Venetus A (Marciana 454 = 822), folio 180, verso

previousnext
msA 180rmsA 181r

Iliad text (25 lines)


Iliad 14.1: Νέστοραδ’ οὐκ ἔλαθεν ἰ̈αχὴ πίνοντά περ ἔμπης.

Commented on by msA 14.B1, msA 14.B2, msA 14.B3


Iliad 14.2: ἀλλ`’ Ἀσκληπιάδην ἔπεα πτερόεντα προσηύδα:


Iliad 14.3: φράζεο δῖε Μαχᾶον ὅπως ἔσται τάδε ἔργα:

Commented on by msA 14.B5


Iliad 14.4: μείζων δὴ παρα νηυσὶ βοὴ θαλερῶν αἰζηῶν.


Iliad 14.5: ἀλλὰ σὺ μὲν νῦν πῖνε καθήμενος αἴθοπα οἶνον.

Commented on by msA 14.B4


Iliad 14.6: εἰσόκε θερμὰ λοετρὰ ἐϋπλόκαμος Ἐκαμήδη


Iliad 14.7: θερμήνῃ: καὶ λούσῃ ἄπο βρότον αἱματόεντα,

Commented on by msA 14.B6


Iliad 14.8: αὐτὰρ ἐγὼν ἐλθὼν τάχα εἴσομαι ἐς περιωπήν:

Commented on by msA 14.B7


Iliad 14.9: ὡς εἰπὼν, σάκος εἷλε τετυγμένον υἷος ἑοῖο.


Iliad 14.10: κείμενον ἐν κλῑσίῃ: Θρασυμήδεος ἱ̈πποδάμοιο.


Iliad 14.11: χαλκῷ παμφαῖνον, ὁ δ’ ἔχ’ ἀσπίδα πατρὸς ἑοῖο:

Commented on by msA 14.B8


Iliad 14.12: είλετο δ’ ἄλκιμον ἔγχος. ἀκαχμένον ὀξέϊ χαλκῷ:


Iliad 14.13: στῆ δ’ ἐκτὸς κλισίης, τάχα δ’ εἴσιδεν ἔργον ἀεικὲς.

Commented on by msA 14.B9


Iliad 14.14: τοὺς μὲν ὀρινομένους. τοὺς δὲ κλονέοντας ὄπισθε


Iliad 14.15: Τρῶας ὑπερ θύμους. ἐρέριπτο δὲ τεῖχος Ἀχαιῶν :

Commented on by msA 14.B10


Iliad 14.16: ὡς δ’ ὅτε πορφύρῃ πέλαγος μέγα κύματι κωφῷ.

Commented on by msA 14.B11, msAim 14.B1


Iliad 14.17: ὀσσόμενον λιγέων ἀνέμων λαιψηρὰ κέλευθα.


Iliad 14.18: αὔτως. οὐδ’ ἄρα τε προκυλίνδεται οὐδ’ ἑτέρωσε

Commented on by msAim 14.B2


Iliad 14.19: πρίν τινα κεκριμένον καταβήμεναι ἐκ Διὸς οῦρον.


Iliad 14.20: ὡς ὁ γέρων ὥρμαινε δαϊζόμενος κατα θυμὸν

Commented on by msA 14.B12


Iliad 14.21: διχθάδι’: ἠ μεθ’ όμιλον. ΐοι Δαναῶν ταχυπώλων.

Commented on by msA 14.B13


Iliad 14.22: ἠὲ μετ’ Ἀτρείδην Ἀγαμέμνονα ποιμένα λαῶν:


Iliad 14.23: ὧδε δέ οἱ φρονέοντι. δοάσσατο κέρδιον εἶναι.


Iliad 14.24: βῆναι ἐπ’ Ἀτρείδην , οἱ δ’ ἀλλήλους ἐνάριζον


Iliad 14.25: μαρνάμενοι. λάκε δέ σφι περι χροῒ χαλκὸς ἀτειρὴς

Commented on by msA 14.B14, msAim 14.B3


Other texts (21 passages)


