Venetus A (Marciana 454 = 822), folio 176, recto

previousnext
msA 175vmsA 176v

Iliad text (25 lines)


Iliad 13.612: ἀξίνην εὔχαλκον ἐλαΐνῳ ἀμφι πελέκκῳ


Iliad 13.613: μακρῷ. ἐϋξέστῳ. ἅμα δ’ ἀλλήλων ἐφίκοντο:

Commented on by msAim 13.A6


Iliad 13.614: ἤτοι ὀ μὲν κόρυθος φάλον ήλασεν ἱπποδασείης


Iliad 13.615: ἄκρον. ὑπὸ λόφον αὐτὸν. ὀ δὲ προσιόντα: μέτωπον.


Iliad 13.616: ῥῑνὸς ὑπερ πυμάτης: λάκε δ’ ὀστέα. τὼ δέ οἱ ὄσσε.


Iliad 13.617: παρ ποσὶν αἱματόεντα χαμαὶ πέσον ἐν κονίῃσιν:

Commented on by msAint 13.A3, msA 13.A11


Iliad 13.618: ϊδνώθη δὲ πεσών, ὁ δὲ λὰξ ἐν στήθεσι βαίνων.


Iliad 13.619: τεύχεά τ’ ἐξενάριξε. καὶ εὐχόμενος. ἔπος ηύδᾱ:


Iliad 13.620: λέιψετέ θην, οὕτω γε, νέας Δαναῶν ταχυπώλων


Iliad 13.621: Τρῶες ὑπερφίαλοι. δεινῆς ἀκόρητοι ἀῡτῆς:


Iliad 13.622: ἄλλης μὲν λώβης τε καὶ αἴσχεος οὐκ ἐπιδευεῖς

Commented on by msAint 13.A4, msA 13.A12


Iliad 13.623: ἣν, ἐμὲ λωβήσασθε κακαὶ κύνες, οὐδέ τι θυμῷ.

Commented on by msA 13.A13, msA 13.A14, msAim 13.A7


Iliad 13.624: Ζηνὸς ἐριβρεμέτεω χαλεπὴν ἐδδείσατε μῆνιν.

Commented on by msA 13.A14bis


Iliad 13.625: ξεινίου. ὅς τέ ποτ’ ὔμμι διαφθέρσει πόλιν αἰπήν:


Iliad 13.626: οἵ μευ κουριδίην ἄλοχον καὶ κτήματα πολλὰ

Commented on by msA 13.A15, msAim 13.A8


Iliad 13.627: μὰψ, οίχεσθ’ ἀνάγοντες, ἐπεὶ φιλέεσθέ παρ ‘ αὐτῇ:

Commented on by msA 13.A16, msA 13.A16bis


Iliad 13.628: νῦν αὖτ’ ἐν νηυσὶν μενεαίνετε ποντοπόροισι


Iliad 13.629: πῦρ ὀλοὸν βαλέειν, κτεῖναι δ’ ἥρωας Ἀχαιούς :

Commented on by msA 13.A17


Iliad 13.630: ἀλλά ποθι σχήσεσθε καὶ ἐσσύμενοί περ Ἄρηος :


Iliad 13.631: Ζεῦ πάτερ, ῆ τέ σε φασὶ περὶ φρένας ἔμμεναι ἄλλων


Iliad 13.632: ἀνδρῶν ἠδὲ θεῶν, σέο δ’ ἐκ τάδε πάντα πέλονται:


Iliad 13.633: οἷον δὴ ἄνδρεσσι χαρίζεαι ὑβριστῇσι


Iliad 13.634: Τρωσίν , τῶν μένος αἰὲν ἀτάσθαλον, οὐδὲ δύνανται


Iliad 13.635: φυλόπιδος κορέσασθαι ὁμοιΐου πτολέμοιο:


Iliad 13.636: πάντων μὲν κόρος ἐστὶ. καὶ ὕπνου: καὶ φιλότητος.


Other texts (14 passages)


Scholia group: msAim

msAim 13.A6: ουτωσ Αρισταρχος αλλοι δὲ αφικεσθον, Αριστοφανης δὲ αφικεσθην.⁑

Comments on 13.613


msAim 13.A7: λειπει ἐχούσης τὸ πληρες ευβ

Comments on 13.623


msAim 13.A8: ἐν αλλῳ και κτήμαθ’ ἄμ’ αὐτῇ.⁑

Comments on 13.626


Scholia group: msA

msA 13.A11: χαμαὶ πέσον οὕτως πέσον αἱ Ἀριστάρχου ια τοῦ ο ς ἐκεῖ ὡς τῶν ἐκ χειρῶν βέλεα ῥεόν ⁑

Comments on 13.617


msA 13.A12: ἄλλης μὲν λώβης τε τοῖς εἰς εμε ὑμῖν πεπραγμένοις ἄλλῳ μεν οὐδὲν ἐνδεῖ τῶν αἰσχρῶν ⁑

Comments on 13.622


msA 13.A13: ἣν ἐμε λωβήσασθε ὅτι προς τὴν λώβην μόνην ἁπαντήσας ἐπήνεγκεν ἣν ἐμὲ λωβήσασθε ⁑

Comments on 13.623


msA 13.A14: ἡ μὲν συνήθεια πάλιν συνάπτει ἕως τοῦ κῦνες . δύναται δὲ καθ εαυτὸ λέγεσθαι μόνον τὸ κὰκαὶ κυνες . καὶ μᾶλλον γε τὸν σχετλιασμον ἐμφαίνει

Comments on 13.623


msA 13.A14bis: ξεινίου ὅς τε ποτ’ ὕμμι διαφθερσει πο αιπην:

Comments on 13.624


msA 13.A15: οι μευ κουριδίην ὅτι προς τὴν κουριδίαν ὡς ἐκ παρθενίας αὐτην εσχεν ὁ Μενέλαος καὶ οὐκ οἰδεν τὰ περι τῆς Θησεως ἀρπαγῆς⁑

Comments on 13.626


msA 13.A16: μὰψ οἴχεσθ’ ἀνάγοντες ἡ διπλῆ ὅτι Ζηνόδοτος ράφει μὰψ οἴχεσθον ἄγοντες αὶ τὸ δυϊκὸν συγκεῖται ἐπι πολλῶν τασσόμενον καὶ ἡγνώηκας ὅτι ἀναγογην καλεῖ τὸν ἐκ Πελοποννήσου εις Τροίαν πλοῦν ⁑

Comments on 13.627


msA 13.A16bis: φιλέεσθέ περ αὐτῇ διχῶς αἱ Ἀριστάρχου αὶ δια τοῦ ε ⁑

Comments on 13.627


msA 13.A17: πῦρ ὀλοὸν βαλέειν κτεῖναι δ’ ἥρωας Αχαιούς τι σαφῶς πάντας τοὺς Ἕλληνας ρωας καλεῖ πρὸς Ἴστρον εγόντα μόνους τὸυς βασιλεῖς ἥρωας λέγεσθαι ὑφ Ὁμήρου ⁑

Comments on 13.629


Scholia group: msAint

msAint 13.A3: οὕτως δια τοῦ σ ὁ πέσον ⁑

Comments on 13.617


msAint 13.A4: τουτ : ἀπ άλλης ἀρχῆς ἀναγνωστεον λειπει γὰρ τὸ εἴστέ ἢ τὸ εσμέν

Comments on 13.622


previousnext
msA 175vmsA 176v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1