Venetus A (Marciana 454 = 822), folio 178, recto
previous | next |
---|---|
msA 177v | msA 178v |
Iliad text (25 lines)
Iliad 13.712: οὐδ’ ὰρ’ Ὀϊλιάδῃ μεγαλήτορι Λοκροὶ ἕποντο
Commented on by msA 13.A34
Iliad 13.713: οὐ γάρ σφι σταδίῃ ὑσμίνῃ μίμνε φίλον κῆρ,
Commented on by msAim 13.A15
Iliad 13.714: οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας. ἱπποδάσειας:
Iliad 13.715: οὐδ’ ἔχον ἀσπίδας εὐκύκλους: καὶ μείλινα δοῦρα:
Iliad 13.716: ἀλλ’ ἄρα τόξοισιν καὶ ἐϋστρόφῳ οἰὸς ἀώτῳ
Iliad 13.717: Ἴ̈λιον εἰς ἅμ’ ἕποντο πεποιθότες. οἷσιν ἔπειτα
Iliad 13.718: ταρφέα βάλλοντες, Τρώων ῥήγνυντο φάλαγγας:
Iliad 13.719: δή ῥα τόθ’, οἱ μὲν πρόσθε συν έντεσι δαιδαλέοισι
Iliad 13.720: μάρναντο Τρωσίν τε καὶ Ἕκτορι χαλκοκορυστῇ.
Iliad 13.721: οἱ δ’ ὄπιθεν βάλλοντες ἐλάνθανον: οὐδέ τι χάρμης
Iliad 13.722: Τρῶες μιμνῄσκοντο, συνεκλόνεον γὰρ ὀϊστοί:
Iliad 13.723: ἔνθά κε λευγαλέως νηῶν ἄπο καὶ κλισιάων
Iliad 13.724: Τρῶες ἐχώρησαν προτὶ ΅Ιλιον ἠνεμόεσσαν,
Commented on by msAim 13.A16
Iliad 13.725: εἰ μὴ Πουλυδάμας θρασὺν Ἕκτορα εἶπε παραστάς:
Commented on by msAint 13.A8
Iliad 13.726: Ἕκτορ . ἀμήχανός ἐσσι παραρρητοῖσι πιθέσθαι:
Iliad 13.727: οὕνεκά τοι περὶ δῶκε θεὸς πολεμήϊα ἔργα,
Commented on by msAint 13.A9, msA 13.A35
Iliad 13.728: τούνεκα καὶ βουλῇ ἐθέλεις περιΐδμεναι ἄλλων.
Iliad 13.729: ἂλλ’ οὔ πως ἅμα πάντα δυνήσεαι αὐτὸς ἑλέσθαι:
Iliad 13.730: ἄλλω μὲν γὰρ ἔδωκε θεὸς πολεμήϊα ἔργα,
Iliad 13.731: ἄλλω δ’ ὀρχηστὺν. ἑτέρῳ κίθαριν καὶ ἀοιδήν:
Iliad 13.732: ἄλλῳ δ’ ἐν στήθεσσι τίθει νόον εὐρύοπα Ζεὺς
Iliad 13.733: ἐσθλὸν, τοῦ δέ τε πολλοὶ ἐπαυρίσκοντ’ ἄνθρωποι:
Commented on by msAim 13.A17
Iliad 13.734: καί τε πολεῖς ἐσάωσε, μάλιστα δέ κ’αὐτὸς ἀνέγνω:
Commented on by msA 13.A36
Iliad 13.735: αὐτὰρ ἐγὼν ἐρέω, ὥς μοι δοκεῖ εἶναι ἄριστα:
Iliad 13.736: πάντη γάρ σε περὶ στέφανος πολέμοιο δέδηε.
Commented on by msA 13.A37
Other texts (10 passages)
Scholia group: msAim
msAim 13.A15: ουτ Ἀριστ χω τοῦ ν σφι, Ἀριστοφα δὲ σὺν τῷ ν
Comments on 13.713
msAim 13.A16: ὅτι θηλυκ τ Ϊλιὸν ⁑
Comments on 13.724
msAim 13.A20: κατ κράτο
Comments on 13.772
Scholia group: msA
msA 13.A34: οὐδ ὰρ Ὀϊλιάδῃ μεγαλήτορι ὅτι Ζηνόδοτος γράφει ἀλλ’ οὐκ ‘Ιλιάδῃ , ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει Ὁϊλιάδης
Comments on 13.712
msA 13.A35: ‡ οὔνεκα τοι περὶ δῶκε. τὸ περι ἀντι τοῦ περισσῶς τὸ δε δῶκε προπερισπαστὲον
Comments on 13.727
msA 13.A36: καί τε πολεῖς ἐσαώσε, περισπαστέον τὸ πολεῖς ς ταχεῖς ὁμοίως τὸ πολεῖς ὄλεσαντ’ αἰζηούς : τοῦτο δέ φημι ἐπεὶ τινὲς βούλονται ἕνεκα ἐμφάσεως μείζονος βαρυτόνως ἀναγινώσκειν οἷς μάχεται καὶ ἡ ὀρθογραφία ἠ κατ’ ΐονας . ἡ διπλῆ δὲ ὅτι κατὰ συναλοιφὴν ἐκληπτέον ἵνα διαιρεῆται μάλιστα δὲ καὶ αὐτὸς⁑
Comments on 13.734
msA 13.A37: πάντη γὰρ σε περὶ στέφανος, ὅτι στέφανον ἡρωϊκὸν πρόσωπον ὠνόμακοεν διὰ τῶν γενομένων ἀυτῶν : οὔτε γὰρ ὁι τῆς Πηνελόπης μνηστῆρες , οὐθ’ οἱ Φαίακες , οὔθ’ ὁι ἐπὶ τῶν θυσιῶν ἐστέφοντο ἀλλ’ ἴσως ἀπο κατὰ τὴν ἐμπλοκὴν στεφάνης δια τὸ κυκλοτερὲς εἴρηται⁑
Comments on 13.736
Scholia group: msAint
msAint 13.A8: ὅτι ἐλλειπει ἡ πρὸς προς ἔκτορα ⁑
Comments on 13.725
msAint 13.A9: τουτ ἀφ ετέρας ἀρχῆς ἀναγωστέον λέγει δὲ ἐν ὑποκρίσει ἐρωτῶν⁑
Comments on 13.727
Scholia group: msAil
msAil 13.A10: συμβούλοις
Comments on 13.726@παραρρητοῖσι
previous | next |
---|---|
msA 177v | msA 178v |