by msA 12.E8
Iliad 12.125: ὀξέα κεκλήγοντες: ἔφαντο γὰρ οὐκ έτ’ Ἀχαιοὺς
Commented on by msA 12.E9
Other texts (16 passages)
Scholia group: msAil
msAil 12.E1: έδοξαν ἐφάνησαν:
Comments on 12.103@εἴσαντο
msAil 12.E3: προσῆλθεν
Comments on 12.112@πέλασεν
msAil 12.E4: διαφυγών
Comments on 12.113@ἀλύξας
msAil 12.E5: χαλεπη
Comments on 12.116@δυσώνυμον
msAil 12.E6: ώρμησεν
Comments on 12.118@εἴσατο
msAil 12.E7: ἐπορεύοντο:
Comments on 12.119@νίσοντο
msAil 12.E8: μοχλόν
Comments on 12.121@ὀχῆα
msAil 12.E9: ἐπενθείας
Comments on 12.125@ἰ̈θὺς
Scholia group: msAim
msAim 12.E1: ‡τυκτῇσι βοεσσι ταῖς εἰργασμέναις βύρσαις λέγει δὲ ταῖς ἀσπίσι: οὐδέποτε δὲ βοῦν ἁπλῶς λέγει τὴν ἀσπίδα, ἀλλα μετά τινος ἐξ οὑ γνωρίζεται οἷον βῶν ἀζαλέην⁑
Comments on 12.105
Scholia group: msA
msA 12.E1: ‡ οἱ δὲ ἐπεὶ ἀλλήλους ἄραρον: σημειοῦνται τινὲς ὅτι βόας τὰς ἀσπίδας εἴρηκεν ⁑
Comments on 12.105
msA 12.E4: ἵπποισιν καὶ ὄχεσφιν ἀγαλλόμενος: ἐπι τὸ ἀγαλλόμενος βραχὺ διασταλτέον δια τὸ σαφὲς ⁑
Comments on 12.114
msA 12.E5: ἂψ ἀπονοστήσειν προτὶ ἴ̈λιον : ὅτι θηλυκῶς τὴν ἰλιον . ἡ δὲ ἀναφορὰ προς τὸ ἴλιον αἰπὺ ἕλοιεν ὅτι οὐδετέρως δι’ ὃ ἀθετεῖται ⁑
Comments on 12.115
msA 12.E6: εἴσατο γὰρ νηῶν ἐπ αριστερὰ: ὅτι πολλὰ σημαίνει τὸ εἴσατο νῦν μὲν τὸ ὥρμησεν καὶ ἐπορεύθη ἀπο τοῦ εἶμὶ , ἐν ετέροις δὲ ἐφάνη. εἴσατο δ’ ὡς ὅτε ῥινον : καὶ τὸ γνῶναι εἴσομ’ αί κέ μ’ ὁ τυδείδης : καὶ ὅτι κατα ἀριστερὰ τοῦ ναστάθμου ἡ πύλη: καὶ ὅτι μία καὶ ὅτι εἴσατο νηῶν, ἀντι τοῦ ἐπι τὰς ναῦς, ψιλοῦται δὲ ἐνταῦθα τὸ εἴσατο , ὅτι σημαντικόν ἐστι τοῦ ἐπορεύθη καὶ τὸ νῦν δ’ εἶμι ψιλοῦται ⁑
Comments on 12.118
msA 12.E7: εὗρ ἐπικεκλιμένας σανίδας καὶ μακρὸν ὀχῆα: ὅτι ἑνικῶς εἴρηκεν ὀχῆα δύο δέ εἰσὶν: δοιοῖ δ’ ἔντοσθεν ὀχῆεσ εἶχον ἐπημοιβοί
Comments on 12.121
msA 12.E8: τῇ ρ’ ἰθὺς φρονέων, τὸ ἰθὺς φρονέων προς τὴν δόκησιν τοῦ ἀσίου φησὶ δύναται δὲ τὸ φρονέων , καὶ καθ εἀυτὸ παραλαμβάνεσθαι ἀντι τοῦ βουλευόμενος ⁑
Comments on 12.124
msA 12.E9: ‡ ὀξέα κεκλήγοντες: ὡς ἀρήγοντες οὐ γὰρ τὸ κεκληγότες ἐπλεόνασεν τὸ ν οὐδὲ παρα τὸ ὀξεα κεκληγώς ἐκλήθη ἀλλα παρα τὸ κέκληγα γέγονεν ὁ ἐνεστῶς κεκλήγω ὡς παρα τὸ ἄνωγα ἀνώγω πέπληγα πεπλήγω ἔνθεν τὸ ἐπέπληγον πόδες ἵππων : ἀκόλουθος δὲ τῷ κεκλήγω μετοχὴ ἡ κεκλήγων ἔνθεν τὸ κεκλήγοντες ⁑
Comments on 12.125
previous | next |
---|---|
msA 156r | msA 157r |