Venetus A (Marciana 454 = 822), folio 168, verso
previous | next |
---|---|
msA 168r | msA 169r |
Iliad text (25 lines)
Iliad 13.230: τῶ νῦν μήτ’ ἀπόληγε κέλευέ τε φωτὶ ἑκάστῳ:
Iliad 13.231: τὸν δ’ ἠμείβετ’ ἔπειτα Ποσιδάων ἐνοσίχθων:
Commented on by msAext 13.168v1
Iliad 13.232: ‘Ἰδομενεῦ , μὴ κεῖνος ἀνὴρ ἔτι νοστήσειεν
Iliad 13.233: ἐκ Τροίης . ἂλλ’ αὖθι κυνῶν μέλπηθρα γένοιτο:
Commented on by msA 13.168v1
Iliad 13.234: ὅς τις ἐπ’ ἤματι τῷδε ἑκὼν μεθίῃσι μάχεσθαι:
Iliad 13.235: ἂλλ’ ἄγε τεύχεα δεῦρο λαβὼν ἴ¨θι, ταῦτα δ’ ἅμα χρὴ
Iliad 13.236: σπεύδειν, αἴ κ’ ὄφελός τι γενώμεθα καὶ δύ’ ἐόντε,
Commented on by msA 13.168v2
Iliad 13.237: συμφερτὴ δ’ ἀρετὴ πέλει ἀνδρῶν καὶ μάλα λυγρῶν:
Commented on by msA 13.168v3, msAil 13.168v1, msAim 13.168v1
Iliad 13.238: νῶϊ δὲ καί κ’ ἀγαθοῖσιν ἐπιστάμεσθα μάχεσθαι:
Commented on by msAext 13.168v2
Iliad 13.239: ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν:
Iliad 13.240: ἰ̈δομενεὺς δ’ ὅτε δὴ κλισίην εΰτυκτον ΐκανε,
Commented on by msAext 13.168v3
Iliad 13.241: δύσετο τεύχεα καλὰ περὶ χροῒ: γέντο δὲ δοῦρε:
Iliad 13.242: βῆ δ’ ΐμεν ἀστεροπῇ ἐναλίγκιος, ἥν τε Κρονίων
Iliad 13.243: χειρὶ λαβὼν ἐτίναξεν ἀπ’ αἰγλήεντος Ὀλύμπου .
Iliad 13.244: δεικνὺς σῆμα βροτοῖσιν: ἀρίζηλοι δέ οι αὐγαί:
Iliad 13.245: ὣς τοῦ χαλκὸς ἔλαμπε περι στήθεσσι θέοντος:
Commented on by msAim 13.168v2
Iliad 13.246: Μηριόνης δ’ ἄρα οἱ θεράπων ἐῢς ἀντεβόλησεν
Commented on by msAint 13.168v1, msA 13.168v4
Iliad 13.247: ἐγγὺς ἔτι κλισίης. μετὰ γὰρ δόρυ χάλκεον ῄει
Iliad 13.248: οἰσόμενος: τὸν δὲ προσέφη σθένος Ἰ¨δομενῆος :
Iliad 13.249: ‘Μηριόνη . Μόλου υἱὲ, πόδας ταχὺ. φίλταθ’ ἑταίρων.
Iliad 13.250: τίπτ’ ἦλθες, πόλεμόν τε λιπὼν καὶ δηϊοτῆτα
Iliad 13.251: ἦ έτι βέβληαι. βέλεος δέ σε τείρει ἀκωκή.
Iliad 13.252: ἦ έτευ ἀγγελίης μετ’ ἔμ’ ἤλυθες; οὐδέ τοι αὐτὸς
Commented on by msAil 13.168v2, msAim 13.168v3
Iliad 13.253: ῆσθαι ἐνι κλισίῃσι λιλαίομαι. ἀλλὰ μάχεσθαι:
Iliad 13.254: τὸν δ’ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηύδᾱ.
