Venetus A (Marciana 454 = 822), folio 179, recto
previous | next |
---|---|
msA 178v | msA 179v |
Iliad text (25 lines)
Iliad 13.764: οἱ δ’ ἐν τείχει έσαν βεβλημένοι οὐτάμενοί τε
Commented on by msAint 13.A10, msA 13.A42
Iliad 13.765: τὸν δὲ τάχ’ εὗρε μάχης ἐπ’ ἀριστερὰ δακρυοέσσης
Commented on by msAim 13.A19
Iliad 13.766: δῖον Ἀλέξανδρον Ἑλένης πόσιν ἠϋκόμοιο:
Iliad 13.767: θαρσύνονθ’ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι:
Iliad 13.768: ἀγχοῦ δ’ἱ̈στάμενος προσέφη αἰσχροῖς ἐπέεσσι:
Iliad 13.769: Δύσπαρι εἶδος ἄριστε γυναιμανὲς ἠπεροπευτά:
Iliad 13.770: ποῦ τοι Δηΐφοβός τε βίη θ’ Ἑλένοιο ἄνακτος:
Commented on by msA 13.A44
Iliad 13.771: Ἀσιάδης τ’ Ἀδάμας ἠδ’ Ἄσιος Ὑρτάκου υἱός,
Iliad 13.772: ποῦ δέ τοι Ὀθρυονεύς : νῦν ὤλετο πᾶσα κατ’ ἄκρης
Commented on by msA 13.A43, msAim 13.A20
Iliad 13.773: Ἴ̈λιος αἰπεινὴ.. νῦν τοι σῶς αἰπὺς ὄλεθρος:
Commented on by msAint 13.A11, msAim 13.A21
Iliad 13.774: τὸν δ’ αὖτε προσέειπεν Ἀλέξανδρος θεοειδής:
Iliad 13.775: Ἕκτορ ἐπεί τοι θυμὸς ἀναίτιον αἰτιάασθαι,
Iliad 13.776: ἄλλοτε δή ποτε μᾶλλον ἐρωῆσαι πολέμοιο
Iliad 13.777: μέλλω. ἐπεὶ οὐδ έμε πάμπαν ἀνάλκιδα γείνατο μήτηρ:
Commented on by msAint 13.A12
Iliad 13.778: ἐξ οὗ γὰρ παρὰ νηυσὶ μάχην ἤγειρας ἑταίρων.
Iliad 13.779: ἐκ τοῦ δ’ ἐνθάδ’ ἐόντες ὁμιλέομεν Δαναοῖσι
Iliad 13.780: νωλεμέως. ἕταροι δὲ κατέκταθεν οὓς σὺ μεταλλᾶς
Iliad 13.781: οἴω Δηΐφοβός τε βίη θ’ Ἑλένοιο ἄνακτος
Iliad 13.782: οἴχεσθον, μακρῇσι τετυμμένω ἐγχείῃσιν:
Commented on by msA 13.A45
Iliad 13.783: ἀμφοτέρω κατὰ χεῖρα. φόνον δ’ ἤμυνε Κρονίων :
Iliad 13.784: νῦν δ’ ἄρχ’ ὅππῃ σε κραδίη θυμός τε κελεύει:
Iliad 13.785: ἡμεῖς δ’ ἐμμεμαῶτες ἅμ’ ἑψόμεθ’, οὐδέ τί φημὶ
Commented on by msAim 13.A22
Iliad 13.786: ἀλκῆς δευήσεσθαι, ὅση δύναμίς γε πάρεστι.
Commented on by msAint 13.A13, msAint 13.A14
Iliad 13.787: παρ δύναμιν δ’ οὐκ ἔστι καὶ ἐσσύμενον, πολεμίζειν:
Commented on by msA 13.A46
Iliad 13.788: ὣς εἰπὼν, παρέπεισεν ἀδελφειοῦ φρένας ἥρως:
Other texts (14 passages)
Scholia group: msAim
msAim 13.A22: ουτ Ἀρισταρχ ἄλλοι δὲ μεμαῶτες⁑
Comments on 13.785
msAim 13.A23: ουτ μετ τοῦ συνδ θεσπεσίῳ δ’ ὁμάδω⁑
Comments on 13.797
msAim 13.A24: Ἀριστ αύτως ἄλλοις ούτως
Comments on 13.810
msAim 13.A25: ὅτι ελλειπ ἡ δια δια πλοίου
Comments on 13.820
Scholia group: msA
msA 13.A42: βεβλημένοι ουταμενοι τε ἀντι τοῦ οἱ μὲν ἀπο μήκους βεβλημένοι δόρατι ἢ ἰ+ῷ , οἱ δὲ ἐκ τοῦ ἐγγὺς τετρωμένοι ξίφει ἥ τινι τοιοῦτο⁑
Comments on 13.764
msA 13.A43: κατάκρης ἕως τῆς ἀκροπόλεως: τινὲς δὲ κρῆς μονοσυλλάβως, ἐπεὶ καὶ κρῆθεν φησίν⁑
Comments on 13.772
msA 13.A44: ποῦ τοι Δηΐφοβός ε, ἠθικῶς ὁποῦ ἐνταῦθα οὐ γὰρ πάρελκει, ἀλλ’ ἐχει χώραν κυριωτάτην, ἐπεὶ καὶ τὸ ὄλον δι Ἀλέξανδρον πράττει ⁑
Comments on 13.770
msA 13.A45: οἴχεσθον μακροῖσι τετυμμένῳ ὅτι συλληπτικῶς τὸ τῷ ἑτέρῳ συμβεβηκῶς ἐπ’ αμφοτέρων τέταχεν, οὐ γὰρ ἀμφότεροι ἐπύτησαν. ἀλλ’ ὁ μεν ἕλενος ἐβλήθη ὁ δε δηΐφοβος ἐτύπη ⁑
Comments on 13.782
msA 13.A46: παρ δύδαμιν οὐκ έστι καὶ ἐσσύμενον πολεμίζειν: τὸ ἑξῆς οὐκ έστι πολεμίζειν τὸ δὲ ἐσσύμενος διὰ μέσου οὕτως οὖν διορθωτέον διαστολῇ ἑκατερωθεν ⁑
Comments on 13.787
Scholia group: msAint
msAint 13.A10: ὅτι πάλιν συλληπτικῶς οἱ μὲν γὰρ ἐβέβληντο οἰ δὲ οὐταμένοι ᾖσαν⁑
Comments on 13.764
msAint 13.A11: ὅτι θηλυκῶς ἡ Ἴ+λιος καὶ τὸ τοι παρέλκει οὐ γὰρ αὐτῷ μόνῳ ἢν ὀλεθρ’ ἀλλα καὶ τοῖς ἄλλοις⁑
Comments on 13.773
msAint 13.A12: ὅτι τὸ μέλλω ἀντ τοῦ έοικεν ⁑
Comments on 13.777
msAint 13.A13: αντ αλεξησεως καὶ βοηθείας⁑
Comments on 13.786
Scholia group: msAil
msAil 13.A11: έπεισε
Comments on 13.788@έπεισεν
previous | next |
---|---|
msA 178v | msA 179v |