Venetus A (Marciana 454 = 822), folio 181, recto

previousnext
msA 180vmsA 181v

Iliad text (25 lines)


Iliad 14.26: νυσσομένων ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισι:


Iliad 14.27: Νέστορι δὲ ξύμβληντο διοτρεφέες βασιλῆες


Iliad 14.28: παρ νηῶν ἀνιόντες. ὅσοι βεβλήατο χαλκῷ:

Commented on by msAim 14.B4


Iliad 14.29: Τυδείδης . Ὀδυσσεύς τε, καὶ Ἀτρείδης Ἀγαμέμνων :


Iliad 14.30: πολλὸν γάρ ῥ’ ἀπάνευθε μάχης εἰρύατο νῆες


Iliad 14.31: θιν`’ ἐφ ἁλὸς πολιῆς. τὰς γὰρ πρώτας πεδίον δὲ


Iliad 14.32: είρυσαν: αὐτὰρ τεῖχος ἐπι πρύμνῃσιν ἔδειμαν.

Commented on by msA 14.B15


Iliad 14.33: οὐδὲ γὰρ οὐδ’ εὐρύς περ ἐὼν. ἐδυνήσατο πάσας


Iliad 14.34: αἰγιαλὸς νῆας χαδέειν. στείνοντο δὲ λαοί:


Iliad 14.35: τῶ ρα προκρόσσας ἔρυσαν: καὶ πλῆσαν ἁπάσης

Commented on by msA 14.B16


Iliad 14.36: ἠϊόνος στόμα μακρὸν: ὅσον συνἐέργαθον ἄκραι:

Commented on by msAint 14.B1, msA 14.B17


Iliad 14.37: τῷ ῥ’ οἵ γ’ ὀψείοντες ἀϋτῆς καὶ πτολέμοιο.

Commented on by msA 14.B18, msA 14.B19, msA 14.B20


Iliad 14.38: ἔγχει ἐρειδόμενοι κίον ἁθρόοι: ἄχνυτο δέ σφι

Commented on by msA 14.B21, msA 14.B22


Iliad 14.39: θυμὸς ἐνι στήθεσσιν. ὁ δὲ ξύμβλητο γεραιὸς


Iliad 14.40: Νέστωρ . πτῆξε δὲ θυμὸν ἐνι στήθεσσιν Ἀχαιῶν .

Commented on by msA 14.B23, msA 14.B24


Iliad 14.41: τὸν καὶ φωνήσας προσέφη κρείων Ἀγαμέμνων :


Iliad 14.42: ὦ Νέστορ Νηληϊάδη : μέγα κῦδος Ἀχαιῶν :


Iliad 14.43: τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρ’ ϊκάνεις,

Commented on by msAext 14.B1


Iliad 14.44: δείδω. μη δή μοι τελέσῃ ἔπος όβριμος Ἕκτωρ ,

Commented on by msAint 14.B2


Iliad 14.45: ὥς ποτ’ ἐπειπήλησεν ἐνι Τρώεσσ’ ἀγορεύων,

Commented on by msA 14.B25, msAim 14.B5


Iliad 14.46: μὴ πρὶν παρ νηῶν προτι Ί̈λιον ἀπονέεσθαι.


Iliad 14.47: πρὶν πυρὶ νῆας ἐνιπρῆσαι. κτεῖναι δὲ καὶ αὐτούς.


Iliad 14.48: κεῖνος, τὼσ’ ἀγόρευε. τὰ δὴ νῦν πάντα τελεῖται:

Commented on by msAint 14.B3, msA 14.B26


Iliad 14.49: ὦ πόποι: ῆ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ


Iliad 14.50: ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς :


Other texts (18 passages)


Scholia group: msA

msA 14.B16: τῶ ρα προκρόσσας ἔρυσαν: ὅτι προκρόσσας τὰς κλημακηδὸν νενεωλκημένας ἑτέρας πρὸς ἑτέρων ὥστε θεατροειδὲς φαίνεσθαι τὸ νεολκίων κρόσσαι γὰρ αἱ κλίμακες ⁑

Comments on 14.35


msA 14.B17: όσσον συνεέργαθον ἄκραι ὅσον ἠν διάστημα ὅσον συνεκλειον καὶ συνδέσμουν αἰ τοῦ Ἐλλησπόντου ἄκραι τὸ Ῥύτιον καὶ τὸ Σίγιον ⁑

Comments on 14.36


msA 14.B18: τῷ ρ᾽ ὕγ᾽ ὀψείοντες: ὅτι Ζηνόδοτ γράφει οψαΐοντες : εἴ ἐστιν δὲ μετὰ πολὺν χρόνον πορευόμενοι ἤθελον ἀκούειν εἴτας μετα πολὺν χρ ἀκούοντες ψευδος ευθεως γὰρ ἀκούσαντες ὥρμης καὶ τὸ οψὰ ἀνελλήνιστον ουτ γὰρ εἴωθε λέγειν ὀψε δὲ δὴ μετέειπεν ἔστι δὲ τὸ ὀψείοντες ὀπτικῶς ἔχοντες ⁑

