Venetus A (Marciana 454 = 822), folio 169, recto

previousnext
msA 168vmsA 169v

Iliad text (25 lines)


Iliad 13.256: ἔρχομαι εἴ τί τοι ἔγχος ἐνι κλισίῃσι λέλειπται.


Iliad 13.257: οἰσόμενος. τό νῦ γὰρ κατεάξαμεν ὃ. πρὶν. ἔχεσκον.

Commented on by msAint 13.169r1, msA 13.169r1, msAim 13.169r1


Iliad 13.258: ἀσπίδα Δηϊφόβοιο βαλὼν ὑπερηνορέοντος:


Iliad 13.259: τὸν δ’ αὖτ’ Ἰ¨δομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα:


Iliad 13.260: δούρατα δ’ αἴ κ’ ἐθέλῃσθα καὶ ἓν. καὶ εἵκοσι δήεις

Commented on by msAim 13.169r2


Iliad 13.261: ἑσταότ’ ἐν κλισίῃ. προσενώπια. παμφανόωντα.

Commented on by msA 13.169r2


Iliad 13.262: Τρώϊα , τὰ κταμένων ἀποαίνυμαι: οὐ γὰρ ὀΐω


Iliad 13.263: ἀνδρῶν δυσμενέων ἑκὰς ἱστάμενος πολεμίζειν:


Iliad 13.264: τῶ μοι δούρατά τ’ ἐστι καὶ ἀσπίδες ὀμφαλόεσσαι.


Iliad 13.265: καὶ κόρυθες, καὶ θώρηκες λαμπρὸν γανόωντες:


Iliad 13.266: τὸν δ’ αὖ Μηριόνης πεπνυμένος ἀντίον ηὔδα:


Iliad 13.267: καί τοι ἐμοὶ παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ


Iliad 13.268: πὸλλ’ ἔναρα Τρώων . ἂλλ’ οὐ σχεδόν ἐστιν ἑλέσθαι:


Iliad 13.269: οὐδὲ γὰρ οὐδ’ ἐμὲ φημὶ λελασμένον ἔμμεναι ἀλκῆς.


Iliad 13.270: ἀλλὰ μετὰ πρώτοισι μάχην ἀνὰ κυδιάνειραν


Iliad 13.271: ἵ¨σταμαι. ὁππότε νεῖκος ὀρώρηται πολέμοιο:


Iliad 13.272: ἄλλον πού τινα μᾶλλον Ἀχαιῶν χαλκοχιτώνων


Iliad 13.273: λήθω μαρνάμενος. σὲ δὲ ΐδμεναι αὐτὸν ὀΐω:


Iliad 13.274: τὸν δ’ αὖτ’ Ἰ¨δομενεὺς Κρητῶν ἀγὸς ἀντίον ηὔδα:


Iliad 13.275: οἶδ’ ἀρετὴν οἷός ἐσσι. τί σε χρὴ ταῦτα λέγεσθαι.

Commented on by msAim 13.169r3


Iliad 13.276: εἰ γὰρ νῦν παρα νηυσὶ λεγοίμεθα πάντες ἄριστοι

Commented on by msA 13.169r3


Iliad 13.277: ἐς λόχον, ἔνθα μάλιστ’ ἀρετὴ διαείδεται ἀνδρῶν.


Iliad 13.278: ἔνθ’. ὅ τε δειλὸς ἀνὴρ. ὅς τ’ ἄλκιμος, ἐξεφαάνθη.

Commented on by msA 13.169r4


Iliad 13.279: τοῦ μὲν γάρ τε κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ.


Iliad 13.280: οὐδέ οἱ, ἀτρέμας ῆσθαι ἐρητύετ’ ἐν φρεσὶ θυμὸς.


Other texts (8 passages)


Scholia group: msA

msA 13.169r1: ‡ το νυ γὰρ κατεαξαμεν ὃ πρὶν ἔχεσκον: πληθυντικῶι ἑνικὸν ἐπὴγαγε καὶ Εὐριπιδης κωλυόμεσθα μὴ παθεῖν ὃ βούλομαι ινὲς δὲ κατέαξα ἵνα ᾖ ὁ μὲν γὰρ εῖχον κατέαξα, ὡς ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν

Comments on 13.257


msA 13.169r2: ἐνώπια οἱ ἐναντίοι κατὰ τὰς εἰσόδους τοῖχοι: βραχὺ δὲ διασταλτέον ἐπι τὸ ἐνώπια ἵν ᾖ δούρατα παμφανόωντα: τὸ δὲ αὐτὸ καὶ ἐν τῆι θ αψωδία. ἅρματα δ’ ἔκλιναν προσενώπια παμφανόωντα . ⁑

Comments on 13.261


msA 13.169r3: ‡ εἰ γὰρ νῦν παρανηυσὶ λεγοίμεθα πάντες ἄριστοι: τὸ ἑξῆς ἐστιν. εἰ γὰρ νῦν λεγοίμεθα εἰς λόχον: οὐδέ κεν ἔνθα τέον γε μένος. τὰ δὲ λοιπὰ δια μέσου προς κατασκευὴν τοῦ δυσυπομενητὸν εἶναι καὶ τοῖς ἀνδρειοτάτοις τὴν ἐνέδραν. ἡ διπλῆ δὲ ὅτι παραλλήλως τὸ λεγοίμεθα : ποτὲ μὲν ἐπι τοῦ ἀριθμοίμεθα οτὲ δὲ ἐπὶ τοῦ διαλεγοίμεθα

Comments on 13.276


msA 13.169r4: ἔνθ’ ὅ τε δειλὸς ἀνήρ ὅς τ’ ἄλκιμος: ὑποστικτέον μεθα τὸ ἄλκιμος : λείπει γὰρ τὸ ἐστι ῆμα δια τὸ ος ποτακτικὸν ἄρθρον ⁑

Comments on 13.278


Scholia group: msAim

msAim 13.169r1: Ζηνοδ κατεήξαμεν δια τὸ καὶ ἐν τοῖς ἔμπροσθεν ὃ ξυνεήξε λέγειν ⁑

Comments on 13.257


msAim 13.169r2: ουκ ἀπίθανον διαστέλλειν ἐπι τὸ ἑν προς το σαφές.

Comments on 13.260


msAim 13.169r3: οτ πρόθεσις παρείται καὶ ἡ πτῶσις ήλλακται ἀντι τοῦ περι τουτῶν διαλέγεσθαι ⁑

Comments on 13.275


Scholia group: msAint

msAint 13.169r1: οτ πληθυντικῶς κατεάξαμεν καὶ ἑνικῶς οἰσομενος καὶ ἔχεσκον ⁑

Comments on 13.257


previousnext
msA 168vmsA 169v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1