Venetus A (Marciana 454 = 822), folio 175, verso

previousnext
msA 175rmsA 176r

Iliad text (27 lines)


Iliad 13.585: ΐετ’ ἀκοντίσσαι. ὁ δ’ ἀπο νευρῆφιν ὀϊστῷ:


Iliad 13.586: Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος βάλεν ϊῷ

Commented on by msA 13.A5


Iliad 13.587: θώρηκος γύαλον: ἀπο δ’ ἔπτατο πικρὸς ὀϊστός:


Iliad 13.588: ὡς δ’ ὅτ’ ἀπο πλατέος πτυόφιν μεγάλην κατ’ ἀλωιὴν

Commented on by msA 13.A6, msA 13.A7


Iliad 13.589: θρῴσκωσιν κύαμοι μελανόχροες. ἢ ἐρέβινθοι

Commented on by msA 13.A8


Iliad 13.590: πνοιῇ ὑπο λιγυρῇ. καὶ λικμητῆρος ἐρωῇ.


Iliad 13.591: ὡς ἀπὸ θώρηκος Μενελάου κυδαλίμοιο


Iliad 13.592: πολλὸν ἀποπλαγχθεὶς. ἑκὰς, ἔπτατο πικρὸς ὀϊστός:


Iliad 13.593: Ἀτρείδης δ’ ἄρα χεῖρα βοὴν ἀγαθὸς Μενέλαος


Iliad 13.594: τὴν βάλεν. ᾗ ρ’ ἔχε τόξον ἐΰξοον: ἐν δ’ ἄρα τόξῳ

Commented on by msA 13.A9, msAim 13.A5a


Iliad 13.595: ἀντικρὺ δια χειρὸς ἐλήλατο χάλκεον ἔγχος:


Iliad 13.596: ὰψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ’ ἀλεείνων.


Iliad 13.597: χεῖρα παρακρεμάσας: τὸ δ’ ἐφέλκετο μείλινον ἔγχος:


Iliad 13.598: καὶ τὸ μὲν ἐκ χειρὸς ἔρυσεν μεγάθυμος Ἀγήνωρ .


Iliad 13.599: αὐτὴν δὲ ξυνέδησεν, ἐϋστρόφῳ οἰὸς ἀώτῳ

Commented on by msAim 13.A5b


Iliad 13.600: σφενδόνῃ, ἣν, ἄρα, οἱ θεράπων ἔχε ποιμένι λαῶν.

Commented on by msAint 13.B1


Iliad 13.601: Πείσανδρος δ’ ϊθὺς Μενελάου κυδαλίμοιο.


Iliad 13.602: ἤϊε. τὸν δ’ ἄγε μοῖρα κακὴ θανάτοιο τέλος δὲ.


Iliad 13.603: σοὶ Μενέλαε δαμῆναι ἐν αἰνῇ δηϊοτῆτι:


Iliad 13.604: οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰόντες.


Iliad 13.605: Ἀτρείδης μὲν άμαρτε. παραὶ δέ οἱ, ἐτράπετ’ ἔγχος:


Iliad 13.606: Πείσανδρος δὲ σάκος Μενελάου κυδαλίμοιο


Iliad 13.607: ούτασεν: οὐδὲ δια πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι.


Iliad 13.608: ἔσχεθε γὰρ σάκος εὐρὺ, κατεκλάσθη δ’ ἐνὶ καυλῷ

Commented on by msAim 13.A5c


Iliad 13.609: ἔγχος. ὁ δὲ φρεσὶν ᾗσι χάρη καὶ ἐέλπετο νίκην:


Iliad 13.610: Ἀτρείδης δὲ ἐρυσσάμενος ξίφος ἀργυρόηλον.

