Venetus A (Marciana 454 = 822), folio 166, verso
previous | next |
---|---|
msA 166r | msA 167r |
Iliad text (25 lines)
Iliad 13.126: ἀμφὶ δ’ ὰρ, Ἀίαντας δοιοὺς ἵ̈σταντο φάλαγγες
Commented on by msA 13.166v1
Iliad 13.127: καρτεραὶ: ἃς οὔτ’ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθὼν.
Iliad 13.128: οὔτέ κ’ Ἀθηναίη λαοσσόος: οἱ γὰρ ἄριστοι
Iliad 13.129: κρινθέντες. Τρῶάςτε καὶ Ἕκτορα δῖον ἔμιμνον:
Iliad 13.130: φράξαντες δόρυ δουρὶ, σάκος σάκεϊ προθελύμνωι:
Iliad 13.131: ἀσπὶς ὰρ ἀσπιδ’ ἔρειδε. κόρυς κόρυν. ἀνέρα δ’ἀνήρ:
Iliad 13.132: ψαῦον δ’ ἱ̈ππόκομοι κόρυθες λαμπροῖσι φάλοισι
Commented on by msA 13.166v2, msA 13.166v3
Iliad 13.133: νευόντων, ὡς πυκνοὶ ἐφέστασαν ἀλλήλοισιν:
Iliad 13.134: ἔγχεα δὲ πτύσσοντο θρασειάων ἀπο χειρῶν
Iliad 13.135: σειόμεν’. οἳ δ’ ϊθύς φρόνεον, μέμασαν δὲ μάχεσθαι:
Commented on by msA 13.166v4
Iliad 13.136: Τρῶες δὲ προὔτυψαν ἀολλέες. ἦρχε δ’ ὰρ’ Ἕκτωρ
Iliad 13.137: ἀντικρὺ μεμαὼς, ὁλοοίτροχος ὡς ἀπο πέτρης.
Commented on by msA 13.166v5
Iliad 13.138: ὅν τε κατὰ,στεφάνης ποταμὸς χειμάρροος ὤσηι.
Commented on by msA 13.166v6
Iliad 13.139: ῥήξας ἀσπέτωι ὄμβρωι ἀναιδέος, ἔχματα πέτρης.
Iliad 13.140: ὕψι τ’ ἀναθρώισκων πέτεται: κτυπέει δέ θ’ ὑπ’ αὐτοῦ
Commented on by msA 13.166v7
Iliad 13.141: ὕλη: ὁ δ’ ἀσφαλέως θέει ἔμπεδον. ἕως ί̈κηται
Iliad 13.142: ἰ̈σόπεδον. τότε δ’ οὔ τι κυλίνδεται ἐσσυμενός περ:
Iliad 13.143: ὡς Ἕκτωρ , εἴως μὲν ἀπείλει μέχρι θαλάσσης
Commented on by msA 13.166v8, msA 13.166v9
Iliad 13.144: ῥεῖα δ’ ἐλεύσεσθαι κλισίας καὶ νῆας Ἀχαιῶν
Iliad 13.145: κτείνων:ἂλλ’ ὅτε δὴ πυκινῆις ἐνέκυρσε φάλαγξι.
Iliad 13.146: στῆ ῥα μάλ’ ἐγχριμφθεὶς. οἱ δ’ ἀντίοι υἷες Ἀχαιῶν
Commented on by msAil 13.166v1
Iliad 13.147: νύσσοντες ξίφεσίντε καὶ ἔγχεσιν ἀμφιγύ ν οισιν.
Commented on by msA 13.166v10, msAext 13.166v1
Iliad 13.148: ὦσαν ἀπὸ σφείων. ὁ δὲ χασσάμενος πελεμίχθη.
Commented on by msA 13.166v11, msA 13.166v12
Iliad 13.149: ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς:
Iliad 13.150: Τρῶες . καὶ Λύκιοι . καὶ Δάρδανοι ἀγχιμαχηταί.
