Venetus A (Marciana 454 = 822), folio 182, verso
previous | next |
---|---|
msA 182r | msA 183r |
Iliad text (26 lines)
Iliad 14.102: ἔνθά κε, σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν:
Iliad 14.103: τὸνδ’ ἠμείβετ’ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων :
Iliad 14.104: ὦ Ὀδυσεῦ . μάλα πῶς με καθΐκεο θυμὸν ἐνιπῇ
Iliad 14.105: ἀργαλέῃ: ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα.
Iliad 14.106: νῆας ἐϋσσέλμους ἅλα δ’ ἑλκέμεν υἷας Ἀχαιῶν :
Iliad 14.107: νῦν δ’ εἴη. ὃς τῆσδέ γ’ ἀμείνονα μῆτιν ἐνίσποι
Iliad 14.108: ἢ νέος. ἠὲ παλαιὸς. ἐμοὶ δέ κεν, ἀσμένῳ εἴη:
Iliad 14.109: τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης :
Iliad 14.110: ἐγγὺς ἀνὴρ. οὗ δηθὰ μαντεύσομεν: αί κ’ εθέλητε
Commented on by msA 14.E13, msAext 14.E2
Iliad 14.111: πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος
Commented on by msAint 14.E9
Iliad 14.112: οὕνεκα δὴ γενεῆφι, νεώτατος εἰμὶ μεθ’ ὑμῖν:
Commented on by msAim 14.E4
Iliad 14.113: πατρὸς δ’ ἐξ αγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι
Iliad 14.114: Τυδέος . ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει:
Commented on by msAint 14.E10, msA 14.E14
Iliad 14.115: Πορθεῖ : γὰρ, τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο:
Iliad 14.116: ᾤκεον δ’ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι :
Commented on by msAim 14.E5
Iliad 14.117: Ἄγριος , ἠ δε Μέλας. τρίτατος δ’ ἦν ἱππότα Οἰνεὺς
Commented on by msA 14.E15
Iliad 14.118: πατρὸς ἐμοῖο πατήρ. ἀρετῇ δ’ ἦν ἔξοχος αὐτῶν:
Commented on by msAim 14.E6
Iliad 14.119: ἀλλ’ ὁ μὲν αὐτόθι μεῖνε. πατὴρ δ’ ἐμὸς Ἄργεϊ νάσθη
Commented on by msAint 14.E11, msA 14.E16, msAim 14.E7
Iliad 14.120: πλαγχθεὶς, ὣς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι:
Commented on by msA 14.E19
Iliad 14.121: Ἀδρήστοιο δ’ ἔγημε θυγατρῶν: ναῖε δὲ δῶμα
Iliad 14.122: ἀφνειὸν βιότοιο, άλις δέ οἱ ῆσαν άρουραι
Iliad 14.123: πυροφόροι. πολλοὶ δὲ φυτῶν έσαν ὄρχατοι ἀμφίς:
Iliad 14.124: πολλὰ δέ οἱ πρόβατ’ έσκε, κέκαστο δὲ πάντας Ἀχαιοὺς
Commented on by msA 14.E17
Iliad 14.125: ἐγχείῃ. τὰ δὲ μέλλετ’ ἀκουέμεν. ὡς ἐτεόν περ:
Commented on by msAint 14.E12, msA 14.E18, msAim 14.E8
Iliad 14.126: τῶ οὐκ άν με, γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες.
