Venetus A (Marciana 454 = 822), folio 176, verso

previousnext
msA 176rmsA 177r

Iliad text (25 lines)


Iliad 13.637: μολπῆς τε γλυκερῆς. καὶ ἀμύμονος ὀρχηθμοῖο:


Iliad 13.638: τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἶναι


Iliad 13.639: ἢ πολέμου, Τρῶες δὲ μάχης ἀκόρητοι έασιν:


Iliad 13.640: ὣς εἰπὼν. τὰ μὲν έντε’ ἀπο χροὸς αἱματόεντα


Iliad 13.641: συλήσᾱς. ἑτάροισι δίδου Μενέλαος ἀμύμων.


Iliad 13.642: αὐτὸς δ’ αὖτ’ ἐξ αῦτις ἰ̈ὼν προμάχοισιν ἐμίχθη:


Iliad 13.643: ἔνθά οἱ υἱὸς ἐπᾶλτο Πυλαιμένεος βασιλῆος

Commented on by msAim 13.A9


Iliad 13.644: Ἁρπαλίων . ὅ ῥα πατρὶ φίλῳ ἕπετο πτολεμίζων


Iliad 13.645: ἐς τροίην. οὐδ’ αὖτις ἀφίκετο πατρίδα γαῖαν:


Iliad 13.646: ὅς. ῥα τότ’ Ἀτρείδαο μέσον σάκος ούτασε δουρὶ


Iliad 13.647: ἐγγύθεν. οὐδὲ δια πρὸ δυνήσατο χαλκὸν ἐλάσσαι:


Iliad 13.648: ὰψ δ’ ἑτάρων εἰς ἔθνος ἐχάζετο: κῆρ’ ἀλεείνων.


Iliad 13.649: πάντοσε παπταίνων. μή τις χρόα χαλκῷ ἐπαύρῃ:

Commented on by msAim 13.A10


Iliad 13.650: Μηριόνης δ’ ἀπιόντος ‘ΐει χαλκήρε’ ὀϊστὸν.


Iliad 13.651: καί ρ’ ἔβαλε γλουτὸν κατα δεξιόν: αὐτὰρ ὀϊστὸς

Commented on by msAext 13.A3


Iliad 13.652: ἀντικρὺ διὰ κύστην ὑπ ὀστέον ἐξεπέρησεν:


Iliad 13.653: ἑζόμενος δὲ κατ’ αὖθι. φίλων ἐν χερσὶν ἑταίρων

Commented on by msAim 13.A11


Iliad 13.654: θυμὸν ἀποπνείων. ὥς τε σκώληξ ἐπι γαίῃ:


Iliad 13.655: κεῖτο ταθείς: ἐκ δ’ αἷμα μέλαν ῥέε, δεῦε δὲ γαῖαν:


Iliad 13.656: τὸν μὲν Παφλαγόνες μεγαλήτορες ἀμφεπένοντο:


Iliad 13.657: ἐς δίφρον ἀνέσαντες, ἄγον προτὶ ΐλιον ϊρὴν

Commented on by msAint 13.A5, msA 13.A19


Iliad 13.658: ἀχνύμενοι. μετὰ δέ σφι πατὴρ κίε δάκρυα λείβων.

Commented on by msA 13.A21


Iliad 13.659: ποινὴ δ’ οὔ τις παιδὸς ἐγίνετο τεθνειῶτος :

Commented on by msA 13.A22


Iliad 13.660: τοῦ δὲ Πάρις μάλα θυμὸν ἀποκταμένοιο χολώθη:


Iliad 13.661: ξεῖνος γάρ οἱ ἔην πολέσιν μετὰ Παφλαγόνεσσι :


Other texts (11 passages)


Scholia group: msAim

msAim 13.A9: πρὸς τὴν περὶ τοῦ Πυλαιμένους ζήτησιν⁑

Comments on 13.643


msAim 13.A10: ὅτι πτῶσις ἤλλακται χρόα ἀντὶ τοῦ χρῶτὸς⁑

Comments on 13.649


msAim 13.A11: βραχ διασταλέον προς το σαφές⁑

Comments on 13.653


Scholia group: msA

msA 13.A18: τῶν πέρ τις καὶ μᾶλλον ἐέλδεται ἐξ ἔρον εἶναι ἢ πολέμου, Τρῶες ὲ μάχης ακόρητοι εασιν: ὁ νοῦς πᾶς τις φησὶ τῶν τερπνῶν βούλεται κορεσθῆναι ἢ τοῦ πολέμου, οἱ δε τρῶες οὐχ οὕτως⁑

Comments on 13.638-13.639


msA 13.A19: ἐς δίφρον δ᾽ ἀνέσσαντες. Ἀπολλώνιος ὁ ῥόδιος ἐν τῷ προς Ζηνόδοτον ἐς δίφρον ἀναθέντες⁑

Comments on 13.657


msA 13.A20: ἀχνύμενοι μετὰ δέ σφι ποινὴ δ᾽ οὔ τις παιδὸς ἀθετοῦνται ἀμφότεφοι ὃτι πλανηθείς τις ἐκ τοῦ ὃ σρα πατρι φίλῳ ἓπετο ἔταξεν αὐτοὺς ἳνα καὶ ὁ πατὴρ τὸν υἱὸν ὀδύρηται: οὐ λὲγει δὲ νῦν ἓπετο᾽. ἀλλ᾽ ὃτε τὸ πρῶτον ἐκ τῆς πατριδος παρεγίνετο διὸ καὶ πρὸσκειται τὸ ἑς τροίην οὐδ᾽ αὐτις ἀφίκετο εἰ δὲ μένοιεν οἱ στίχοι οῦτοι νοητέον ὁμωνθμίαν εἶναι⁑

Comments on 13.658-13.659


msA 13.A21: ζητεὶται πῶς ἀνωτέρῳ ἀνῃρημένος ὑπο Μενελάου Πυλαιμενης άδ νῦν δύνανται ἀκολουθεῖν τῷ παιδὶ καὶ κλαίειν. ἔστι δὲ λέγειν ὅτι δύο Πυλαιμένεις Παφλαγόνων γεμόνασ συνίστησιν ὁ ποιητὴς ὡς Αἴαντας ύο κήρυκας τὸν μὲν Ἀγαμέμνονος ὸν δὲ Ὀδυσσέος νιοι δὲ πιθανῶς μεταγράφουσι μετα δ ού σφι πατῆρ κίε δάκρυα λείβων⁑

Comments on 13.658


msA 13.A22: ποὶνη δ’ οὔ τις παιδὸσ ἐγίνετο τεθνηιῶτος ἐπεὶ ὁ Ἀλέξανδρος αλεπήνας, ὑπερ τοῦ ἀνηρημενου Εὐχήνορα τὸν Κορίνθιου ναιρεῖ⁑

Comments on 13.659


Scholia group: msAint

msAint 13.A5: ὅτι θηλυκῶς τὴν ΐλιον ⁑

Comments on 13.657


Scholia group: msAil

msAil 13.A4: τὰ ὑποφόνια⁑

Comments on 13.659@ποινὴ


Scholia group: msAext

msAext 13.A3: κατα κύστιν

Comments on 13.651


previousnext
msA 176rmsA 177r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1