Venetus A (Marciana 454 = 822), folio 183, verso

previousnext
msA 183rmsA 184r

Iliad text (25 lines)


Iliad 14.153: Ἥρη δ’ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι

Commented on by msAim 14.G3


Iliad 14.154: στᾶς’ ἐξ Οὐλύμποιο : ἀπὸ ῥίου: αὐτίκα δ’ ἔγνω,

Commented on by msAint 14.G4


Iliad 14.155: τὸν μὲν ποιπνύοντα μάχην ἀνα κυδιάνειραν

Commented on by msA 14.G10


Iliad 14.156: αὐτοκασίγνητον καὶ δᾱέρα: χαῖρε δὲ θυμῷ:


Iliad 14.157: Ζῆνα δ’ ἐπ’ ἀκροτάτης κορυφῆς πολυπίδακος Ί̈δης

Commented on by msA 14.G11, msAim 14.G4


Iliad 14.158: ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ:


Iliad 14.159: μερμήριξε δ’ ἔπειτα βοῶπις πότνια Ἥρη .


Iliad 14.160: ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο:


Iliad 14.161: ἧδε δέ οἱ κατα θυμὸν ἀρίστη φαίνετο βουλή:


Iliad 14.162: ἐλθεῖν εἰς. Ἴδην εὖ, ἐντύνασαν ἑαυτήν:

Commented on by msA 14.G12


Iliad 14.163: εἴ πως ϊμείραιτο παραδραθέειν φιλότητι

Commented on by msAim 14.G5


Iliad 14.164: ᾗ, χροιῇ. τῷ δ’ ὕπνον ἀπήμονά τε. λιαρόν τε:

Commented on by msA 14.G13


Iliad 14.165: χεύῃ ἐπι βλεφάροισιν, ἰ̈δὲ φρεσὶ πευκαλίμῃσι:


Iliad 14.166: βῆ δ’ ἴ̈μεν ἐς θάλαμον. τόν, οἱ, φίλος υἱὸς ἔτευξεν


Iliad 14.167: Ἥφαιστος , πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε

Commented on by msAim 14.G6


Iliad 14.168: κληΐδι κρυπτῇ. τὴν δ’ οὐ θεὸς ἄλλος ἀνῷγεν:

Commented on by msA 14.G14


Iliad 14.169: ἔνθ’ ἧγ’ εἰσελθοῦσα. θύρας ἐπέθηκε φαεινάς:

Commented on by msA 14.G15


Iliad 14.170: ἀμβροσίῃ μὲν πρῶτον ἀπο χροὸς ἱ̈μερόεντος

Commented on by msA 14.G16


Iliad 14.171: λύματα πάντα κάθῃρεν: ἀλείψατο δὲ λίπ’ ἐλαίῳ

Commented on by msA 14.G17


Iliad 14.172: ἀμβροσίῳ. ἑδανῷ: τό, ῥά, οἱ, τεθυωμένον ῆεν:

Commented on by msA 14.G18, msA 14.G20


Iliad 14.173: τοῦ καὶ κῑνυμένοιο: Διὸς ποτὶ χαλκοβατὲς, δῶ.

Commented on by msA 14.G19, msAim 14.G7


Iliad 14.174: ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ΐκετ’ ἀϋτμή:

Commented on by msA 14.G21


Iliad 14.175: τῷ ῥ’ ἥ γε χρόα καλὸν ἀλειψαμένη: ἰ̈δὲ, χαίτας

Commented on by msA 14.G22


Iliad 14.176: πεξαμένη: χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς,


Iliad 14.177: κᾱλοὺς, ἀμβροσίους, ἐκ κρά̄ατος ἀθανάτοιο:

Commented on by msAim 14.G8


Other texts (25 passages)


Scholia group: msA

msA 14.G10: τὸν μὲν ποιπνύοντα: ὅτι τὸ ποιπνύοντα ἐνεργοῦντα ἐστιν οὐχ ὡς οἱ γλωσσογρφοι ποιοῦσι τὸ ποιπνύειν, διακονεῖν ἐκ τοῦ ὡς εἶδον Ἥφαιστον δια δώματ ποιπνύοντα : γεγονεν δὲ παρὰ τὸ πονῶ πονύω πνύω ποιπνύῳ ἀναδίπλωσις ⁑