Commented on by msA 13.A10


Iliad 13.611: ᾶλτ’ ἐπὶ Πεισάνδρῳ : ὃ δ`’ ὑπ’ ἀσπίδος εἴλετο καλὴν


Other texts (12 passages)


Scholia group: msAim

msAim 13.A5a: ουτ Αριστ ῄ ρ’ ἔχε καθ’ ὃ μέρος κατεῖχε ⁑

Comments on 13.594


msAim 13.A5b: Αριστ ἐϋστρεφεῖ ὡς ἀπὸ τῆς εὐσρεφές ⁑

Comments on 13.599


msAim 13.A5c: γρ ⁑

Comments on 13.608


Scholia group: msA

msA 13.A5: πριαμίδης μὲν ἔπειτα κατα στῆθος ὅτι τὸ ἔπειτα ἐστιν μετα ταῦτα πρὸς τὸ Φοίνιξ ὲν πρώτιστα αὐτὰρ ἔπειτ᾽ Αἴας ε μέγας. οὐκ έστιν νῦν ἀντι τοῦ μετα ταῦτα, ἀλλ᾽ἀντι τοῦ δή: ἅμαρ γὰρ ἔπεμψεν οἱ μεν τὸν ἰστὸν οἱ ὴ τὸ δόρυ⁑

Comments on 13.586


msA 13.A6: πτυόφιν πτύου πτύον δέ εστιν ἐν ᾡ τὰ ἡλωμένα γενήματα ἀναβαλλουσι χωρίζοντες τοῦ ἀχύρου: ὁ δὲ τύπος παράγωος. τῇ φι αραγωγῆι ὁ ποιητης Ομηρος κατα τριῶν κέχρηται πτώσεων ἐπι γενικῆς δοτικης αἰτιαικης. ἡ επι δεξιοφιν ἐστι γαρ ἡ επὶ τα δεξιά ἠ επ ευθείας, ἡσίοδος ὁδὸς δ᾽ετέρηφι , παρελθεῖν ἔστι γὰρ ἑτέρα, ἐπι δὲ κλιτικης ἀλκμὰν μελοποιὸς οὕτως μῶσα διὸς θύγατερ ωρανίαφι λίγ᾽ἀείσομαι στι γὰρ ουρανια⁑

Comments on 13.588


msA 13.A7: πτυοφιν τινὲς τα μὲν σίδηρα πτύα: τὰ δὲ ξύλινα καὶ τρόπον χειρὸς ἔχοντα οἷς καὶ τὴν γῆν μεταβάλλουσι θρίνακας φασὶ. παρα δὲ ἀττικοῖς τέα⁑

Comments on 13.588


msA 13.A8: κύαμοι περιφερεῖς γὰρ ὄντες ῥᾶον τῶν πυλλῶν ἀφάλλονται⁑

Comments on 13.589


msA 13.A9: τὴν βάλεν ρ᾽ἔχε: οὕτως ᾗ ρ᾽ἔχε τόξον μετα τοῦ ϊ αἱ ἀριστάρχου ἔστι γὰρ καθ ὅμερος κατεῖχεν ὡς ἐπι τοῦ ᾔ ρ᾽ΐδε γυμνωθέντα τινὲς δὲ ἄνευ τοῦ ϊ γράφοντες εφ όλης τῆς χειρος δέχοντης τὸ λεγόμενον τὴν κατέχουσαν τὸ τόξον χείρα⁑

Comments on 13.594


msA 13.A10: ‡ Ἀτρείδης δὲ ἐρυσσαμενος ὅτι Ζηνόδοτος γράφει χείρεσσι μάχαιραν ἀγνοεῖ δὲ ὅτι Ὅμηρος τὴν παρα ξιφίδα μάχαιραν καλεῖ τὸ δὲ πολεμιστηριον ξίφος

Comments on 13.610


Scholia group: msAint

msAint 13.B1: ἔφερε τῷ αγήνορι ⁑

Comments on 13.600


msAint 13.B2: Ζηνοδ μέγα δ’ ἠλπε το νικην ⁑

Comments on 13.


Scholia group: msAil

msAil 13.B1: απεκρούετο

Comments on 13.587@ἔπτατο


previousnext
msA 175rmsA 176r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1