Comments on 14.37


msA 14.B19: τω ρ᾽ ὕγ᾽ οψείοντες Ἀρίσταρχός φησὶ Ζηνοδ γράφειν οψαΐοντες ὁ δὲ Επιθέτις Πτολεμαῖος τῷ ρ’ οἵ γ’ οὐ ψαύοντες καὶ λόγον φησὶν ἔχειν τὴν γραφήν ⁑

Comments on 14.37


msA 14.B20: τῷ ρ’ οἵ γ’ ὀψείοντες: τὸ ὀψείοντες ὁμοίως τῷ οἱ δὲ κακκείοντες ἡ δὲ παραγωγὴ αὔτη ἡ δια τοῦ εἴω γίνετ ἀπο ενεστώτων καὶ μελλόντων ὀκνῶ οκνείω ριγείω ριγειω θαλπείω πολεμισείω βροσείω κλίνεται δὲ ἕως παρατατικοῦ ἀπο δὲ παρακειμε οὐκετι ἔνθεν καὶ τοῦ Διὸς δ’ ἐτελείετο βουλη τοὺς ἑξῆς χρόνους οὐκ οίδαμεν εχει δὲ δηλουμε τὰ τοιαυτ τῶν ρημάτων τοιοῦτον ὡς αὐτοῦ τοῦ πραγματος επιθυμητικῶς ἐχειν καὶ τὸ κακκείοντες κοιμητικῶς ἔχειν οὕτως οὖν καὶ τὸ ὀψείοντες οπτικῶς εχοντε ⁑

Comments on 14.37


msA 14.B21: ἔγχει ἐρειδόμενοι ὅτι οὐχ ενὶ πάντες ἐρειδόμενοι καὶ ὅτι ἀθρόοι ἐπι τῶν τριῶν ἀρχὴ γάρ ἐστι πληθυντικοῦ ἀριθμοῦ τὰ τρια

Comments on 14.38


msA 14.B22: κίον αθρόοι: Ἀρίσταρχος δασύνει φάσκων ὅτι ἀρχῆ πλῆθους ὁ τρεῖς ἀριθμός εἰσὶ δὲ οἳ ἐψίλωσαν ἄμεινον δὲ πείθεσθαι τῷ Ἀριστάρχῳ ⁑

Comments on 14.38


msA 14.B23: Νέστωρ πτῆξε δὲ, ἀθετεῖται ὅτι καὶ ἐκ τῶν προειρημένων νοοῦμεν ὅτι Νέστωρ ἐστὶν ὁ γεραιός καὶ τὸ πτῆξε ἄκυρον ἐπι γὰρ τῶν ἀπολελυμένων τῆς αγωνίας καὶ τοῦ τῆς ψυχῆς παλμοῦ ἁρμόζει ⁑

Comments on 14.40


msA 14.B24: πτῆξε δὲ θυμὸν: ουτ δια τοῦ τ αἱ Ἀριστάρχου πτῆξε εἰς πτοίαν ἤγαγεν οὕτως καὶ Ἀριστοφα . ὁ δὲ Σιδώνιος πῆξε ἐν οἴω τρόπῳ: καὶ ἐν τῷ βίῳ φαμὲν πεπηγέναι τινὰ τῷ φόβῳ παρα δε Ζηνοδότῳ ἐγέγραπτο ἑταίρων ἀντι τοῦ Ἀχαιῶν

Comments on 14.40


Scholia group: msAim

msAim 14.B4: οτ συλληπτικῶς εἴρηκεν βεβλήατο επι τῶν ουτασμε ⁑

Comments on 14.28


msAim 14.B5: Αριστοφ ὅς ποτε δια τοῦ ο γράφει ⁑

Comments on 14.45


Scholia group: msAint

msAint 14.B1: διχῶς αἱ Αρισταρχ μακρόν καὶ πολλόν Ζενοδ καὶ Ἀριστοφ πολλόν ⁑

Comments on 14.36


msAint 14.B2: ἐν τη Ἀριστοφ δείδια :

Comments on 14.44


Scholia group: msAil

msAil 14.B4: εἰς φόβον ήγαγεν:

Comments on 14.40@πτῆξε


Scholia group: msAext

msAext 14.B1: φθισήνορα δεῦρ’ ἀφικάν’

Comments on 14.43


Scholia group: msAint

msAint 14.B3: ἐν ἄλλως κεινός γε ⁑

Comments on 14.48


Scholia group: msA

msA 14.B26: κεῖνος τὼς ἀγόρευε: ἄμεινον ὡς καὶ Ἀσκαλωνίτ φησὶ τὸ τὼς εῖναι ὁμοίως τῷ τὼς δέ σ’ ἀπεχθήρω ⁑

Comments on 14.48


msA 14.B25: ὥς ποτ᾽ ἐπηπείλησεν: ὅτι ταῦτα ἀναφέρεται ἐπ εκεῖνα ἔλπομαι εὐχόμενος Διὶ̈ καὶ μνημοσύνῃ τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω ὡς πυρὶ νῆας ἐξάκουστα δὲ ἐγίνετο παρα τοῖς πολεμίοις ὡς καὶ τὰ περὶ Ὀθρυονέα ⁑

Comments on 14.45


previousnext
msA 180vmsA 181v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1