Venetus A (Marciana 454 = 822), folio 181, verso

previousnext
msA 181rmsA 182r

Iliad text (25 lines)


Iliad 14.51: οὐδ’ ἐθέλουσι μάχεσθαι ἐπὶ πρύμνῃσι, νέεσσι:


Iliad 14.52: τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ :


Iliad 14.53: ῆ δὴ, ταῦτά γ’ ἑτοῖμα τετεύχαται. οὐδέ κεν ἄλλως


Iliad 14.54: Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο:

Commented on by msAint 14.E1


Iliad 14.55: τεῖχος μὲν γὰρ δὴ, κατερήριπεν, ᾧ ἐπέπιθμεν


Iliad 14.56: ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εῖλαρ ἔσεσθαι:


Iliad 14.57: οἱ δ’ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι


Iliad 14.58: νωλεμὲς, οὐδ’ ὰν ἔτι γνοίης μάλα περ σκοπιάζων:

Commented on by msAint 14.E2, msA 14.E1


Iliad 14.59: ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται:


Iliad 14.60: ὡς ἐπιμὶξ κτείνονται: ἀϋτὴ δ’ οὐρανὸν ΐκει:

Commented on by msA 14.E2


Iliad 14.61: ἡμεῖς δὲ φραζώμεθ’ ὅπως ἔσται τάδε ἔργα.


Iliad 14.62: εἴ τι νόος ῥέξει. πόλεμον δ’ οὐκ άμμε κελεύω

Commented on by msAint 14.E3, msA 14.E3


Iliad 14.63: δύμεναι. οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι:

Commented on by msAint 14.E4


Iliad 14.64: τὸνδ’ αῦτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων :


Iliad 14.65: Νέστορ . ἐπει δὴ νηυσὶν ἐπι πρύμνησι μάχονται.


Iliad 14.66: τεῖχος δ’ οὐκ ἔχραισμε τετυγμένον: οὐδέ τι τάφρος


Iliad 14.67: ᾗ ἔπι πολλ`’ ἔπαθον Δαναοὶ , ἔλποντο δὲ θυμῷ

Commented on by msA 14.E4


Iliad 14.68: ἄρρηκτον νηῶν τὲ καὶ αὐτῶν εῖλαρ ἔσεσθαι,


Iliad 14.69: οὕτω που Διῒ μέλλει ὑπερμενέϊ φίλον εἶναι:

Commented on by msAint 14.E5, msAim 14.E1


Iliad 14.71: ῄδεα μὲν γὰρ, ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν.


Iliad 14.72: οἶδα δὲ νῦν. ὅτι τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι

Commented on by msA 14.E5


Iliad 14.73: κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν:

Commented on by msA 14.E6


Iliad 14.74: ἀλλ’ άγεθ’ ὡς ἂν ἐγὼ εἴπω πειθώμεθα πάντες:


Iliad 14.75: νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης,

Commented on by msAil 14.E1


Iliad 14.76: ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν.


Other texts (14 passages)


Scholia group: msA

msA 14.E1: νωλεμὲς ὅτι Ὁμηρικὸν τὸ ἔθος ὥστε ἔξωθεν τὸ τίς προςλαμβανειν ἀντι τοῦ γνοίη τίς ἂν εἴωθε γὰρ καὶ μὴ ὑποκειμένου προσώπου προς ὃ γίνεται ὁ λόγος οὕτως χρῆσθαι, οὐδέ κε φαίης ἀντι τοῦ φαίη τίς ἂν⁑

Comments on 14.58


msA 14.E2: ὡς ἐπιμὶξ Ἀρίσταρχος ὡς κουρὶξ καὶ εἴπομεν ὅτι τὰ εἰσ ιξ ἐπιρρήματα ὀξύνεται σημειωσαμενοι τὸ πέριξ βαρυνόμενον⁑

Comments on 14.60


msA 14.E3: εἴ τι νόος ῥέξει τινὲς δὲ γράφουσι νόος δ’ ἔρξει

Comments on 14.62


msA 14.E4: ἧ ἐπι πολλ’ διήλλαττον αἱ Ἀρισταρχου οἷς ἐπι καὶ ᾗ ἔπι οἷς ἐπι τῇ τάφρῳ καὶ τῷ τείχει⁑

Comments on 14.67


msA 14.E5: οἶδα δὲ νῦν οὕτως αἱ Ἀρισταρχου ὅτε δια τοῦ ε καὶ ἔστιν ἁκόλουθον τῲ ήδεα γὰρ ὅτε προφρων τὸ οῖδα δὲ νῦν ὅτε ⁑

Comments on 14.72


msA 14.E6: κυδάνει βαρυτονητέον ὁμοιως τῷ οἰδάνει έν στήθεσι νόον ⁑

Comments on 14.73


msA 14.E7: νῆες ὅσαι πρώται ἡ ὑποστιγμὴ ἀμφίβολος, ἤτοι γὰρ ἐπι τὸ εἰρύαται ἢ ἐπι τὸ θαλάσσης καὶ ἀμφότεραι λόγον ἔχουσιν μᾶλλον δὲ κατα τὸ τελος τοῦ στίχου: οὐ γὰρ εγγὺς τῆς θαλάσσης ἀλλ’ εἰς αυτὴν τὴν θάλασσαν ἑλκύσαι συμβουλεύει⁑

Comments on 14.75-6


Scholia group: msAint

msAint 14.E1: ἡ παρα περιττή

Comments on 14.54


msAint 14.E2: Ἀριστοφ χωρὶς τοῦ σ γνοίη ⁑

Comments on 14.58


msAint 14.E3: ἄλλοι: νόος γ’ έρξει

Comments on 14.62


msAint 14.E4: οτ πάλιν συλληπτικῶς οὐ γὰρ πάντες ἐβέβλητο:

Comments on 14.63


msAint 14.E5: νωνύμνους απλεσθαι απ Άργεος ἔνθαδ’ Αχαιοὺς

Comments on 14.69


Scholia group: msAil

msAil 14.E1: ειλκυσμε εἰσὶ

Comments on 14.75


Scholia group: msAim

msAim 14.E1: οτ αντ έοικεν

Comments on 14.69


previousnext
msA 181rmsA 182r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1