Venetus A (Marciana 454 = 822), folio 161, recto
previous | next |
---|---|
msA 160v | msA 161v |
Iliad text (25 lines)
Iliad 12.328: ἴ̈ομεν. ἠέ τῳ εὖχος ὀρέξομεν. ἠέ τις ἡμῖν:
Commented on by msA 12.H29
Iliad 12.329: ὡς ἔφατ’. οὐδὲ Γλαῦκος ἀπετράπετ’, οὐδ’ ἀπίθησε:
Iliad 12.330: τὼ δ’ ἰ̈θὺς βήτην, Λυκίων μέγα ἔθνος ἄγοντε.
Commented on by msAim 12.H10
Iliad 12.331: τοὺς δὲ ἰ̈δὼν ῥίγησ’ υἱὸς Πετεῶο , Μενεσθεύς :
Iliad 12.332: τοῦ γὰρ δὴ πρὸς πύργον ἴσαν κακότητα φέροντες.
Iliad 12.333: πάπτηνεν δ’ ἀνα πύργον Ἀχαιῶν . εἴ τιν’ ἴ̈δοιτο
Iliad 12.334: ἡγεμόνων, ὅς τίς οἱ αρὴν ἑτάροισιν ἀμύναι:
Iliad 12.335: ἐς δ’ ἐνόησ’ Αἴαντε δύω πολέμου ἀκορήτω
Commented on by msA 12.H31
Iliad 12.336: ἑσταότας. Τεῦκρόν τε, νέον κλισίηθεν ἰ̈όντα:
Commented on by msAim 12.H11
Iliad 12.337: ἐγγύθεν. ἂλλ’ οὔ πώς οἱ ἔην βώσαντι γεγωνεῖν.
Commented on by msA 12.H32
Iliad 12.338: τόσσος γὰρ κτύπος ῆεν, ἀϋτὴ δ’ οὐρανὸν ἷ̈κε
Iliad 12.339: βαλλομένων σακέων τε καὶ ἱπποκόμων τρυφαλειῶν:
Iliad 12.340: καὶ πυλέων. πᾶσαι γὰρ ἐπῴχατο. τοὶ δὲ κατ’ αὐτὰς.
Commented on by msAint 12.H4, msA 12.H33, msA 12.H34, msAext 12.H2
Iliad 12.341: ἱ̈στάμενοι. πειρῶντο βίῃ ῥήξαντες ἐσελθεῖν:
Iliad 12.342: αἶψα δ’ ἐπ’ Αἴαντα προΐει κήρυκα Θοώτην :
Commented on by msA 12.H35
Iliad 12.343: ἔρχεο δῖε Θοῶτα : θέων Αἴαντα κάλεσσον:
Commented on by msA 12.H36
Iliad 12.344: ἀμφοτέρω μὲν μᾶλλον. ὃ γάρ κ’ όχ’ ἄριστον ἁπάντων
Iliad 12.345: εἴη. ἐπεὶ τάχα τῇδε τετεύξεται αἰπὺς ὄλεθρος:
Iliad 12.346: ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοὶ. οἳ τὸ πάρος περ
Commented on by msA 12.H37
Iliad 12.347: ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας:
Commented on by msAim 12.H12
Iliad 12.348: εἰ δέ σφιν καὶ κεῖθι πόνος καὶ νεῖκος ὄρωρεν,
Commented on by msA 12.H38, msA 12.H39
Iliad 12.349: ἀλλά περ οἶος ̈ἴτω Τελαμώνιος Αἴας .
Iliad 12.350: καί οἱ Τεῦκρος ἅμ‘ σπέσθω, τόξων ἐῦ εἰδώς:
Commented on by msAint 12.H5, msA 12.H40
Iliad 12.351: ὡς ἔφατ’. οὐδ’ ἄρα οἱ κῆρυξ ἀπίθησεν ἀκούσας:
Iliad 12.352: βῆ δὲ θέειν παρὰ τεῖχος Ἀχαιῶν χαλκοχιτώνων
Commented on by msAim 12.H13
Other texts (20 passages)
Scholia group: msAint
msAint 12.H4: ουτ Ἀρισταρχ πᾶσας γὰρ ἐπώχατ :
Comments on 12.340
msAint 12.H5: καὶ Ἀριστοφ ἠθετ
Comments on 12.350
Scholia group: msAil
msAil 12.H34: η τινι
Comments on 12.328@ἠέ-τῳ
msAil 12.H35: προεβλέψατ
Comments on 12.333@πάπτηνεν
msAil 12.H36: βλάβην
Comments on 12.334@αρὴν
msAil 12.H37:
Comments on 12.337@οὔ-ἔην
msAil 12.K1: βοήσαντι ἀκουσθῆναι:
Comments on 12.337@βώσαντι-γεγωνεῖν
msAil 12.H38: άγαν βίαιοι καὶ μεγάλην ορμὴν τοῖς έργοις ποιοῦντες :
Comments on 12.347@ζαχρηεῖς
Scholia group: msAim
msAim 12.H10: ουτ Ἀρισταρχ μέγα έθνος ἄγοντε δυϊκῶς ⁑
Comments on 12.330
msAim 12.H11: οτ αντ νεωστὶ ⁑
Comments on 12.336
msAim 12.H13: γραγεται κατα τεῖχος :
Comments on 12.352
Scholia group: msA
msA 12.H30: πάπτηνεν δ’ ἀνα πύργον Ἀχαιῶν τὸ Ἀχαιῶν ἑκατέροις δύναται προσδίδοσθαι, βέλτιον δὲ τοῖς προτέροις, ἐπεὶ τὸ ἡγεμόνων ἐπιφέρεται, καὶ ἄλλως φησὶν ἑξῆς βῆ δὲ θέειν κατα τεῖχος Ἀχαιῶν ⁑
Comments on 12.333-12.334
msA 12.H31: ἐς δ’ ἐνόησ’ Αἴαντε δύω ⁑ ὅτι ἐν τοῖς ἀριστεροῖς μέρεσι τοῦ ναστάθμου γέγονεν ἡ μάχη ὅπου καὶ οἱ Ἄναντες ἐσκίνουν ⁑
Comments on 12.335
msA 12.H33: καὶ πυλέων πᾶσαι γὰρ ἐπῴχατ : ὅτι πᾶσας ἀντι τοῦ ὅλας οὐ γὰρ ῆσαν πολλαὶ πύλαι ἀλλὰ μία τὸ δὲ ἐπῴχατο δια τοῦ α καὶ σὺν τῷ ϊ οἷον ἐπικεκλιμέναι ῆσαν ἐπέκειντο Ζηνόδοτ ἐπῴχετο ⁑
Comments on 12.340
msA 12.H35: αῖψα δ’ ἐπ Αἴαντα προΐει: ὅτι οἰκεῖον ὄνομα κήρυκος ἀπο τοῦ ταχύνειν, καὶ ὅτι ὀνοματθετικὸς ὁ ποιητής Ζηνοδοτος δὲ ἐν αμφοτέροις τοῖς στίχοις Αἴαντε γράφειν ⁑
Comments on 12.342
msA 12.H36: ἔρχεο δῖε Θοῶτα : ὅτι παρετυμολογεῖ τὸν Θοώτην ἀπο τοῦ θέειν: τὸ δὲ ἔρχεο ἐν ΐσῳ τῷ πορεύου: στικτέον δὲ ἐπὶ το Θοῶτα ἡ συναπτέον ὡς πολλάκις εἴρηται ⁑
Comments on 12.343
msA 12.H37: ῶδε γὰρ ἔβρισαν: προς Ζηνόδοτ ὅτι ἔοικεν ἐξειληφέναι τὸ ῶδε πηκὸς ἑξῆς γὰρ γράφει εἰ δέ σφιν κακεῖσε . ἔστι δὲ ἀντι τοῦ οὕτω ⁑
Comments on 12.346
msA 12.H38: εἰ δέ σφιν καὶ κεῖθι ὅτι Ζηνοδοτ γράφει εἰ δέ σφιν κακεῖσαι ἔστι δὲ αντ του ουτ ⁑
Comments on 12.348
msA 12.H39: δὲ εἰ εἰς ἐκεῖνον τὸν τόπον πόλεμός εστιν ἀλλ εν εν εκείνῳ ⁑
Comments on 12.348
msA 12.H40: καί οι Τεῦκρος ἅμ’ επέσθω: ἀθετεῖται, οὺ γαρ γὰρ πιθανὸν ὥσπερ ἐξ επισταγματος παρεῖναι τὸν Τεῦκρον δια παντὸς γὰρ ὑπασπιστὴς Αἴαντος φαίνεται ⁑
Comments on 12.350
previous | next |
---|---|
msA 160v | msA 161v |