Other texts (13 passages)
Scholia group: msA
msA 13.168v1: μελπηθρα ἐμπαίγματα παίγνια μετα κόρον γὰρ σφαιρίζουσι τὰς σάρκας οἱ κῦνες λέων δὲ τὸ πᾶν ἐσθίει καὶ Κύκλωψ ἤσθιε δὲ ὥστε λέων ⁑
Comments on 13.233
msA 13.168v2: σπεύδειν αἴκ’ ὄφελος τι ὅτι τοῦ σπεύδειν ὐκ ἐστιν ἐπι τοῦ ταχύνειν λλ επι τοῦ ἐνεργεῖν ⁑
Comments on 13.236
msA 13.168v3: συμφερτὴ δ’ ἀρετὴ πέλει, τὸ τῆς συναλιφῆς σημεῖον ὑπὸ τὰς τελευταίας δύο λέξεις θετέον ἐξ ἀμφοτέρων γὰρ ἓν δηλοῦται τὸ λυγροτάτων πρὸς ὃ καὶ Ἀρίσταρχος ημειοῦται τὸν στίχον ἵν ᾖ ὁ λόγος συμφερητὴ τίς νδρῶν ἀρετὴ καὶ τῶν ἀσθενεστάτων οἷον οὐ μόνον κατὰ ἕνα ἀλλὰ καὶ κατὰ πλῆθος ἐστί τις ἀρετὴ νοουμένη κὰν εἷς ἕκαστος ἀσθενὴς ἦ καθ αὑτόν. εὰν δὲ χωρίζωμεν τὰς δύο λέξεις εὐεμπτῶτως ἕξομεν ἐπι τὸ ἀπεμφαῖνον ἐστὶ τοιοῦτο: συμφορητή τις ἀρετὴ ἀνδρῶν ἐστι καὶ μάλιστα τῶν ἀσθενῶν ὅπερ οὐκ ἔστιν ⁑
Comments on 13.237
msA 13.168v4: θεράπων ἐῢς ἀντεβολησεν: ὁ Ἀσκαλονίτης ησὶν ὅτι Ἀρίσταρχος ύο ποιεῖ θεράπων καὶ ἐῢς: τινὲς δὲ ὑφ’ ἓν ἀνέγνωσαν ὡς Ἐτεωνεύς τι δὲ δεῖ κατὰ διάλυσιν ἀναγινώσκειν καὶ οὐ παρωνύμῳ τύπῳ διδαχθησόμεθα ἐξ αὐτῆς τῆς φωνῆς, ἐγίνετο γὰρ ἂν θεραποντεύς ἀπο γὰρ γενικῶν φιλεῖ ὁ τοιοῦτος τύπος παραγεσθαι εἴγε καὶ παρα τὴν λέοντος Λεοντεύς ὐχὶ Λεωνεύς : παρά τε τὴν Αἰθίοπος Αἰθιοπεύς ⁑
Comments on 13.246
Scholia group: msAim
msAim 13.168v1: Ζηνοδ συμφερτος δὲ βίη ⁑
Comments on 13.237
msAim 13.168v2: Ζηνοδ καὶ Ἀριστοφανής ἐνιστήθεσσι ⁑
Comments on 13.245
msAim 13.168v3: αντ ἄγγελος ουτ ἀγγελίας ⁑
Comments on 13.252
Scholia group: msAil
msAil 13.168v1: αντ τοῦ ἐκπλήθους
Comments on 13.237
msAil 13.168v2: λείπει χάριν
Comments on 13.252
Scholia group: msAint
msAint 13.168v1: Ζηνοδ καὶ Αριστοφα δουρικλυτός ⁑
Comments on 13.246
Scholia group: msAext
msAext 13.168v1: Ποσειδάων
Comments on 13.231
msAext 13.168v2: γνω ἐπισταίμεσθα
Comments on 13.238
msAext 13.168v3: εὔτυκτον
Comments on 13.240
previous | next |
---|---|
msA 168r | msA 169r |