Venetus A (Marciana 454 = 822), folio 183, recto

previousnext
msA 182vmsA 183v

Iliad text (25 lines)


Iliad 14.128: δεῦτ’ ΐομεν πόλεμον δὲ. καὶ οὐτάμενοί περ, ἀνάγκῃ:

Commented on by msA 14.G1


Iliad 14.129: ἔνθα δ’ ἔπειτ’. αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος

Commented on by msAint 14.G1


Iliad 14.130: ἐκ βελέων. μή που τις ἐφ’ ἕλκεϊ ἕλκος ἄρηται.

Commented on by msA 14.G2


Iliad 14.131: ἄλλους δ’ ὀτρύνοντες ἐν ἥσομεν, οἳ τὸ πάρος περ

Commented on by msA 14.G3


Iliad 14.132: θυμῷ ῆρα φέροντες ἀφεστᾶς’ οὐδὲ μάχονται:


Iliad 14.133: ὡς ἔφαθ’ οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο:


Iliad 14.134: βὰν δ’ ἴ̈μεν. ἦρχε δ’ ἄρα σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων :


Iliad 14.135: Οὐδ’ ἀλαοσσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος.

Commented on by msAint 14.G2, msAext 14.G1


Iliad 14.136: ἀλλὰ μετ’ αυτοὺς ἦλθε. παλαιῶ φωτὶ ἐοικώς.

Commented on by msA 14.G4


Iliad 14.137: δεξιτερὴν δ’ έλε χεῖρ’ Ἀγαμέμνονος Ἀτρείδᾱο .


Iliad 14.138: καί μιν φωνήσας. ἔπεα πτερόεντα προσηύδᾱ:


Iliad 14.139: Ἀτρείδη : νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ


Iliad 14.140: γηθεῖ ἐνι στήθεσσι. φόνον καὶ φύζαν Ἀχαιῶν


Iliad 14.141: δερκομένῳ: ἐπεὶ οὔ οἱ ἔνι. φρένες οὐδ’ ἠβαιαί:


Iliad 14.142: ἀλλ’ ὁ μὲν ὡς ἀπόλοιτο. θεὸς δέ ἑ, σιφλώσειε:

Commented on by msA 14.G5


Iliad 14.143: σοὶ δ’ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν.

Commented on by msA 14.G6


Iliad 14.144: ἀλλ’ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες


Iliad 14.145: εὐρὺ κονίσσουσιν πεδίον. σὺ δ’ ἐπόψεαι αὐτὸς

Commented on by msA 14.G7, msAim 14.G1


Iliad 14.146: φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων:


Iliad 14.147: ὡς εἰπὼν μέγ’ ἄϋσεν ἐπεσσύμενος πεδίοιο:

Commented on by msA 14.G9, msAim 14.G2


Iliad 14.148: ὅσσόν τ’ ἐννεάχιλοι ἐπίαχον ἠ δεκάχιλοι

Commented on by msAint 14.G3, msA 14.G8


Iliad 14.149: ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος :


Iliad 14.150: τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων


Iliad 14.151: ἧκεν. Ἀχαιοῖσιν δὲ μέγα, σθένος ἔμβαλ’ ἑκάστῳ


Iliad 14.152: καρδίῃ, ἄλληκτον πολεμίζειν. ἠδὲ μάχεσθαι:


Other texts (15 passages)


Scholia group: msA

msA 14.G1: δεῦτ’ ΐομεν πόλεμον δέ, καλῶς οῦχ ὁ Νέστωρ ταῦτα φησὶν, ἀλλ’ εις τῶν τετρωμένων. δεῖ δὲ προσβραχὺ στίζαι ἐις το περ , εἶτα τὸ ἀνάγκῃ ἐπαγαγεῖν, ἵν’ ὥσπερ αἰτίαν τῆς ἐξόδου ἐπιφέρη, τὴν ἐνεστῶσαν ἀνάγκην. ἡ διπλῆ δὲ ὄτι συλληπικῶς καὶ ἐπι τῶν βεβλημνων οὐτάμενοι εἴρηκεν ⁑

Comments on 14.128


msA 14.G2: ἐκ βελέων μή που τίς βέλτιον τοῖς ἄνω συνάπτειν τὸ ἐκ βελέων ἵν’ ᾖ ἐκτὸς βελέων ὡς ἕκτορα δ’ ἐκ βελέων ⁑

