Venetus A (Marciana 454 = 822), folio 184, verso
previous | next |
---|---|
msA 184r | msA 185r |
Iliad text (25 lines)
Iliad 14.203: δεξάμενοι ῥείης, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς
Commented on by msAil 14.C5, msAim 14.C4
Iliad 14.204: γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης:
Iliad 14.205: τοὺς εῖμ’ ὀψομένη: καί σφ’ ἄκριτα νείκεα λύσω:
Iliad 14.206: ήδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται
Commented on by msAint 14.C5
Iliad 14.207: εὐνῆς καὶ φιλότητος. ἐπεὶ χόλος ἔμπεσε θυμῷ:
Iliad 14.208: εἰ κείνω γ’, ἐπέεσσι παραὶ πεπίθουσα φίλον κῆρ,
Commented on by msA 14.C9
Iliad 14.209: εἰς εὐνὴν ἀν ἕσαιμι ὁμωθῆναι φιλότητι.
Commented on by msA 14.C10
Iliad 14.210: αἰεί κέ σφι, φίλη τε καὶ αἰδοίη καλεοίμην:
Iliad 14.211: τὴν δ’ αὖτε προσέειπε φιλομμειδὴς Ἀφροδίτη :
Iliad 14.212: οὐκ έστ’ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι.
Iliad 14.213: Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ϊαύεις:
Commented on by msA 14.C11
Iliad 14.214: ῆ. καὶ ἀπο στήθεσφιν ἐλύσατο κεστὸν ϊμάντα:
Commented on by msA 14.C12
Iliad 14.215: ποικίλον. ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο:
Iliad 14.216: ἔνθ’ ἔνι μὲν φιλότης, ἐν δ’ ΐμερος, ἐν δ’ ὀαριστὺς
Commented on by msAim 14.C5
Iliad 14.217: πάρφασις. ἥ τ’ ἔκλεψε, νόον πύκα περ φρονεόντων:
Iliad 14.218: τόν ῥά οἱ ἔμβαλε χερσὶν, ἔπος τ’ ἔφατ’, ἐκ τ’ ὀνόμαζε:
Commented on by msAim 14.C6
Iliad 14.219: τῆ νῦν τοῦτον ϊμάντα τεῷ ἐγκάτθεο κόλπῳ
Commented on by msA 14.C14
Iliad 14.220: ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται: οὐδέ σε φημὶ
Iliad 14.221: ἄπρηκτόν γε, νέεσθαι, ὅτι φρεσὶ, σῇσι μενοινᾷς:
Commented on by msA 14.C15
Iliad 14.222: ὡς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη :
Iliad 14.223: μειδήσασα δ’ ἔπειτα μέσῳ ἐγκάτθετο κόλπῳ:
Commented on by msA 14.C16, msAext 14.C3, msAim 14.C7
Iliad 14.224: ἡ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη :
Iliad 14.225: Ἥρη δ’ ἀΐξασα, λίπεν ῥίον Οὐλύμποιο :
Commented on by msAint 14.C6
Iliad 14.226: Πῑερίην δ’ ἐπιβᾶσα, καὶ Ημαθίην ἐρατεινὴν,
Commented on by msA 14.C17, msA 14.C18
Iliad 14.227: σεύατ’ ἐφ’ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα:
Commented on by msAim 14.C8
Other texts (20 passages)
Scholia group: msA
msA 14.C8: ‡ τοὺς εἰμ’ ὀψομένη ὅτι νῦν καλῶς λέγονται ἐν δὲ τοῖς κάτω πρὸς τὸν Δία οὐκέτι ⁑
Comments on 14.205-207
msA 14.C9: ἐκείνω γ’ ἐπέεσσι: κείνων σὺν τῷ ν Ἀριστοφ καὶ Ζηνόδοτος : Ἀρίσταρχος δὲ ὁμηρικώτερον φησὶν εἶναι. εἰ κείνους παραπείσασα τὴν ψυχὴν ἐγχωρεῖν δὲ καὶ μετα τοῦ v , εἰ κείνων τὸ κῆρ πείσασα. οῦ δεῖ δὲ ξενίζεσθαι ἐπι ταῖς τῶν πτώσεων ἐναλλαγαῖς ⁑
Comments on 14.208