Iliad 14.127: μῦθον ἀτιμήσαιτε πεφασμένον. ὅν κ’ εὖ εἴπω:
Other texts (17 passages)
Scholia group: msA
msA 14.E13: ἐγγὺς ἀνὴρ ἐζήτηται, διὰ τί νῦν Διομήδης συμβουλεύει καὶ οὐ Nέστωρ . ῥητέον δὲ ὅτι τὸ μὲν γῆρας ἐν τοῖς ἐστὶν ἐπισχετικὸν ἡ δὲ νεότης θαρσαλεώτερα. ἄλλως τε καὶ Διομήδης ἐν τῇ προτέρα συμβουλῇ θαυμασθεὶς. νῦν μᾶλλον τεθάρρηκε καὶ προήρπακεν τῶν πρεσβυτέρων τοὺς λόγους ⁑
Comments on 14.110
msA 14.E14: Τυδέος ὅτι χυτὴ γῆ ἡ ἐπι τοῖς νεκροῖς ἐπιχεομένη οὐ καθολικῶς ὡς μέλαινα καὶ φερέσβιος: Ζηνόδοτος δὲ ἠθέτει: παρὰ Ἀριστοφάνει δὲ οὐκ ἦν: τὸ δὲ κάλυψε ¨Ιωνικῶς:
Comments on 14.114
msA 14.E15: Ἄγριος ἢ δὲ Μέλας ὅτι ἐλέγχονται οἱ τὸν ἱππότην ἀποδιδόντες φυγάδα: ὁ γὰρ Οἰνεὺς κατέμεινεν ἐπι τῆς πατρίδος ⁑
Comments on 14.117
msA 14.E16: ἀλλ’ ὁ μὲν αὐτόθι μεῖνε ὅτι ὁ Οἰνεὺς κατέμεινεν ἐπι τῆς πατρίδος ὁ ἱππότης ἄρα οὐ φυγάς, ἀλλ’ ἱππικός καὶ ὁ Ησίοδος δὲ οὕτως ἀκήκοεν ἰδὼν δ’ ἱππηλάτα Κῆρυξ ἀντὶ τοῦ ἱππικός⁑
Comments on 14.119
msA 14.E17: πολλὰ δέ οι πρόβατ’ ἔσκε ὅτι πaντα τὰ τετράποδα: δια τὸ ἑτέραν βάσιν ἔχειν προ τῆς οπισθίας⁑
Comments on 14.124
msA 14.E18: ἐγχείῃ τὰ δὲ μέλλετ’ οὕτως αἱ Ἀριστάρχου εἰ ετεόν περ ἵν’ ᾖ ταῦτα δὲ ὑμᾶς εἰκὸς εἰδέναι ἀκηκοότας εἰ ἀληθῆ λέγω: αἱ δὲ δημώδεις ὡς ἐτεόν περ⁑
Comments on 14.125
msA 14.E19: καὶ θεοὶ ἄλλοι εὐσχημόνως ὁ Διομήδης παρεσιώπησε τὴν τοῦ πατρὸς φυγήν Tυδεὺς γὰρ ἀνελῶν Λυκωπέα καὶ Aλκάθουν ἑαυτοῦ παιδας ἔφυγεν ἡ αληθεστερα ἱστορία αύτη: Tυδεὺς ὁ Oἰνέως Aἰτωλὸς μὲν ἦν τὸ γένος: ἀνδρειότατος δὲ τῶν καθ’ αυτὸν γενόμενος ἔτι νέος ὢν ἐθεάσατο τὸν πρα διὰ γῆρας ἀπὸ τῶν Aγρίου παίδων τῆς βασιλείας ἐκβαλλόμενον δι’ ὅπερ ἀναιρεῖ τούς τε ἀνεψιοὺς καὶ συν αυτοῖς ἀκουσίως τὸν ἀνεψιὸν φυγὼν δὲ εἰς Aργος πρὸς Ἄδραστον βασιλέα τῆς χώρας καθαρσίων τε τυγχάνει πρὸς αυτοῦ καὶ λαμβάνει τὴν αὐτοῦ θυγατέρα Δηϊπύλην ἡ ϊστορία παρα Φερεκύδει ⁑
Comments on 14.120
Scholia group: msAim
msAim 14.E4: οὕτως νεώτατος ὑπερθετικῶς ὡμολογουν ἅπασαι:
Comments on 14.112
msAim 14.E5: οὗτος ὁ στίχος μεταξὺ κεῖται: τὸ δὲ ἑξῆς Άγριος ἡ δὲ Μέλας
Comments on 14.116
msAim 14.E6: οὕτως Αρίσταρχος Ζηνόδοτος δὲ εμεῖο οὐκ ὀρθῶς
Comments on 14.118
msAim 14.E7: γράφεται καὶ αὐτοῦ ὡς αὐτοῦ οἱ καὶ σῆμα τετεύξεται :
Comments on 14.119
msAim 14.E8: Ἀρίσταρχος εἰ ετεόν περ
Comments on 14.125
Scholia group: msAint
msAint 14.E9: νῦν φθόνω φθονήσετε
Comments on 14.111
msAint 14.E10: γράφεται κάλυψε :
Comments on 14.114
msAint 14.E11: ἐν αλλῳ μίμνε :
Comments on 14.119
msAint 14.E12: ὅτι ἀντὶ τοῦ εοίκατε ἀκηκοέναι:
Comments on 14.125
Scholia group: msAext
msAext 14.E2: οὐ δηθὰ ματεύσομεν
Comments on 14.110
previous | next |
---|---|
msA 182r | msA 183r |