Comments on 14.155


msA 14.G11: πολυπίδακος Ἴδῃς : οὕτως πολυπίδακος ἀπο τῆς πολυπίδαξ : καὶ κατα τὸ ἁπλοῦν πίδακος ἀμφ’ ὁλίγης , τὸ δὲ δια τοῦ υ γράφειν τελέως ἄγροικον ⁑

Comments on 14.157


msA 14.G12: ἐλθεῖν ἐς Ί̈δην : ὅτι Ζηνόδοτ γράφει ἑωυτὴν οὐχ αρμόζει δὲ αἰτιαικῇ πτώσει τὸ ουτ συναλείφειν διαλύεται γὰρ εἰς τὸ ε καὶ αὐτήν: ἀγνοεῖν δὲ τὴν διαφορὰν ἀυτόν φησιν Ἀρίσταρχος ⁑

Comments on 14.162


msA 14.G13: ἣ χροιῇ: τὸ ἣ δασυντέον καὶ περισπαστέον ἔστι γὰρ δοτικῇ πτῶσις. κτητικῆς ἀντωνυμίας ⁑

Comments on 14.164


msA 14.G14: κληΐδι κρυπτῇ: ὅτι ὑγιῶς δια τοῦ α τὸ ἀνῷγεν: ἡ γὰρ πρόθεις οὐ μετακινεῖται εἰς τὸν παρῳχημενον: προπερισπαστέον δὲ: πρόσκειται δὲ τῷ ω τὸ ϊ ἀπο γὰρ θέματος τοῦ ἀνοίγω πέπτωκεν ⁑

Comments on 14.168


msA 14.G15: ἕνθ’ ἥγ’ εἰσελθοῦνσα: ὅτι Ζηνόδοτος γράφει θύρας ἐπιθεῖσα φαεινάς ἵνα συναφὴς ὁ λόγος γένηται: ὁ δὲ Ὅμρ ἄλλας ἀρχὰς λαμβάνει: ἵνα μὴ ἀσαφὴς ἡ περίοδος γένηται ἥτοι ὑστεροπερίοδος ⁑

Comments on 14.169


msA 14.G16: ἀμβροσίῃ μὲν πρῶτον ὄτι ἐκ τούτου τοῦ τόπου πλανηθεντες τινὲς διέλαβον τὴν ἀμβροσίαν εῖναι ὑγραν τροφήν ⁑

Comments on 14.170


msA 14.G17: λύματα πάντα κάθηρεν: τρίτην ἀπο τέλους ἔχει τὴν ὀξεῖαν ἀπο θεματ τοῦ καθαίρω ὡς οὖν ἀπο τοῦ μεγαίρω ἐμέγηρε καὶ ποιητικως μέγηρε γάρ οἱ τότ’ Ἀπόλλων ουτ ἐκάθηρε κάθηρε ⁑

Comments on 14.171


msA 14.G18: ἀμβροσίῳ ἑδανῶ: δασύντεον τὸ ἑδανῶ . τὸ γὰρ ἠδὺ βούλεται σημᾶναι: γίνεται δέ τινα ἀπο ρημάτων δια τοῦ ἀνος παραγόμενα ὀξύτονα ἅπερ τὴν τρίτην ἀπο τέλους ἔχει βραχεῖαν ἡ αυτόθεν ἀπο τῶν ῥημάτων μετειληφότα ὡς ἀπο τοῦ ἄγω ἀγανός στέγω στεγανὸς , ἡ ἐκ τῆς μακρᾶς τῆς κατ τὰ ῥήματα ἐις βραχειαν μεθ’ ἱστάμενα. ὡς παρα τὸ ἴ̈κω ϊκανός . καὶ παρὰ τὸ πείθω πιθανός τρώγω τραγανός . εἴδω ϊδανός τὰς ἱδανὰς χάριτας ὁ Καλλίμαχος : οὕτως οὖν καὶ παρα τὸ ἥδω τὸ ἑδανὸς γένοιτ’ ὰν τοῦ η εἰς τὸ ε τραπέντος διὸ δασουντεόν τὴν λέξιν μὴ ἄρα ἐπιζητείτωσαν πόθεν τὸ ε ἐγένετο ὁ γὰρ χαρακτὴρ ὡς ἔφαμεν τὴν βραχεῖαν ἀσπάζεται ⁑