msA 14.C10: εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι: ὅτι τὸ ὁμωθῆναι οὐκ έστιν ομοιωθῆναι. ἀλλ’ ὁμόσε ἐλθεῖν φιλότητι. δασυντέον δὲ τὸ ο ὡς χρυσωθῆναι δὲ ἀναγνωστέον
Comments on 14.209
msA 14.C11: Ζηνὸς γὰρ τοῦ ἀρίστου: ἀθετεῖται ὅτι ἐκλύει τὴν χάριν εἰ ἕνεκα τοῦ Διὸς δίδωσι καὶ οὐκ αυτῆς προηθέτει δὲ καὶ Ἀριστοφα ⁑
Comments on 14.213
msA 14.C12: ῆ καὶ ἀπο στήθεσφιν. ὅτι κεστὸς ἐκ παρεπομένου ὁ ποικίλος ἀπο τοῦ δια τὰς ῥαφὰς κεκεντῆσθαι ἐμπεπυκιλμένης τῆς φιλότητ καὶ ἱ̈μέρου καὶ ὁ ἀριστύος. καὶ οὐκ έστι κύριον ὄνομα ὡς ἔνιοι τῶν ἀρχαιων δι ὃ καὶ ἐπάλλου λέγει ἄγχε δέ μιν πολυκεστος ϊμάς ⁑
Comments on 14.214
msA 14.C13: ἐν δ’ ὀαριστὺς πάρφασις συναπτέον ἀμφότερα τὰ ὀνόματα τὴν παραλογιστικην ὁμιλίαν δι αμφοτερων δηλοῖ ⁑
Comments on 14.216-14.217
msA 14.C14: τῇ νῦν τοῦτον ϊμαντα: ὅτι τὸ κατα τὸ στῆθος κόλπωμα τοῦ πέπλου κόλπον εῖπεν καὶ ὅτι τὸ τη λάβε ἐστιν ⁑
Comments on 14.219
msA 14.C15: ἄπρηκτον γε νέεσθαι: τοῦτέστι πορέυεσθαι ουτ Ἀρίσταρχος : Δημήτριος δὲ γενεσθαι ἀντι τοῦ γενήσεσθαι βιαίως πάνυ. οὐδε γὰρ τὸ πυθέσθαι πυθέεσθαι γίνεται. οὐδὲ τὸ λαβέσθαι λαβέεσθαι ἵνα καὶ τὸ γενεσθαι γενέεσθαι γενήται ⁑
Comments on 14.221
msA 14.C16: μειδήσασα δ’ ἔπειτα. ὅτι ἐπι τῇ φήμῃ οἰωνισαμένη ἐμειδησε προείρηκε γὰρ οὐκ έση ἄπρακτος. καὶ ἐν Οδ τὸ ὅμοιον: Ζεύς τοι δοίη ξεῖνε ὅττι μάλιστ’ ἐθέλεις , ὡς ἂρ ἔφη χαῖρεν δὲ κληδόνι δῖος Ὀδυσσεύς ⁑
Comments on 14.223
msA 14.C17: Πιερίην δ’ ἐπιβᾶσα ὅτι Μακεδονικὸς Ὄλυμπος , θεῶν. οἰκήτηριον . ἡ γὰρ Πιερία τούτου ἀκρώρεια, καὶ Ἡμαθία τὸ πρότερον ἡ Μακεδονία ἐκαλεῖτο, παράκειται δὲ καὶ ἡ Θράκη . καὶ ἐν Οδ ἐπι τοῦ Ἑρμοῦ Πιερίην δ’ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ ⁑
Comments on 14.226
msA 14.C18: Μακεδὼν ὁ Διὸς καὶ Αἰθρίας κατασχῶν τὴν χώραν οὖσαν τῆς θρᾴκης ἀφ ἑαυτοῦ προσηγόρευσεν γήμας δὲ μίαν τῶν ἐγχωρίων, τεκνοῦται δύο παῖδας Πίερον καὶ Ἄμαθον . ἀφ’ ὧν δύο πολ Πιερίαι καὶ Αμαθίαι ἐν Μακεδονία . ἡ ϊστορία παρὰ Μαρσύια . νῦν δὲ Ἡμαθιην καταχρηστικῶς ὅλην Μακεδονίαν φασ῀ίν Πιερίαν δὲ ὅρος Μακεδονίας ἱερὸν Μουσῶν ⁑
Comments on 14.226
Scholia group: msAim
msAim 14.C4: δια τοῦ α ῥείας ἁι Ἀρισταρχ ουτ καὶ Ἀριστοφ ⁑
Comments on 14.203
msAim 14.C5: ἔν τισι τῶν ὑπομνηματ ἡδ’ ὁ ἀριστύς :
Comments on 14.216
msAim 14.C6: οτ πτῶσις ἐνηλλακται αντ ἀυτῆς ταῖς χερσιν ⁑
Comments on 14.218
msAim 14.C7: Ἀρισταρχ μέσῳ ἄλλοι δὲ, ἑῷ`
Comments on 14.223
msAim 14.C8: ἐν αλλῳ ἐσσυτ’ ἐφ ἱπποπόλων ⁑
Comments on 14.227
Scholia group: msAint
msAint 14.C5: οτ παραλλήλως δηρὸν καὶ χρον ⁑
Comments on 14.206
msAint 14.C6: οτ όρος ὁ Όλυμπ τὸ γὰρ ρίον ἰδίως ἐπόρους τάσσεται ⁑
Comments on 14.225
Scholia group: msAil
msAil 14.C5: τῆς ρέας
Comments on 14.203
Scholia group: msAext
msAext 14.C3: ἑῷ
Comments on 14.223
previous | next |
---|---|
msA 184r | msA 185r |