Venetus A (Marciana 454 = 822), folio 179, verso

previousnext
msA 179rmsA 180r

Iliad text (25 lines)


Iliad 13.789: βὰν δ’ ΐμεν ἔνθα μάλιστα μάχη καὶ φύλοπις ῆεν.


Iliad 13.790: ἀμφί τε Κεβριόνην . καὶ ἀμύμονα Πουλυδάμαντα .


Iliad 13.791: Φάλκην . Ὀρθαῖόν τε. καὶ ἀντίθεον Πολυφήτην

Commented on by msA 13.A47


Iliad 13.792: Πάλμύν τ’. Ἀσκάνιόν τε, Μόρυν θ’ Ἱπποτίωνος :


Iliad 13.793: οἵ ῥ’ ἐξ Ἀσκανίης ἐριβώλακος ἦλθον ἀμοιβοῖ

Commented on by msA 13.A48


Iliad 13.794: ἠοῖ τῇ προτέρῃ: τότε δὲ Ζεὺς ὦρσε μάχεσθαι:


Iliad 13.795: οἱ δ’ ΐσαν. ἀργαλέων ἀνέμων ἀτάλαντοι ἀέλλῃ


Iliad 13.796: ἥ ῥά θ’ ὑπο βροντῆς πατρὸς Διὸς εῖσι πέδον δὲ,


Iliad 13.797: θεσπεσίῳ δ’ ὁμάδῳ ἁλὶ μίσγεται. ἐν δέ τε πολλὰ

Commented on by msAim 13.A23


Iliad 13.798: κύματα παφλάζοντα. πολυφλοίσβοιο θαλάσσης.


Iliad 13.799: κυρτὰ, φαληριόωντα. πρὸ μέν τ’ ἄλλ’. αὐτὰρ ἐπ’ ἄλλα:

Commented on by msA 13.A49


Iliad 13.800: ὡς Τρῶες . πρὸ μὲν ἄλλοι ἀρηρότες, αὐτὰρ ἐπ’ ἄλλοι.


Iliad 13.801: χαλκῷ μαρμαίροντες, ἅμ’ ἡγεμόνεσσιν ἕποντο.


Iliad 13.802: Ἕκτωρ δ’ ἡγεῖτο βροτολοιγῷ ἶσος Ἄρηϊ


Iliad 13.803: Πριαμίδης . προ ἕθεν δ’ ἔχεν ἀσπίδα πάντοσε, ΐσην.

Commented on by msA 13.A50


Iliad 13.804: ῥινοῖσιν πυκινὴν. πολλὸς δ’ ἐπελήλατο χαλκός:


Iliad 13.805: ἀμφὶ δέ οἱ κροτάφοισι φαεινὴ σείετο πήληξ:


Iliad 13.806: πάντῃ δ’ ἀμφὶ φάλαγγας ἐπειρᾶτο προποδίζων


Iliad 13.807: εἴ, πώς, οἱ, εἴξειαν ὑπ’ ἀσπίδια προβιβῶντι


Iliad 13.808: ἂλλ’ οὐ σύγχει θυμὸν ἐνί στήθεσσιν Ἀχαιῶν :

Commented on by msA 13.A51


Iliad 13.809: Αἴας δὲ πρῶτος προκαλέσσατο μακρὰ βιβάσθων:

Commented on by msA 13.A52


Iliad 13.810: δαιμόνιε. σχεδὸν ἐλθέ. τί ὴ δειδίσσεαι αύτως

Commented on by msAim 13.A24


Iliad 13.811: Ἀργείους , οὔ τοι τι μάχης ἀδαήμονές εἰμεν:


Iliad 13.812: ἀλλὰ Διὸς μάστιγι κακῇ ἐδάμημεν Ἀχαιοί :


Iliad 13.813: ῆ, θήν, που τοι θυμὸς ἐέλπεται ἐξαλαπάξειν


Other texts (9 passages)


Scholia group: msAim

msAim 13.A26: ἐν αλλῷ παρα νηυσίν⁑

Comments on 13.832


Scholia group: msA

msA 13.A47: Φάλκην ρθαῖόν ε Ὀρθαῖον ς Ἀλκαῖον πεὶ φησὶ, τὰ διὰ τοῦ αῖος ρισύλλαβα ἔξοντα τὴν πρώτην πρώτην συλλαβὴν εἰς σύμφωνον καταλήγουσαν προπερισπᾶσθαι θέλει: χερσαῖος ὀρφναῖος ἐρσαῖος ἀρχαῖος Ἀρναῖος ρικκαῖος: Ἑρμαῖος ὅθεν τὸ Ἑρμαῖον κάρα παρα Σοφοκλῖ : τὸ δὲ ὅθι δ’ Ἑρμαῖος λόφος ἐστιν. ὡς εἰσ ιδιότητα. καὶ τὸ ἐπι τοῦ κυρίου προς αντιδιαστολήν. διάφορον τόνον ἀνεδέξατο ὡς Ἀθήναιος αὶ θηναῖος γοραῖος καὶ ἀγόραιος, οὕτως οὖν καὶ Ὀρθαῖος ροπερισπωμένως ἀναγνῶστέον. οὐδεμία γὰρ ἀντιδιαστολή: ἐπι τοῦ ὀνόματος κεχώρηκεν ⁑:

Comments on 13.791


msA 13.A48: οἵ ρ’ ἐξ ασκανίης ὅτι ἀμοιβοὶ οἱ διαδεξάμενοι τὸυς ἔμπροσθεν παραγενομένους ἐπικούρους ἤτοι οἱ εξαμοιβῆς καὶ ἐναλλάξεως παραγεγονότες συμμαχῆσαι τοῖς τρωσὶν , ἀντι τὸν πρότερον συνεργούντων ὐτοῖς πολιτῶν, δια γὰρ τὸ επι δεκα έτη τὸν πόλεμον ἀνύεσθαι, οἱ πρώτοι κεκμηκότες κατα μαχην ἰσαρίθμων αυτῶν ἄλλων ἀποστελλομένων ἀπεπέμποντο ὡς εἰκὸς ἐξ αμοιβῆς ἀμύμοντες , ἣ οἱ αμοιβὴν ἀποδιδόντες τῷ πριάμῳ ια τὸ καὶ αὐτὸν συμμαχῆσαι φρυξὶν πιφέρει γὰρ ἡοῖ τῇ προτέρᾳ έγει γὰρ ἐν τῷ καταλόγω. φόρκυς ‘ αὖ φρύγας γε καὶ ἀσκάνιος οειδής ἷοι αμοιβοί. δια γὰρ τῆς ἀμοιβῆς τῶν ποδῶν γίνεται τῶν πεζῶν ἔφοδος⁑

Comments on 13.793


msA 13.A49: κυρτὰ φαληριόεντα διασταλτέον βραχὺ φαληριόωντα: καὶ ἀλλά, στικτέον δὲ αὐτὰρ ἐπ άλλα

Comments on 13.799


msA 13.A50: προ έθεν δ’ έχεν ἀσπίδα ὁμοίως τῷ ἀπο έθεν ἀναγνωστέον κατ ορθην τάσιν προείρηται δὲ περὶ τῆς ἀντωνυμίας⁑

Comments on 13.803


msA 13.A51: ‡ ἀλλ᾽ οὐ σύγχει θυμὸν ὅτι σύνοδος ὑποτάσσει λίην γάρ σφι πᾶσιν ἐκέκριτο θάρσεϊ πολλῷ τοῦτο δὲ ἐπὶ τῶν προκειμενων δηλοῦται, καὶ ὁ Ἀρισταρχος περι του στίχου οὕτως λέγει ὅτι ἐν τοῖς Ζηνοδοτείοις ἐφέρετο:

Comments on 13.808


msA 13.A52: μακρὰ βιβάσθων τυραννίων περσπᾷ οὐχ ὑγιῶς ὁ γὰρ χαρακτὴρ βαρεῖαν τάσιν ἀπαιτεῖ, εἴτε ἀπο τοῦ βιβῶ βιβάθω γενομένου τοῦ ῥήματος περιπλεονάσαντος τοῦ σ ὥς φησι Φιλόξενος. εἴτε ἁπο ὀνόματος τοῦ βίβασθος βιβάσθων ὡς ἄϊστος ἀΐσθων : γίνεται γάρ τινα ἀπο τῶν εἰς τὸς κατα μεταβολην τοῦ τέλους εἰς θω βαρύτονα ῥήματος. ἐγερτὸς ἐγέρθω ἐρεκτὸς ἐρέχθω ἄϊστος ἀΐσθων: οὕτως καὶ παρα τὸ μβιβαστὸς βιβάσθων: παραιτητέον δὲ καὶ τοὺς ὀξύνοντας ὡς δεύτερον ἀόριστον.

Comments on 13.809


Scholia group: msAil

msAil 13.A12: διαβαίνων:

Comments on 13.809@βιβάσθων


msAil 13.A13: τί δη

Comments on 13.810@τί ὴ


previousnext
msA 179rmsA 180r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1