Scholia group: msA

msA 14.B1: ‡ Νέστορα δ’ οὐκ έλαθεν ἰαχῆ: στικτέον κατα τὸ τέλος τοῦ στίχου: ὁ γὰρ λόγος, Νέστορα δὲ καίπερ πίνοντα όμως οὐκ ἔλαθεν η βοη πρὸς ἄλλοις γὰρ ἡ τοῦ πίνοντ ψυχῇ. ἀπρεπὲς δὲ τινὲς οἰηθέντες εἶναι καὶ οὐ κατ πρεσβύτην τὸ πίνειν ἐπι το ϊαχή στίξαντες τὰ εξῆς συνάπτουσιν πινοντά περ ἔμπης. ἀλλ Ασκληπιαδην : πρὸς δὲ τὸ μὴ εἰναι ὁμηρικὸν τὸ ὑπερβατὸν καὶ τὸ πε τοῦ Μαχάονος ἄτοπον, πε οῦ καὶ τὴν ἀρχὴν ἐζητεῖτο εἰ δεόντως τετρωμένος οἶνον προσεφέρετο. βέλτιον οὖν ἡ συνήθης ἀναγνωσις ⁑

Comments on 14.1


msA 14.B2: Νέστορα δ’ οὐκ ἐλαθεν: σφόδρα συνετῶς εἰσάγεται ὁ Νέστωρ μὴ νικώμενος ὑπ μεθης τῶν λογισμῶν, δηλοῖ δὲ ὡς οὐδε ἡ χρεῖα τῶν ἡδέων κατ τὴν δίαιταν τοῖς πουδαίοις ἐμποδὼν πρὸς επίσκεψιν γίνεται: ἐζήτηται δέ πῶς ὁ Νεστ ἐπι τοσουτ πινεῖν ἀρξαμενος ἀπο τῶν εσχάτων τῆς Λ : καὶ ῥητεὸν ὁτι ου τοσουτ χρόνον ἔπινεν ἀλλ Ὅμηρος κατ παρέκβασιν ἐπαγγειλας τὰς πράξεισ βουληθεὶς δὲ ἐπι τὸν Νεστορα μεταβῆναι πάλιν ἀπο τηςαύτης τῆς πράξεως ἤρξατ ἀφ ἧσπερ αὐτὸν καὶ κατέλιπ ποιοῦντα ⁑

Comments on 14.1


msA 14.B3: ἔλαθεν σημ καὶ τὸ ἐκ προαιρέσεως μαθόντα παραπέμψασθαι ὡς τὸ καὶ τότ’ ἐγὼ Κίρκης λιθόμην ἐν

Comments on 14.1


msA 14.B4: πῖνε, ἀντι τοῦ πῖθι ὡς διεφαίνετο χωρος πιπτόντων , ἀλλ αντι τοῦ πεσόντων ⁑

Comments on 14.5


msA 14.B5: ὅπως ἔσται τὸ ἔσται διαφέρει τοῦ γενήσεται : τὸ μὲν γὰρ ἐπι τοῦ ὑπάρχοντος ὡς ἔσται γέρων ῶδε , τὸ δὲ ἐπι μι οντ γενησετ παῖς ⁑

Comments on 14.3


msA 14.B6: θερμήνῃ καὶ λούσῃ ὅτι οὐ πᾶν αῖμα βρότος, ἀλλα τὸ ἀπο βροτοῦ πεφονευμένου: τὴν δὲ προθ ἀναστρεπτέον το γὰρ εξῆς ἐστιν ἀπολούσῃ ⁑

Comments on 14.7


msA 14.B7: αὐτὰρ ἐγὼν ἐλθὼν οτ τὸ τάχα ἀντι τοῦ ταχέως καὶ ὅτι περιωπῆ τόπος εξ οὗ περιόψεταί τις πάντα καὶ τὸν Ἀγαμέμνονα νοητέον προεληλυθεναι ἐπί τινα τοιουτον τόπον ἵνα ἴ̈δη τὰ τῶν Τρώων πυρά ⁑

Comments on 14.8


msA 14.B8: χαλκῶ παμφαί ⁑ πιθανῶς ὁ νεὸς εἰσῆκται κεχρημένος τῇ χρυσῇ ἀσπίδι προείρηκεν γὰρ πε αυτῆς ὁ ποιητ αλλ εφομαρτεῖτον καὶ σπεύδετον ὀφρα λάβοιμεν ἀσπίδα νεστορέην: τῆς νῦν κλεὸς οὐρανὸν ΐκει πᾶσαν χρυσείην έμεναι κακόνας τε καὶ αυτήν ⁑

Comments on 14.11


msA 14.B9: στῆ δ᾽ εκτὸς κλισίης, ὁτι οὐ κατ τὸ ἀκριβὲς ἐκτὸς τῆς κλισίας ἔστη ἀλλ επι τὴν πεωπὴν προῆλθεν ⁑

