Venetus A (Marciana 454 = 822), folio 180, recto
previous | next |
---|---|
msA 179v | msA 180v |
Iliad text (24 lines)
Iliad 13.814: νῆας. ἄφαρ δέ τε χεῖρες ἀμύνειν εἰσὶ καὶ ἡμῖν:
Iliad 13.815: ἦ κε πολὺ φθαίη εὖ ναιομένη πόλις ὑμὴ
Iliad 13.816: χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε:
Iliad 13.817: σοὶ δ’ αὐτῷ φημὶ σχεδὸν ἔμμεναι. ὁππότε φεύγων
Iliad 13.818: ἀρήσῃ Διῒ πατρὶ καὶ ἄλλοις ἀθανάτοισι
Iliad 13.819: θάσσονας, ϊρήκων έμεναι καλλίτριχας ἵππους:
Iliad 13.820: οἵ σε πόλιν δ’ οἴσουσι κονί̄οντες πεδίοιο:
Commented on by msAim 13.A25
Iliad 13.821: ὡς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις
Iliad 13.822: αἰετὸς ὑψιπέτης. ἐπι δ’ ἴ̈αχε λαὸς Ἀχαιῶν
Iliad 13.823: θάρσυνος οἰωνῷ. ὁ δ’ ἀμείβετο φαίδιμος Ἕκτωρ :
Iliad 13.824: Αἶαν ἁμαρτοεπὲς, βουγάϊε. ποῖον ἔειπες:
Commented on by msA 13.A53, msA 13.A54
Iliad 13.825: αὶ, γὰρ, ἐγὼν, οὕτω γε Διὸς πάϊς αἰγιόχοιο
Iliad 13.826: εἴην ἤματα πάντα, τέκοι δέ με πότνια Ἥρη .
Iliad 13.827: τῑοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων .
Iliad 13.828: ὡς νῦν ἡμέρη ἧδε κακὸν φέρει Ἀργείοισι
Iliad 13.829: πᾶσι μάλ’. ἐν δὲ σὺ τοῖσι πεφήσσαι . αἵ κε ταλάσσῃς
Iliad 13.830: μεῖναι ἐμὸν δόρυ μακρὸν. ὅ, τοι χρόα λειριόεντα
Commented on by msAim 13.A16bis
Iliad 13.831: δάψει. ἀτὰρ Τρώων κορέεις κύνας ἠδ’ οἰωνοὺς
Iliad 13.832: δημῷ καὶ σάρκεσσι. πεσὼν ἐπι νηυσὶν Ἀχαιῶν :
Commented on by msAim 13.A26
Iliad 13.833: ὡς ἄρα φωνήσας ἡγήσατο. τοὶ δ’ ἅμ’ ἕποντο
Iliad 13.834: ἠχῇ θεσπεσίῃ: ἐπι δ’ ἴ̈αχε λαὸς ὄπισθεν:
Iliad 13.835: Ἀργεῖοι δ’ ἑτέρωθεν ἐπίαχον. οὐδ’ ἐλάθοντο
Iliad 13.836: ἀλκῆς. ἂλλ’ έμενον Τρώων ἐπιόντας ἀρίστους:
Iliad 13.837: ἠχὴ δ’ ἀμφοτέρων ΐκετ’ αἰθέρα καὶ Διὸς αὐγάς:
Other texts (5 passages)
Scholia group: msA
msA 13.A53: αἶαν μαρτοεπες βουγάϊε, ζηνόδοτος βουγήϊε , δια τοῦ η δε ἀρίσταρχος δια τοῦ α τάχα ἐπεὶ γαιων ὡς ἐπι τὸ πλεῖστον ὁ ποιητὴς λέγει⁑
Comments on 13.824
msA 13.A54: βουγάϊε τὴν γῆν ἐργαζόμεναι βοῦ δια τὸ δυσκίνητον καὶ μὴ δρομικὸν ὡς ἀχιλλεὺς καὶ μέγα τοῦ σώματος, ἡ ἐπῖ τῇ ἀσπίδι γαίων ὅ εστι γαυριῶν οἱ δὲ βουγάϊε εστι αγροῖκε βοῦ νίκανδρος δέ φησιν ὅτι δουλιχιῶται καὶ σάμιοι τοὺς ἐσθίοντας τὸ γάλα μηδὲν δὲ ἰσχύοντας βουγαΐους καλοῦσιν⁑
Comments on 13.824
Scholia group: msAim
msAim 13.A16bis: ση τὸν χρόα
Comments on 13.830
Scholia group: msAil
msAil 13.A14: ὑμετέρα
Comments on 13.815@ὑμὴ
msAil 13.A15: τοῦτο φησιν όπερ ἐπάγει
Comments on 13.817@ὁππότε φεύγων
previous | next |
---|---|
msA 179v | msA 180v |