Venetus A (Marciana 454 = 822), folio 185, recto
previous | next |
---|---|
msA 184v | msA 185v |
Iliad text (25 lines)
Iliad 14.228: ἀκροτάτας κορυφὰς. οὐδὲ χθόνα μάρπτε ποδοῖϊν:
Iliad 14.229: ἐξ Ἀθόω δ’ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα:
Commented on by msAint 14.C7, msA 14.C19
Iliad 14.230: Λῆμνον δ’ εἰσἀφίκανε, πόλιν θείοιο Θόαντος :
Commented on by msA 14.C20
Iliad 14.231: ἔνθ’ Ὕπνῳ ξύμβλητο, κασιγνήτῳ Θανάτοιο.
Iliad 14.232: ἔν τ’ ἄρα οἱ φῦ χειρὶ ἔπος τ’ ἔφατ’, ἔκ τ’ ὀνόμαζεν:
Iliad 14.233: Ὕπνε , ἄναξ πάντων τε θεῶν πάντων τ’ ἀνων .
Iliad 14.234: ἠμὲν δή ποτ’ ἐμὸν ἔπος ἔκλυες, ἠδ’ έτι καὶ νῦν
Iliad 14.235: πείθευ, ἐγὼ δέ κε τοι ϊδέω χάριν ἤμαντα πάντα:
Commented on by msAint 14.C8, msA 14.C21
Iliad 14.236: κοίμησόν μοι Ζηνὸς ὑπ’ οφρύσιν, ὄσσε φαεινὼ
Commented on by msA 14.C22
Iliad 14.237: αὐτίκ’ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι:
Iliad 14.238: δῶρα δέ τοι δώσω, καλὸν θρόνον. ἄφθιτον αἰεὶ:
Iliad 14.239: χρύσεον: Ἥφαιστος δέ κ’ ἐμὸς πάϊς ἀμφιγυήεις
Commented on by msA 14.C23
Iliad 14.240: τεύξει ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει
Commented on by msAim 14.C9
Iliad 14.241: τῷ κεν ἐπίζσχοιες λιπαροὺς πόδας εἰλαπινἄζων
Commented on by msAint 14.C9, msA 14.C24, msA 14.C25
Iliad 14.242: τὴνδ’ ἀπαμειβόμενος προσεφώνεε, νήδυμος Ὕπνος :
Commented on by msAint 14.C10
Iliad 14.243: Ἥρη . πρέσβα θεὰ, θύγατερ μεγάλοιο Κρόνοιο .
Iliad 14.244: ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων
Iliad 14.245: ῥεῖα κατευνήσαιμι: καὶ ἂν ποταμοῖο ῥέεθρα
Iliad 14.246: Ὠκεανοῦ . ὅς περ γένεσις πάντεσσι τέτυκται:
Commented on by msA 14.C27
Iliad 14.247: Ζηνὸς δ’ οὐκ ἂν ἔγωγε Κρονίονος άσσον ἰ̈κοίμην,
Iliad 14.248: οὐδὲ κατευνήσαιμ’ ὅτε μὴ αὐτός γε κελεύοι:
Iliad 14.249: ἤδη γάρ με καὶ ἄλλο, τεὴ ἐπίνυσσεν ἐφετμὴ.
Commented on by msAint 14.C11, msA 14.C26
Iliad 14.250: ἤματι, τῷ: ὅτε, κεῖνος ὑπέρθυμος Διὸς υἱὸς
Iliad 14.251: ἔπλεεν, Ἰλιόθεν . Τρώων πόλιν ἐξαλαπάξας.
Iliad 14.252: ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο
Other texts (16 passages)
Scholia group: msA
msA 14.C19: ἐξ Αθόῳ Ἄθῶς ὄρος ἐν Θράκῃ μέγα τὲ καὶ ὑψηλὸν ἐξ έχον εἰς θάλασσαν τὸν ἰθμον ἔχε Χερόννησον σταδίων δώδεκα: τουτ Ξέρξης ἀγανακτήσας ὁ Περσῶν βασιλεὺς ὅτι προς αυτὸ νῆες αὐτοῦ διεφθάρησαν: διακόψας θάλασσαν ἐποίησεν, ἡ ἱστορία παρα Ἡροδότω ⁑
Comments on 14.229
msA 14.C20: Λῆμνον δ’ εἰς ἀφίκανε: δια ποίαν αιτίαν ἐν τῇ Λήμνῳ μάλιστα ὁ ὑπνος διατρίβει: ῥητέον οῦν. ὅτι Λήμνου μὲν ἢν δεσπότης Ἥφαιστος : γυνὴ δὲ τουτου Χάρις . πασιθέας δὲ τῆς Χάριτος ἀδελφῆς ἐρωτικῶς ἔχων ὁ Ὕπνος ἐκεῖ δίετριβεν: ταύτην οὖν ἀυτῷ ἐπαγγέλλεται γυναῖκα δώσειν ἥρα δύναται δὲ καὶ φυσικώτερον λυθῆναι: ὅτι οἰνοφόρος ἡ Λὴμνος καθῶς λέγει νῆες ἐκ Λήμνοιο παρέστασαν οἶνον φέρουσαι : τοῖς δε πολυποτοῦσι μάλιστα ὕπνος παρέπεται ