Venetus A (Marciana 454 = 822), folio 161, verso
previous | next |
---|---|
msA 161r | msA 162r |
Iliad text (25 lines)
Iliad 12.353: στῆ δὲ παρ’ Αἰάντεσσι κιών. εἶθαρ δὲ προσηύδᾶ.
Iliad 12.354: Αἴαντ ‘. Ἀργείων ἡγήτορε χαλκοχιτώνων:
Iliad 12.355: ἠνώγει Πετεῶο διοτρεφέος φίλος υἱὸς
Iliad 12.356: κεῖσ’ ΐμεν. ὄφρα πόνοιο μίνυνθά περ ἀντιάσητον:
Iliad 12.357: ἀμφοτέρω μὲν μᾶλλον. ὃ γάρ κ’ όχ’ άριστον ἁπάντων
Iliad 12.358: εἴη. ἐπεὶ τάχα κεῖθι τετεύξεται αἰπὺς ὄλεθρος.
Iliad 12.359: ὧδε γὰρ ἔβρισαν Λυκίων ἀγοί. οἳ τὸ πάρος περ
Commented on by msA 12.J11
Iliad 12.360: ζαχρηεῖς τελέθουσι κατὰ κρατερὰς ὑσμίνας:
Commented on by msAim 12.J6
Iliad 12.361: εἰ δὲ καὶ ἐνθάδε περ πόλεμος καὶ νεῖκος ὄρωρεν.
Iliad 12.362: ἀλλά περ οἶος ἴ̈τω Τελαμώνιος ἄλκιμος Αἴᾶς :
Iliad 12.363: καί οἱ Τεῦκρος ἅμ ‘ σπέσθω τόξων εὖ εἰδώς:
Commented on by msA 12.J12
Iliad 12.364: ὡς ἔφατ’. οὐδ’ ἀπίθησε μέγας Τελαμώνιος Αἴας :
Iliad 12.365: αὐτίκ’ Ὀϊλιάδην ἔπεα πτερόεντα προσηύδα:
Commented on by msA 12.J13
Iliad 12.366: Αἶαν . σφῶϊ μὲν αὖθι, σὺ καὶ κρατερὸς Λυκομήδης
Commented on by msA 12.J14
Iliad 12.367: ἑσταότες. Δαναοὺς ὀτρύνετον ἶφι μάχεσθαι:
Iliad 12.368: αὐτὰρ ἐγὼ κεῖσ’ εἶμι. καὶ ἀντιόω πολέμοιο:
Commented on by msA 12.J15
Iliad 12.369: αῖψα δ’ ἐλεύσομαι αὖτις. ἐπὴν εὖ τοῖς ἐπαμύνω:
Iliad 12.370: ὡς ἄρα φωνήσας ἀπέβη Τελαμώνιος Αἴας :
Iliad 12.371: καί οἱ Τεῦκρος ἅμ’ ἤϊε κασίγνητος καὶ όπατρος:
Commented on by msAim 12.J7
Iliad 12.372: τοῖς δ’ ἅμα Πανδίων . Τεύκρου φέρε καμπύλα τόξα:
Iliad 12.373: εὖτε Μενεσθῆος μεγαθύμου πύργον ΐκοντο
Iliad 12.374: τείχεος ἐντὸς ἰόντες ἐπειγομένοισι δ’ ΐκοντο.
Iliad 12.375: οἷ δ’ ἐπ’ ἐπάλξεις βαῖνον ἐρεμνῇ λαίλαπι ἴ̈σοι
Commented on by msA 12.J17
Iliad 12.376: ἴ̈φθιμοι Λυκίων ἡγήτορες ἠδὲ μέδοντες:
Iliad 12.377: σὺν δ’ εβάλοντο μάχεσθαι ἐναντίον. ὦρτο δ’ ἀϋτή.
Other texts (9 passages)
Scholia group: msAil
msAil 12.J19: ευθέως
Comments on 12.353@εἶθαρ
msAil 12.K3: α
Comments on 12.363@ἅμ’
Scholia group: msAim
msAim 12.J6: πεσπαστ ὡς εὐγενεῖς:
Comments on 12.360
Scholia group: msA
msA 12.J11: ὧδε γὰρ ἔβρισαν: ὅτι Ζηνοδοτ γράφει κεῖσε γὰρ ἔβρισαν οὐχ ὑγιῶς εἰς ἐκεῖνον τὸν τόπον: δεῖ γὰρ ἐν εκείνω τῷ τόπῳ δεῖ δὲ γράφειν ῶδε τὸ γαρ λεγόμενόν ἐστιν οὕτως ἐπεβάρησαν ὥστε χρείαν ἔχειν ἡμᾶς συμμαχίας ⁑
Comments on 12.359
msA 12.J13: αὐτίκ’ Ὀϊλιάδην : ὅτι Ζηνόδοτ γράφει αὐτίκ’ αρ Ἰλιάδην Ὀϊλιάδην δὲ δια παντὸς Ὅμηρος λέγει, καὶ ὅτι λείπει ἡ πρός ⁑
Comments on 12.365
msA 12.J14: Αἶαν σφῶϊ μὲν, ὅτι Ζηνόδοτος γράφει σφῶε : τοῦτο δέ ἐστιν αὐτοὺς ὅπερ οὐχ αρμόζει. τὸ δὲ σφῶϊ ὑμεῖς ⁑
Comments on 12.366
msA 12.J15: αὐτὰρ ἐγὼ κεῖς εἶμι ὅτι Ζηνόδοτος γράφει κεῖθι , τοῦτο δὲ σημαίνει ἐν εκείνῳ τῷ τόπω: τὸ δὲ ἐκεῖσε εἰς εκεῖνον τὸν τόπον πορεύσομαι ὅπερ νῦν ἁρμόζει ⁑
Comments on 12.368
msA 12.J16: τείχεος ἐντὸς ϊόντες ὑποστικτέον ἐπι τὸ ϊόντες καὶ ἵ̈κοντο περισσεύει δὲ ὁ ἑξῆς σύνδεσμος ὁ οἷ δ’ ἐπ επάλξεις βαῖνον ⁑
Comments on 12.374-12.375
msA 12.J17: οἱ δ’ ἐπ’ ἐπάλξεις βαῖνον ὅτι εἰ μη νοήσωμεν κρόσσας τὰς κλίμακας: πῶς ἂν ἄλλως δύναιτο ἀναβαίνειν ἐπι τὸ τεῖχος ⁑
Comments on 12.375
previous | next |
---|---|
msA 161r | msA 162r |