Venetus A (Marciana 454 = 822), folio 17, verso
previous | next |
---|---|
msA 17r | msA 18r |
Iliad text (25 lines)
Iliad 1.277: μήτε σὺ Πηλείδ’ ἤθελ’ ἐριζέμεναι βασιλῆϊ
Commented on by msA 1.793, msAil 1.811, msAim 1.804
Iliad 1.278: ἀντιβίην: ἐπεὶ οὔ ποθ’ ὁμοίης ἔμμορε τιμῆς
Commented on by msAil 1.812, msAil 1.813
Iliad 1.279: σκηπτοῦχος βασιλεὺς. ᾧ τε Ζεὺς κῦδος ἔδωκεν:
Commented on by msAil 1.814
Iliad 1.280: εἰ δὲ σὺ καρτερός ἐσσι: θεὰ δέ σε γείνατο μήτηρ.
Commented on by msA 1.796
Iliad 1.281: ἀλλ’ ὅδε φέρτερός ἐστιν. ἐπεὶ πλεόνεσσιν ἀνάσσει:
Commented on by msAil 1.815
Iliad 1.282: Ἀτρείδη : σὺ δὲ παῦε. τεὸν μένος: αὐτὰρ ἔγωγε
Commented on by msAil 1.816
Iliad 1.283: λίσσομ’ Ἀχιλλῆϊ μεθέμεν χόλον: ὃς μέγα πᾶσιν
Commented on by msAil 1.817, msAil 1.818
Iliad 1.284: ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο:
Commented on by msAil 1.819, msAil 1.820
Iliad 1.285: τὸν δ’ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων :
Iliad 1.286: ναὶ δὴ ταῦτά γε πάντα γέρον κατα μοῖραν ἔειπες:
Commented on by msAil 1.821
Iliad 1.287: ἀλλ’ ὁ δ’ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων:
Iliad 1.288: πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ’ ἀνάσσειν,
Commented on by msAil 1.822
Iliad 1.289: πᾶσι δὲ σημαίνειν, ἅ, τιν’ οὐ πείσεσθαι ὀΐω:
Commented on by msAil 1.823
Iliad 1.290: εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες
Commented on by msAil 1.824, msAil 1.825
Iliad 1.291: τοῦνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;
Commented on by msAim 1.805
Iliad 1.292: Τὸν δ’ ὰρ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς :
Iliad 1.293: ῆ̄ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην
Commented on by msAint 1.808, msA 1.799, msAil 1.826, msAil 1.827
Iliad 1.294: εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττι κεν εἴπῃς:
Commented on by msA 1.800, msAil 1.828, msAil 1.829
Iliad 1.295: ἄλλοισιν δὴ ταῦτ’ ἐπιτέλλεο: μὴ γὰρ ἔμοιγε
Commented on by msAil 1.830, msAim 1.806
Iliad 1.296: σήμαιν’: οὐ γὰρ ἔγωγέ τι σοι πείσεσθαι ὀΐω:
Commented on by msAil 1.831, msAil 1.832
Iliad 1.297: ἄλλο δέ τοι ἐρέω: σὺ δ’ ἐνι φρεσὶ βάλλεο σῇσι:
Iliad 1.298: χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης
Commented on by msAint 1.809, msA 1.801
Iliad 1.299: οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ. ἐπεί μ’ ἀφέλεσθέ γε δόντες:
Commented on by msAint 1.810, msA 1.802, msA 1.803
Iliad 1.300: τῶν δ’ ἄλλων, ἅ μοι ἐστὶ θοῇ παρὰ νηῒ μελαίνῃ.
