Venetus A (Marciana 454 = 822), folio 162, recto

previousnext
msA 161vmsA 162v

Iliad text (25 lines)


Iliad 12.378: Αἴας δὲ πρῶτος Τελαμώνιος ἄνδρα κατέκτα


Iliad 12.379: Σαρπήδοντος ἑταῖρον Ἐπικλῆα μεγάθυμον

Commented on by msA 12.G31


Iliad 12.380: μαρμάρῳ ὀκριόεντι βαλὼν, ὅ ῥα τείχεος ἐντὸς


Iliad 12.381: κεῖτο μέγας παρ’ ἔπαλξιν ὑπέρτατος, οὐδέ κέ μίν ῥέα


Iliad 12.382: χειρί γε τῇ ἑτέρῃ φέροι ἀνὴρ οὐδὲ μάλ’ ἡβῶν

Commented on by msA 12.G32, msAext 12.G3, msAim 12.G6


Iliad 12.383: οἷοι νῦν βροτοί εἰσ’. ὁ δ’ ἂρ ὑψόθεν ἔμβαλ’ ἀείρας.

Commented on by msAim 12.G7


Iliad 12.384: θλάσσε δὲ τετράφαλον κυνέην: σὺν δ’ ὀστέ’ ἄραξε


Iliad 12.385: πάντ’ ἄμυδις κεφαλῆς, ὁ δ’ ἂρ, ἀρνευτῆρι ἐοικὼς

Commented on by msA 12.G33


Iliad 12.386: κάππεσ’ ἀφ’ ὑψηλοῦ πύργου λίπε δ’ ὀστέα θυμός:

Commented on by msAim 12.G8


Iliad 12.387: Τεῦκρος δὲ Γλαῦκον κρατερὸν παῖδ’ Ἱ̈ππολόχοιο


Iliad 12.388: ἰ̈ῷ ἐπεσσύμενον βάλε τείχεος ὑψηλοῖο

Commented on by msA 12.G34


Iliad 12.389: ᾗ ῥ’ ΐδε γυμνωθέντα: βραχίονα: παῦσε δὲ χάρμης:

Commented on by msA 12.G35


Iliad 12.390: ὰψ δ’ ἀπο τείχεος ἆλτο λαθὼν. ἵ̈να μή τις Ἀχαιῶν


Iliad 12.391: βλήμενον. ἀθρήσειε καὶ εὐχετόῳτ’ ἐπέεσσι:

Commented on by msA 12.G36


Iliad 12.392: Σαρπήδοντι δ’ ἄχος γένετο, Γλαύκου ἀπιόντος


Iliad 12.393: αὐτίκ’ ἐπεί τ’ ἐνόησεν: ὅμως δ’ οὐ λήθετο χάρμης:

Commented on by msA 12.G37


Iliad 12.394: ἀλλ’’ ὅ γε Θεστορίδην Ἀλκμάονα δουρὶ τυχήσας

Commented on by msA 12.G38


Iliad 12.395: νύξ’: ἐκ δ’ ἔσπασεν ἔγχος. ὁ δ’ ἑσπόμενος πέσε δουρὶ


Iliad 12.396: πρηνὴς. ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ:


Iliad 12.397: Σαρπηδὼν δ’ ὰρ ἔπαλξιν ἑλὼν χερσὶ στιβαρῇσιν


Iliad 12.398: ἕλχ’. ἡ δ’ ἕσπετο πᾶσα διαμπερὲς, αὐτὰρ ὕπερθε


Iliad 12.399: τεῖχος ἐγυμνώθη. πολέεσσι δὲ θῆκε κέλευθον:


Iliad 12.400: τὸν δ’ Αἴας καὶ Τεῦκρος ὁμαρτήσανθ’. ὁ μὲν ἰ̈ῷ

Commented on by msAint 12.G11


Iliad 12.401: βεβλήκει τελαμῶνα περὶ στήθεσφι φαεινὸν

Commented on by msAint 12.G12


Iliad 12.402: ἀσπίδος ἀμφιβρότης, ἀλλὰ Ζεὺς κῆρας ἄμυνε


Other texts (17 passages)


Scholia group: msAext

msAext 12.G3: χείρεσ’ αμφοτερῃσι

Comments on 12.382


Scholia group: msAint

msAint 12.G11: οτ προς τὸ δεύτερον πρότερον ἀπήντησεν:

Comments on 12.400


Scholia group: msAil

msAil 12.G34: λίθω τραχεῖ

Comments on 12.380@μαρμάρῳ-ὀκριόεντι


msAil 12.G35: ανωτάτω

Comments on 12.381@ὑπέρτατος


msAil 12.G36: κυβηστῆρη

Comments on 12.385@ἀρνευτῆρι


msAil 12.G37: καθήλατο

Comments on 12.390@ἆλτο


msAil 12.G38: επι πρόσωπον

Comments on 12.396@πρηνὴς


msAil 12.G39: ομοῦ καὶ ὑπο τὸν αὐτὸν καιρὸν ἀφέντες τὰ δόρατ

Comments on 12.400@ὁμαρτήσανθ’


Scholia group: msAim

msAim 12.G6: χείρεσ’ ἀμφοτέρῃς ἔχοι ⁑

Comments on 12.382


msAim 12.G8: γράφεται ἀπ ευεργέος

Comments on 12.386


Scholia group: msA

msA 12.G31: ‡ Σαρπήδοντος ἑταῖρον: τρίτη ἀπο τέλους ἡ ὀξεῖα ὡς χαλκώδοντος οὐ γὰρ δύναται ἔτι φυλάσσεσθαι ὁ τόνος τῆς Σαρπηδόνος γενικῆς δια τὸ μηδέποτε τὰ εἰς ων ὀνόματα ὀξύτονα ἐπιδέχεσθαι τὴν δια τοῦ ν κλῆσιν ἔνθεν γὰρ καὶ τὸ ἑκὼν μετοχή:

Comments on 12.379


msA 12.G33: ἀρνευτῆρι εοικῶς : ἀρνευτηρ ὁ κυβιστὴρ παρα τοὺς ἄρνας οὔτοι γὰρ κυβιστῶσιν ὥσπερ τὸν ἀέρα ταράττοντες: τινὲς δὲ τῷ δελφῖνι οἱ γὰρ ἄρσενες ἐπι κεφαλὴν ἵ̈ενται ὅτ ἂν γαλήνῃ γένηται ⁑

Comments on 12.385


msA 12.G34: ἰ̈ῶ ἐπεσσύμενον: οὐ πάντως διασταλτέον ἐπι τὸ ϊῷ καν συνάπτηται γὰρ ὁ στίχος δύναται ὑπερβατὸν νοεῖσθαι: ἰῷ βάλεν ἐπεσσύμενον τείχεος ἀντι τοῦ ἐπὶ τὸ τεῖχος ⁑

Comments on 12.388


msA 12.G35: ᾕ ρ’ ΐδε γυμνωθέντα βραχίονα: καθ ὸ μέρος ἐθεάσατο αὐτοῦ τὸν βραχίονα γεγυμνωμένον ⁑

Comments on 12.389


msA 12.G36: βλήμενον ἀθρήσειε, ψιλωτέον πᾶν γὰρ φωνῆεν προ δασέος καὶ τοῦ ρ ψιλοῦται ἴθρις Ὀθρυς : ἄχρις ἀφρός ὄφρα : ὑπεσταλμένου τοῦ ἄθρους προς διάφορον σημαινόμενον προδηλον δὲ κακ τῆς συναλιφῆς ὅτι ψιλοῦται η δ’ ουτ’ ἀθρῆσαι δύνατο ⁑

Comments on 12.391


msA 12.G37: αὐτίκ’ ἐπεί τ’ ἐνοησεν: τὸ ἑξῆς ἐστιν ἐπεὶ ἐνόησε παρέλκοντος τοῦ τε δι ὃ τὴν πει συλλαβὴν ὀξυτνητέον : τοῦ δε ὅμως τὴν προτέραν ὀξυτονητεον ἔστι γὰρ σύνδεσμος, προ εἴρηται δὲ τὸ αἴτιον

Comments on 12.393


msA 12.G38: ἀλλ’ ὅ γε Θεστορίδην Ἀλκμάονα : ὅτι οὐ Κάλχαντος ἀδελφὸς Ἀλκμάων ἀλλ’ ὁμώνυμος ἐπεὶ προσεθηκεν ἄν τι εἰς διάγνωσιν

Comments on 12.394


previousnext
msA 161vmsA 162v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1