Comments on 14.172


msA 14.G19: τοῦ καὶ κινυμένοιο. διασταλτ κατα τὸ τέλος τοῦ στίχου καὶ γραπτέον ὡς Ἀρίσταρχ κατα χαλκοβατὲς δῶ. ὁ γὰρ λόγος, οὖ κινουμένου κατ τὸν τοῦ Διὸς οἶκον, ὁμοίως ἐπί τε γῆν καὶ οὐνον ἡ ἀποφορὰ διϊκνεῖται ⁑

Comments on 14.173


msA 14.G20: ἀμβροσίῳ ἑδανω: ἡ διπλῆ, ὅτι μύρον μὲν οὐκ ονομάζει τεθυμιαμένον δὲ ἔλαιον τὸ μῦρον λέγει ὥστε εἰδέναι μὲν τὴν χρῆσιν τὸ δὲ ὄνομα μή: λέγει δέ που: καὶ ροδόεντι δὲ χρίεν ἐλαίω καὶ κάλλεϊ μέν οἱ πρῶτα : μύρου τί γένος ὀνοματα ποιήσας ⁑

Comments on 14.172


msA 14.G21: ἔμπης ἐσγαίαντε, ἡ διπλῆ πρὸς τὰ περι τοῦ Ὀλύμπου ὅτι οὐκ έστιν ὁ αὐτὸς τῷ οὐρανῷ οὐδὲ τόπος τοῦ οὐνου ἁπ αυτου γὰρ φησι τὴν ὀσμὴν τοῦ μύρου ὁμοίως καὶ εἰς ουρανὸν ἀφικηνεῖσθαι καὶ εἰς γῆν, τοῦτο δὲ ἐπι τῶν ἀνωτατω τοῦ όρους κορυφῶν συμφωνήσει ἶσον διάστημα ἐπι γῆν καὶ οὐνον λαμβάνειν ⁑

Comments on 14.174


msA 14.G22: τῷ ρ’ ἥγε xρόα καλὸν ἀλειψαμένη. ἤτοι ἐπι τὸ ἀλειψαμένη διαταλτέον βραχ καὶ ἐπι τὸ πεξαμένη πρὸς τὸ σαφές ‡

Comments on 14.175


Scholia group: msAim

msAim 14.G3: παραγραπτεον ἐπάνω δια τὸ ετέρων πραγμάτων ἀρχὴν εῖναι ⁑

Comments on 14.153


msAim 14.G4: Αρισταρχ πολυπίδακος αλλοι δὲ πολύπίδακου :

Comments on 14.157


msAim 14.G5: ἐν αλλῳ. ὅπως ϊμείραιτο ⁑

Comments on 14.163


msAim 14.G6: οτ πληθυντικῶς τήν θύραν θύρας

Comments on 14.167


msAim 14.G7: Ἀρισταρχ κατα χαλκοβατεὶ

Comments on 14.173


msAim 14.G8: Ζηνοδ καὶ Αριστοφ καλοὺς καὶ μεγάλους ⁑

Comments on 14.177


Scholia group: msAint

msAint 14.G4: οτ όρος ὁ Όλυμπος καί ρια ἔχει καί απο τῶν ορῶν ἐπιθεωροῦσι ⁑

Comments on 14.154


Scholia group: msAil

msAil 14.G1: απο του ακρωτηρίου

Comments on 14.154@ἀπο-ῥίου


msAil 14.G2: ανδρος ἀδελφόν

Comments on 14.156@δᾱέρα


msAil 14.G3: εξαπατήσειε

Comments on 14.160@ἐξαπάφοιτο


msAil 14.G4: ἐρασθῆ

Comments on 14.163@ϊμείραιτο


msAil 14.G5: συγκοιμηθῆναι

Comments on 14.163@παραδραθέειν


previousnext
msA 183rmsA 184r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1