Commented on by msAil 1.833
Iliad 1.301: τῶν οὐκ ἄν τι, φέροις, ἂν, ἑλὼν ἀἕκοντος ἐμεῖο:
Commented on by msAil 1.834, msAim 1.807
Other texts (27 passages)
Scholia group: msA
msA 1.793: Πηλείδ ‘ ἥθελ’ Ἀρίσταρχος ἀποφαίνεται ὡς κατὰ τὴν Ὁμηρικὴν συνηθ τὸ ῥῆμα κατὰ τὸν ἐνεστωτα ἀπο τοῦ ε ἄρχεται. ἀλλα μὴν καὶ ἡ κίνησις ἡ τοῦ παρατα ἀλλ’ οδ’ ἀνηρ εθελει : ἤθελε Μηριόνης καὶ ἐνθάδε οὖν ἄμεινον τῇ συνηθεστέρᾳ ἀναγνώσει προσέχοντας ἐπι τὴν δη συλλαβὴν ὀξείαν παραλαμβάνειν ἵνα κρᾶσις ᾖ τοῦ ἔθελε τρισυλλαβου γενομένη ὡς καὶ συνηθης ἐστὶν ὁ ποιητης. τὸ μέντοι ῥῆμα τῶν παραλόγων κατα τόνον εστι τρισύλλαβον ὄν ὡς δείκνυται ἐν τοῖς Περι ῥημάτων ⁑
Comments on 1.277
msA 1.794: εἰ δὲ σὺ καρτερός ἔσσι ὑποστικτέον ἐπι τὸ εσσί , καὶ μήτηρ , τοῦ ἀλλά προς μὲν τὴν σύνδεσιν πλεονάζοντος μόνην δὲ ἐναντίωσιν περιστάντος δύναται δέ τις τὸ μὲν ἐσσὶ ὑποστίζειν, τὸ δὲ μηρ στίζειν ἵνα ὁ δε περισσεύῃ ἀπ άλλης δὲ ἀρχῆς ἀλλ όδε φέρτερός ἐστιν βέλτιον δὲ τὸ πρότερον⁑
Comments on 1.280-1.281
msA 1.796: εἰ δε σὺ καρτερός ἔσσι⁑ τὰ εἰς τερος τρισυλ βαρύνεται οἶον σφέτερος πρότερος κύντερος πῶς οὐχὶ κάρτερος κατα βαρείαν λέγομεν ὅτι τοῦτο οὐκ ἦν εἰς τέρος ἀλλ εἰς ἔρος : τὸ γὰρ τ οὐκ εν τῆ παραγωγῇ ἔσχεν ἦν γὰρ ἀπο τοῦ κρατος ὡς ἀπο τοῦ βλάβος βλαβερός οὐ δια τοῦ βέρος ἡ παραγωγη ἐν γὰρ τῷ πρωτοτυπῳ τὸ β οὔτω καὶ ἀπο τοῦ κράτος κρατερός δια τοῦ ερος ἡ παραγωγη οὐ δια τοῦ τερος ⁑
Comments on 1.280
msA 1.797: εἰ δέ μιν αἰχμητὴν ὑποστικτεον ἐπι τὸ ἐόντες, ἐπι δὲ τὸ μυθήσασθαι στικτέον οὐδὲν γὰρ ἐλλείπει ὠς ᾠήθησαν τινὲς ἀναφέρεται δὲ ταῦτα ἐπι τὸ οὔ ποτ’ ἐς πόλεμον καὶ οὔτε λόχον δ ιεναι ⁑
Comments on 1.290-1.291
msA 1.798: το τοῦ δευτέρου οὖν στίχου πευστικῶς ἀναγινωσκόμενου γίνεται ὁ λόγος τοιοῦτος: εἰ δε πολεμικὸν αὐτὸν ἐποίησαν οἱ θεοὶ ἄρα ὀφειλει δια τοῦτο ἄλλοις ὀνειδίζειν:
Comments on 1.290-1.291
msA 1.799: οὐτιδανός ὡς πευκεδανὸς ληθεδανός: οἱ δὲ οὔτις οὐτιδανός ὡς οὐδαμινός μέγιστον δὲ ὄνειδος ἡγειται τὴν δειλίαν⁑
Comments on 1.293
