Venetus A (Marciana 454 = 822), folio 182, recto

previousnext
msA 181vmsA 182v

Iliad text (25 lines)


Iliad 14.77: ὕψι δ’ ἐπ’ εὐνάων ὁρμίσσομεν, εἰσόκεν ἔλθῃ


Iliad 14.78: νὺξ ἀβρότη: ἢν, καὶ τῇ ἀπόσχωνται πολέμοιο

Commented on by msA 14.E8, msA 14.E9


Iliad 14.79: Τρῶες . ἔπειτα δὲ κεν, ἐρυσαίμεθα νῆας ἁπάσας:


Iliad 14.80: οὐ γάρ τις νέμεσις φυγέειν κακόν οὐδ’ ἀνα νύκτα:


Iliad 14.81: βέλτερον, ὃς φεύγων προφύγῃ κακὸν, ἠὲ ἀλώῃ:

Commented on by msAim 14.E2


Iliad 14.82: τὸνδ’ ὰρ ὑπόδρα ἰ̈δὼν, προσέφη πολύμητις Ὀδυσσεύς :


Iliad 14.83: Ἀτρείδη : ποῖόν σε ἔπος φύγεν έρκος ὀδόντων:


Iliad 14.84: οὐλόμεν’, αἴθ’ ὤφελες ἀεικελίου στρατοῦ ἄλλου

Commented on by msA 14.E10


Iliad 14.85: σημαίνειν. μὴ δ’ ἄμμιν ἀνασσέμεν. οἷσιν ἄρα Ζεὺς


Iliad 14.86: ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν

Commented on by msAil 14.E2


Iliad 14.87: ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος:


Iliad 14.88: οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν


Iliad 14.89: καλλείψειν: ἧς εἵνεκ’ ὀϊζύομεν κακὰ πολλά:

Commented on by msAint 14.E6


Iliad 14.90: σίγα: μή τίς τ’ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ


Iliad 14.91: μῦθον: ὃν οὔ κεν ἀνήρ γε δια στόμα πάμπαν ἄγοιτο

Commented on by msAint 14.E7


Iliad 14.92: ὅς τις ἐπίσταιτο ᾗσι, φρεσὶν ἄρτια βάζειν:

Commented on by msAim 14.E3


Iliad 14.93: σκηπτοῦχος τ’ εἴη: καί οἱ, πειθοίατο λαοὶ.


Iliad 14.94: τοσσοῖδ’. ὅσσοισιν σὺ μετ Aργείοισιν ἀνάσσεις:


Iliad 14.95: νῦν δὲ σεῦ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες:

Commented on by msA 14.E11, msA 14.E12, msAext 14.E1


Iliad 14.96: ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς.


Iliad 14.97: νῆας ἐϋσσέλμους ἅλαδ’ ἑλκέμεν. ὄφρ’ ἔτι μᾶλλον.


Iliad 14.98: Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,

Commented on by msAint 14.E8


Iliad 14.99: ἡμῖν δ’ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ: οὐ γὰρ Ἀχαιοὶ


Iliad 14.100: σχήσουσιν πόλεμον. νηῶν ἅλα δ’ ἑλκομενάων.


Iliad 14.101: ἀλλ’ ἀποπτανέουσιν. ἐρωήσουσι δὲ χάρμης:

Commented on by msAil 14.E3


Other texts (13 passages)


Scholia group: msA

msA 14.E8: νὺξ ἀβρότη ὅτι ἤτοι κατὰ παράλειψιν τοῦ μ ἀντὶ τοῦ ἀμβρότη, οἷον ἀθάνατος, ἡ ἀβρότη, καθ’ ἣν βροτοὶ οὐ φοιτῷσιν⁑