Comments on 14.13


msA 14.B10: ἐρέριπτο: ἔστι ῥῆμα ἐρίπτω σηναῖνον τὸ πίπτω : ἤριπε δ’ ὡς ὁτε τις δρῦς ἠ ἀχερωὶ̈ς . σημαίνει δὲ καὶ τὸ καταβάλλω ῥεῖα όχθας βαθείας ποσσὶν ἐρίπτων αντ τοῦ κατ ῥίπτων καὶ κατβάλλων οὐ γίνεται παθητικὸν ἐρίπτομαι ἀντι τοῦ κατβάλλομαι καὶ ἠριμμαι παρακείμενος καὶ ἠρίμμην ὐπερσυντέλικος ἤριψο ηριπτο καὶ ἀττικῶς διπλασιασμὸς ἐρηριπτο καὶ κατ συστο ἐρέριπτο ⁑

Comments on 14.15


msA 14.B11: ὡς δ᾽ ὅτε πορφύρῃ ὁτι πορφύρῃ μελανίζει: εἰωθεν δὲ ὅτ ἂν ἀρχὴν λαμβάνῃ κινήματ ἡ θάλασσα μελανίζειν δι ὃ μεταφέρει ἐπι τοὺς κατα ψυχὴν μεριμνῶντας καὶ ταρασσομένους καὶ ὁτι κωφῷ λέγει τῷ ἀφώνῷ καὶ μηδέπω καχλάζοντ καὶ ἀποτελοῦντι ήχν: μηδεπω γὰρ ἀνέμον εὐκρινοῦς ὀντος τὸ κῦμα ηρεμεῖ ⁑

Comments on 14.16


msA 14.B12: δαϊζόμενος διχῆ μεριζόμενος τῷ σκέμματι τῶν λογισμῶν τουτέστιν ἐπι πολλὰ τὸν λογισμὸν μεταφέρων καὶ διασκοπούμενος ⁑

Comments on 14.20


msA 14.B13: διχθάδει ῆ μεθ ὅμιλον τὸ πλῆρες ἐστι διχθαδια ὥσπερ καὶ Ἀρίσταρχος βούλεται διὃ τὴν χθὰ συλλαβὴν ὀξυτονητ : παραιτητεον δὲ τοὺς βουλομένους εῖναι διχθαδίηα ἠ μεθ’ ὅμιλον καὶ τὴν δὴ συλλα ὀξύνοντας ⁑

Comments on 14.21


msA 14.B14: λάκε οἱ μὲν ἡλλάχθαι τὸν χρόνον. οἱ δὲ ἀντι τοῦ ἴληκε ἐνδείᾳ τοῦ ϊ ὡς ἄνωρον κραδίην ἔχεις καὶ ϊωνικῇ συστοων τοῦ η εἰς α λάκε ῶνοματοπεποίητ δὲ ὅθεν καὶ ἡ λακὶς ⁑

Comments on 14.25


msA 14.B15: ‡ ἐπι πρύμνῃσιν ἔδειμαν: προπαροξυτονητ τὸ πρύμνη̣σιν: Κράτης μέντοι προπερισπᾶ, ἀκούων ἐπι ταῖς ἐσχάταις πλανηθεὶς ἐκ τοῦ τὰς γὰρ πρώτας πεδίον δὲ εἴρυσαν ἀγνοεῖ δὲ ὁτι ὁ ποιητὴς ὡς ἐπι τὸ πολὺ τὸ πρύμνον οὐ τίθησιν ἐπι διεστῶτος σῶματος ἀλλ επὶ ἡνωμένου πρύμνον ὑπὲρ θέναρος τοῦ δ’ ἀπο μὲν γλῶσσαν πρυμνὴν τάμε πρυμνὴν ἐκτάμνοντες

Comments on 14.32


Scholia group: msAim

msAim 14.B1: ἐν τη Ζηνοδ πορφυρει δια τῆς ει ⁑

Comments on 14.16


msAim 14.B2: ουτ οὐδ’ ἄρα τε δια τοῦ τε αἱ Ἀρισταρχ ⁑

Comments on 14.18


msAim 14.B3: οτ ἔναχρ σημ βούλετ δὲ νῦν ἀντι τοῦ ἐλελήκει ⁑

Comments on 14.25


Scholia group: msAil

msAil 14.B1: απρεπες

Comments on 14.13@ἀειὲς


msAil 14.B2: προσημαῖνον

Comments on 14.17@ὀσσόμενον


msAil 14.B3: πολεμόν μενος ⁑

Comments on 14.20@δαϊζόμενος


previousnext
msA 180rmsA 181r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1