Comments on 14.130


msA 14.G3: ἐνησομεν: τῷ πολέμῳ, οἱ δὲ ἀνήσομεν: πείσομεν ἀλλ ανεῖς ἐπεὶ οὕτως ἐγίναο παῖδ’ ἀΐδηλον : τὴν δε ἀφοπμὴν τῆς συμβουλίας ἀπο τῶν Νέστορος λόγων εἴληφεν ⁑

Comments on 14.131


msA 14.G4: ἀλλα μετ αυτὸυς ἦλθε. ὅτι Ζηνόδοτος ὑποτάσσει ἀντιθέῳ Φοίνικι ὀπάωνι Πηλείωνος : οὐχ ἁρμόζουσι δὲ Φοίνικι οἱ ἐπιφερόμενοι λόγοι: βέλτὶον οὖν καθολικώτερον γέροντι ἀπεικάσθαι ⁑

Comments on 14.136


msA 14.G5: σιφλώσειε τυφλώσειεν ἐπιψόγον ποιήσειε σίφλὸς γὰρ καλεῖται καὶ ὁ ψόγος ἡ λέξις νεωτέρων: καὶ οἱ μὲν κακώσειεν: οἱ δὲ μωμητὸν ποιήσειεν: οἱ δὲ γέλωτα ποιήσειεν: οἱ δὲ κωλύσειεν: φλῶ γάρ ἐστι τὸ ὀρμὴν ἔχω ὅθεν καὶ οἰνόφλυξ: οἱ δὲ σίπαλον. τὸν εἰδεχθῆ ⁑

Comments on 14.142


msA 14.G6: σοὶ δ’ ὄυπω μάλα πάγχυ: παρέλκει ἐνθάδε τὸ πῶ συντασσόμενον γὰρ τῇ ου ἀποφάσει καὶ τῇ μή ἀπαψορεύσει ὑπισχνεῖται τῷ μετα ταῦτα γίνεσθαι τὸ συντασσόμενον αὐτοῖς πράγμα, οἶον οὔπω ἔφαγον: οὔπω ἐδειπνησα: μέλλων γὰρ τίς δειπνεῖν τοῦτο ἀποφαίνεται: τὸ γὰρ οὐ δεῖπνῶ ἀπόφασιν ὑπισχνεῖται τελεῖαν : τὸ δὲ ούπω δειπνῶ τὸ μελλον ὑπισχνεῖται: ουτ Ἡρωδιανος ἐν τῇ καθόλου ⁑

Comments on 14.143


msA 14.G7: κονίσσουσιν: κόνεως πληρώσουσιν: ἐκ δε τοῦ παρακολουθοῦντος νοεῖται τὸ φεύξονται: οἱ γὰρ φεύγοντες κατα τὸν δρόμον ἐγείρουσι κόνιν ⁑

Comments on 14.145


msA 14.G8: ὅσσον τ’ ἐννεάχιλοι. ἤτοι ἀφ ἑτέρας ἀρχῆς τὴν παραβολὴν ἀναγνωστέον ἵνα ὑποζωμεν ἐπι τὸ Ἄρηος . ἠ τοῖς ἄνω προσδοτεόν. ἵνα στίζωμεν ἐπι τὸ Ἄρηος :

Comments on 14.148


msA 14.G9: πῶς φησὶν ὁ Ποσειδὼν , ὁμουωθεῖς πρεσβύτῃ ὑπερ τήν ἡλικίαν φθέγγεται: καὶ ῥητεόν: ὅτι: τῇ μὲν ὄψει πρεσβύτης ἐφαίνετο: τῇ φωνῇ δὲ, τὴν τοῦ θυ δύναμιν ἐνεδείκνυτο ⁑

Comments on 14.147


Scholia group: msAim

msAim 14.G1: ἐν αλλ συ δ’ επόψεαι αυτους ⁑

Comments on 14.145


msAim 14.G2: οτ ἐλλειπ ἡ διὰ δια πεδίον

Comments on 14.147


Scholia group: msAint

msAint 14.G1: ἐλλειπ ἡ ἀπὸ προθ ἀπεχώμεθ ⁑

Comments on 14.129


msAint 14.G2: οτ Ζηνοδ γράφει οὐδ’ αλαὸν σκοπίήν ⁑

Comments on 14.135


msAint 14.G3: ἡ Αριστοφάνους δια τοῦ δε οσσὸν δ’ εννεαχιλοι επίαχον ⁑

Comments on 14.148


Scholia group: msAext

msAext 14.G1: ἀλαοσκοπιὴν

Comments on 14.135


previousnext
msA 182vmsA 183v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1