Comments on 14.78


msA 14.E9: ἢν καὶ τῇ ἐὰν ὅλως καὶ δι’ αυτῆς. ἐζήτηται δὲ πῶς ὁ Αγαμέμνων οὕτως ἀστρατηγως φυγεῖν προστάσσει τοῖς Ἕλλησι λέγων νῆες ὅσαι πρώται ῥητέον οὖν ὅτι Ἀγαμέμνων γινώσκων ἀυτοὺς μὴ φευξομένους δια τὴν οἰκείαν ἀρετὴν καὶ οὔτε λαθεῖν ἠδύναντο τοὺς πολεμίους ἐπιτρέπει αὐτοὺς φεύγειν ἵνα μὴ δόξῃ παρα δύναμιν κατέχειν αὐτοὺς ἕνεκεν τοῦ καθ’ εαυτοῦ χρησίμου αἰτίους γενέσθαι τοὺς πάντας ἀπολεσθαι, τοῦναντιον δὲ εὔ`νοιαν ἑαυτῳ πορίσηται δια τὸ πᾶν ὅτι οὖν αἰρεῖσθαι ποιεῖν καὶ ὑπομένειν καὶ τὴν ἐκ τῆς φυγῆς ἀδοξίαν ἔνεκεν τῆς εκείνων σωτηρίας⁑

Comments on 14.78


msA 14.E10: οὐλόμεν’ αίθ’ ὤφελες ὅτι τινὲς ἀποδεδώκασιν, οὐλόμενε δεινὲ οὐ γὰρ ἂν λέγοι τῷ Ἀγαμέμνονι ὁ Ὀδυσσεὺς ὀλέθρου ἄξιε. οὐ δυσωπητέον μέντοι γε ἀλλ’ εἰς τὴν ἐνεστῶσαν περίστασιν ἀτενιστέον ἐπ’ ὠφελείᾳ γὰρ λέγει τοῦ Ἀγαμέμνονος καὶ τῶν ἄλλων συμμάχων δι’ ὃ καὶ ἐπιφέρει ὧ Ὀδυσεῦ μάλα πώς με καθΐκεο θυμὸν ἐνιπῇ ἀργα λέῃ ⁑

Comments on 14.84


msA 14.E11: ‡ νῦν δε σεῦ ὠνοσάμην ἀθετεῖται ὅτι εἰ μὲν ἀπεδεχέτο αὐτὸν κατά τι νῦν δὲ μόνον ἐμέμφετο ἐνεχωρει: καὶ τὸ ἐν ἄλλω τόπῳ δεόντως φέρεσθαι Ζηνόδοτος δὲ γράφει: νῦν δέ σε ὠνοσάμην πάγχυ φρένας καὶ Ἀριστοφάνης δὲ προηθέτει ⁑

Comments on 14.95


msA 14.E12: νῦν δὲ σεῦ ὠνοσάμην παγχυ φρένας οἷον ἔειπες τὸ οἷον ἔειπες. ἤτοι καθ’ αυτὸ νοητέον ἵν’ ᾖ θαυμαστὶκὸς ὁ λόγος ἠ τοῖς ἄνω συναπτέον ἵν’ ᾐ ὁ λόγος: νῦν δὲ παντελῶς ἐμέμφάμην σε οἶον εἴρηκας ⁑

Comments on 14.95


Scholia group: msAim

msAim 14.E2: ἐλλείπει τὸ ἠ μίνας ἀλώῃ ,

Comments on 14.81


msAim 14.E3: ουτ ἐπίσταιτο:

Comments on 14.92


Scholia group: msAint

msAint 14.E6: αἱ Ζηνοδοτ ἐκπέρσειν οὐ καλλείψειν καὶ παρίστησιν ῆθος :

Comments on 14.89


msAint 14.E7: ὃν οὐχ ἕτερος εἴποι:

Comments on 14.91


msAint 14.E8: ἐπικρατοῦσι

Comments on 14.98


Scholia group: msAil

msAil 14.E2: κατεργάζεται:

Comments on 14.86


msAil 14.E3: ανθέξουσι πεβλέψονται φυγεῖν ⁑

Comments on 14.101


Scholia group: msAext

msAext 14.E1: δέ σευ

Comments on 14.95


previousnext
msA 181vmsA 182v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1