Other texts (14 passages)
Scholia group: msA
msA 13.166v1: ‡ καρτεραί: ἃς οὐτ άν κεν Ἄρης νόσαιτο μετελθῶν: προς τὴν τοῦ χρόνου ἀλλαγὴν ἔστι γὰρ ἀντι τοῦ ωνόσατο καὶ ὅτι δὶς παρείληφε τὸν σύνδεσμον αν αὶ κεν
Comments on 13.126
msA 13.166v2: ἱππόκομοι κόρυθος προπαροξυτονητέον τὸ ἱππόκομοι ἡ γὰρ κόμη ἔγκειται οὐ τὸ κομῶ οὕτως οὖν ἀναγνωστέον κυπαρισσόκομος καλλίκομος. τὰ δ’ ἀπο τῶν εἰς η ηγόντων θηλυκῶν συντιθέμενα καὶ μεταβάλλοντα τὸ τέλος εἰς τὴν εἰς ος ατάληξιν προπαροξύνεται: ἄφωνος ἄναυδος. οὕτως ἱππόκομος τότε μέντοι παροξυτονητέον τὸ ἱπποκόμος ὅτε τὸ κομεῖν ἔγκειται: Νεστορέας ὲν ἔπειθ’ ἵππους θεράποντε κομείτην
Comments on 13.132
msA 13.166v3: φάλοισι συρίγγια ἐπι τῶν μετώπων εἰς ἃ καθίενται οἱ λόφοι ὥστε τοὺς ἐκ τῶν κορύθων λόφοις ψαύειν ἀλλήλων ⁑
Comments on 13.132
msA 13.166v4: σειόμεν, οὶ δ’ ϊθὺς φρόνεον. βραχὺ διασταλτέον ἐπι τὸ φρόνεον: τὸ γὰρ ἑξῆς οἱ δ’ ϊθὺς φρόνεον μάχεσθαι κὰι μέμασαν ⁑
Comments on 13.135
msA 13.166v5: ὀλοοιτροχος: λιθ εριφερὴς καὶ στρογγυλ ἐν τῶι τρέχειν ὀλοός ἐπεὶ καταφερόμενος πὰν τὸ ἐμπίπτον βλάπτη: Δημητριος ὁ Γονύπεσος ασύνει ἵν ἧι ὁ λόγος τροχοειδὴς καὶ κατα πᾶν μερος ἀστήρικτος τῶι δε τόνῳ ὡς κακότροπος οὕτως δ’ καὶ Ἡρμαπίας αὶ Νικίας αὶ Ἀριστέας αὶ Ἀριστόνικος κόμανος δὲ καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ιλοῦσι καὶ παροξύνουσιν ἀκούοντες τὸν ἐπι τὸ τρέχειν ὁλοὸν καὶ δεινον ἐπένθεσις δὲ του ϊ εριττή καὶ ωρὶς αὐτοῦ σώζεται τὸ μέτρον καὶ ἔδει αὐτῶι ἀναλογησαι, τῶι Ἄτλαντος θυγάτηρ λοόφρονος. Δημόκριτος ὲ τὸ κυλινδρικον σχῆμα ὀλοοίτροχον καλεῖ. καλῶς δὲ βάρβαρον καὶ ἄλογον ορμην ἀψύχω βάρει εἴκασεν δια παντὸς τό που κυλινδουμέν
Comments on 13.137
msA 13.166v6: στεφάνης: περικεφαλαίοις ἡ ὄ+ρους ἐξοχῆς νῦν δὲ λείας πέτρας ⁑
Comments on 13.138
msA 13.166v7: ὕψι ὡς οἴκοθι καὶ ἀγχι ὡς φησὶ πτολεμαῖος . τινὲς δὲ τοῦτο ὀξύνουσιν ὑψί.⁑
Comments on 13.140
msA 13.166v8: ὡς ἕκτωρ ἵως μὲν τὸ εἵως νταῦθα κεῖται ἀντι τοῦ τεώς διὅπερ οὔτε στιγμὴν οὔτε ἀντ απόδοσιν ἔχει ἐπι φερομένην⁑
Comments on 13.143
msA 13.166v9: απειλει ἠπείλει ὑπισχνεῖτο ἐσθ’ ὅτε δὲ τὸ καυχᾶται καὶ ἐπι πλήσσει δηλοῖ⁑
Comments on 13.143
msA 13.166v10: νύσσοντες ξίφεσίν τε καὶ ἔχεσιν μφιγύιοισιν προς τὸ ἀμφιγύιοισιν τι οἱ μὲν ἐπεὶ ἀμφοτέραις ταῖς χερσὶ διερείδοντες χρῶνται: οἱ δὲ ἀπο τοῦ γυῶσαι ὅτι βλάπτει ἀμφοτέρωθενοἱ δὲ μεταφορικῶς ἀπο τῶν γυιῶν τι ἑκατέρωθεν ἄκρον ἔχει γυῖα γὰρ τὰ ἄκρα⁑
Comments on 13.147
msA 13.166v11: ὧσαν ἀπο σφείων ὁ δὲ χασάμενος ελεμίχθη ὅτι Ζηνόδοτος ρἀφει ὁ δὲ χάσσατο πολλὸν ὀπίσω, ἠγνόησε δὲ ὅτι τὰ ἐμπεπηγοτ όρατα τῃ ἀσπίδι ἀναχωροῦντες διατινάσσουσιν ἵνα ἀποπέσῃ ⁑
Comments on 13.148
msA 13.166v12: ιαπρύσιον: δια παντὸσ του πέρατοσ ἀκουσθῆναι δυνάμενον ἢ διαπεράσιμενον εἰσ ἀκοάσ: ἠ διαπύρσιον διαφανὲσ καὶ σημαντικόν ⁑
Comments on 13.148
Scholia group: msAil
msAil 13.166v1: ἐνερίσας ⁑
Comments on 13.146
Scholia group: msAext
msAext 13.166v1: ἀμφιγύοισιν
Comments on 13.147
previous | next |
---|---|
msA 166r | msA 167r |