msA 1.800: εἰ δη σοὶ πᾶν ἔργον: οὕτως ὀρθοτονητέον τὴν ἀντωνυμίαν ἀντιδιασταλτικῆ γάρ ἐστιν. διδάσκει καὶ ἡ γραφὴ δια τοῦ σ οὖσα εἰ γαρ ἦν εγκλιτικὴ ὁμοίως ἂν ἐτράφετο τῷ εἰ δή τοι σοῦ πρς : καί τοι ἐγὼ συνέριθ : περι δε ταύτης τῆς ἀναγνώσεως ἐντελέστερερον διαληψόμεθ ἐν τῇ Γ τῆς Οδ ὅταν περι τῆς Ὀδυσσειου γραφῆς ἐπιζητῶμεν πότερον τοῦ ἕνεκα σοί προτέρω ἢ τοῦ ἔνεκά τοι ⁑
Comments on 1.294
msA 1.801: μαχήσομαι οὕτως δια τοῦ η , οὐ δια τοῦ ες καὶ ἡ Μασσαλιωτικῇ καὶ ἡ Ἀργολικῇ καὶ ἡ Σινωπικὴ , καὶ ἡ Ἀντιμάχου καὶ Ἀριστοφάνους ⁑
Comments on 1.298
msA 1.802: οὔτε σοὶ οὔτε ὅτι Ζηνόδοτος γράφει ἐπεὶ ρ εθέλεις ἀφελεσθαι , ἔργῳ δὲ κοινωνεῖ εἰς ἅπαντας τὴν αιτίαν τῆς ἀφαιρέσεως ἀγνοῶν⁑
Comments on 1.299
msA 1.803: οὐτέ τῳ τὸ τω ση ε ὄνομα ἄρθρον ἀντωνυμιαν σύνδεσμον αἰτιολογικὸν καὶ ῥῆμα: ὄνομα μὲν οὕτως, οὔτε σοὶ οὔτε τῷ ἄλλω ἐστι γὰρ ἀντι τοῦ τινί: ῥῆμα δὲ, οἷον Κύκλωψ τί πῖε οἶνον ἐστι γὰρ τὸ θέμα τῶ αρθ ὃ σημαι τὸ λαμάνω ἄρθρον δὲ οὕτως. ἤτοι μὲν τά γ’ όπισθε Μαχάωνι παντα ἔοικε τῷ Ασκληπιαδι : ἀντωνυμίαν δὲ δὲ ἐν τω τό μιν εεισάμενος σύνδεσμον δὲ αἰτιολογικὸν οὔτως τὸ σε καὶ οὐ δύναμαι οὔτε τῷ ἵνα μὴ νομισθῆ προς ένα μόνον ἀξιόχρεως εἶναι μάχεσθαι ἢ ὡς κοινωνοὺς τῆς ὕβρεως τοὺς Ἕλληνας συμπεριείληφεν οὐκ επαμύνοντας αὖτῶ στὲρουμένω τῆς δωρεᾶς⁑
Comments on 1.299
Scholia group: msAim
msAim 1.804: ὅτι ἐγκεκλιμενως ἀναγνωστεον ἵνα διαλύηται εις τὸ ἔθελον ⁑
Comments on 1.277
msAim 1.805: ὅτι συνήθως ἑαὐτῶ προθέουσι τὰ: ὀνείδη⁑
Comments on 1.291
msAim 1.806: κοινὸν τὸ ἐπιτέλλεο καὶ ὁ γὰρ περισσὸς ὁ εξῆς διὸ ἀθετεῖται⁑
Comments on 1.295
Scholia group: msAint
msAint 1.809: οὕτως διὰ τοῦ η μαχησομαι⁑
Comments on 1.298
Scholia group: msAil
msAil 1.811: βούλου
Comments on 1.277
msAil 1.812: ἴσης
Comments on 1.278
msAil 1.813: ἔλαχεν ἔτυχεν⁑
Comments on 1.278
msAil 1.814: ᾥστινι
Comments on 1.279
msAil 1.815: αντι πλειόνων
Comments on 1.281
msAil 1.816: την σὴν οργήν
Comments on 1.282
msAil 1.817: συγχωρήσας
Comments on 1.283
msAil 1.818: μεγάλως
Comments on 1.283
msAil 1.819: τειχος περίφραγμα
Comments on 1.284
msAil 1.830: πρόστασσε
Comments on 1.295
msAil 1.831: πρόστασσε
Comments on 1.296
msAil 1.832: ἐγω γὰρ οὐ νομίζω πισθηναι σοι:
Comments on 1.296
msAil 1.834: λάβοις
Comments on 1.301
previous | next |
---|---|
msA 17r | msA 18r |