Venetus A (Marciana 454 = 822), folio 178, verso

previousnext
msA 178rmsA 179r

Iliad text (26 lines)


Iliad 13.737: Τρῶες δὲ μεγάθυμοι ἐπεὶ κατα`τεῖχος ἔβησαν.


Iliad 13.738: οἱ μὲν ἀφεστᾶσιν συν τεύχεσιν, οἱ δὲ μάχονται


Iliad 13.739: παυρότεροι πλεόνεσσι κεδασθέντες κατὰ νῆας.


Iliad 13.740: ἂλλ’ ἀναχασσάμενος κάλει ἐνθάδε πάντας ἀρίστους:

Commented on by msAim 13.A18


Iliad 13.741: ἔνθεν δ’ ἂν μάλα πᾶσαν ἐπιφρασσαίμεθα βουλὴν,


Iliad 13.742: ἤ κεν ἐνι νήεσσι πολυκλήϊσι πέσωμεν


Iliad 13.743: αἴ κ’ ἐθέλῃσι θεὸς δόμεναι κράτος, ἤ κεν ἔπειτα


Iliad 13.744: παρ νηῶν ἔλθωμεν ἀπήμονες. ἦ γὰρ ἔγωγε


Iliad 13.745: diple δείδω, μὴ τὸ χθιζὸν ἀποστήσωνται Ἀχαιοὶ

Commented on by msA 13.A38, msA 13.A38bis


Iliad 13.746: χρεῖος. ἐπεὶ παρὰ νηυσὶν ἀνὴρ ἆ̄τος πολέμοιο


Iliad 13.747: μίμνει. ὃν οὐκετί πάγχυ μάχης σχήσεσθαι ὀΐω.


Iliad 13.748: ὡς φάτο Πουλυδάμας . ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων:


Iliad 13.750: καί μιν φωνήσας. ἔπεα πτερόεντα προσηύδα:


Iliad 13.751: Πουλυδάμα . σὺ μὲν αὐτοῦ ἐρύκακε πάντας ἀρίστους.


Iliad 13.752: αὐτὰρ ἐγὼ κεῖσ’ εἶμι. καὶ ἀντιόω πολέμοιο.

Commented on by msAint 13.C1


Iliad 13.753: αῖψα δ’ ἐλεύσομαι αὖτις. ἐπὴν εὖ τοῖς ἐπιτείλω:


Iliad 13.754: ῆ ρα καὶ ὡρμήθη ὄρεϊ νιφόεντι ἐοικὼς.

Commented on by msA 13.A39


Iliad 13.755: κεκληγὼν, δια δὲ Τρώων πέτετ’ ἠδ’ ἐπικούρων:


Iliad 13.756: οἱ δ’ ἐς Πανθοίδην ἀγαπήνορα Πουλυδάμαντα


Iliad 13.757: πάντες ἐπεσσεύοντ’ ἐπεὶ Ἕκτορος ἔκλυον αὐδήν:


Iliad 13.758: αὐτὰρ ὃ Δηΐφοβόν τε. βίην θ’ Ἑλένοιο ἄνακτος.


Iliad 13.759: Ἀσιάδην τ’ Ἀδάμαντα . καὶ Ἄσιον Ὑρτάκου υἱὸν

Commented on by msA 13.A40


Iliad 13.760: φοίτα ἀνὰ προμάχους διζήμενος. εἴ που ἐφεύροι:


Iliad 13.761: τοὺς δ’ εὗρ’, οὐκέτι πάμπαν ἀπήμονας οὐδ’ ἀνολέθρους:

Commented on by msA 13.A41


Iliad 13.762: ἂλλ’ οἱ μεν δὴ νηυσὶν ἐπι πρύμνῃσιν Ἀχαιῶν ,


Iliad 13.763: χερσὶν ὑπ’ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.


Other texts (7 passages)


Scholia group: msAim

msAim 13.A21: νῦν σοι ζώσεται αἰπὺς όλεθρος

Comments on 13.773


Scholia group: msA

msA 13.A38: δείδω μη το χθιζὸν ὅτι μεταφορικῶς χθιζὸν χρεῖος τῷ ἴσῳ σταθμῷ ἁποκαταστήσωσι τοῦτέστι μὴ ὁ ἡμεῖς ἑλὰβομεν χθὲς νικῶντες σήμὲρ εἰσπράξωσιν⁑

Comments on 13.745


msA 13.A38bis: ἄλλως μή πως τὴν χθεσίνὴν ἤτγαν ἀποδώσουσιν ἡμῖν, οὶ Ἕλληνες ὥσπερ, σταθμῷ δεδανεικόντες, μηδέπω γὰρ νομισμάτων ὑπαρχόντων, σταθμῷ ἐδάνειζον οἱ ἀρχαῖοι χρυσίον καὶ ἀργύριον καὶ τὰ παραπλήσια⁑

Comments on 13.745


msA 13.A39: ῆ ρα καὶ ὠρμήθη ὄρεϊ νιφόεντι ὅτι νιφόεντα τὰ όρη καὶ ὄλυμπος : τοιγαροῦν όρος νιφόεις γὰρ λέγεται⁑

Comments on 13.754


msA 13.A40: καὶ ἄσιον ὑρτάκου υν ὑρτάκου ὡς θυλάκου τὰ γὰρ εἰς κὸς λήγοντα τρίσυλλαβα τὴν πρώτην συλλαβὴν εἰς αμετάβολον καταλήγουσαν ἔχοντα προπαροξύνεται. λάμψακος ῥύνδακος ῥύνδακον ἀμφὶ βαθύσχοινον : οὕτως οὖν καὶ ὕρτακος ⁑

Comments on 13.759


msA 13.A41: τοὺς δ’ εῦρ’ οὐκέτι πάμπαν ὅτι συλλητικῶς ἐπι τῶν τετρωμένων καὶ τῶν ἀπολωλότων: οὐ πάμπαν μὲν γὰρ ἀπήμονες οἱ τραυματίαι οὐκ ἀνόλεθροι δὲ οἱ τετελευτηκότες⁑

Comments on 13.761


Scholia group: msAint

msAint 13.C1: εἰς τὸ κατ πονούμενον μέρος.

Comments on 13.752


previousnext
msA 178rmsA 179r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1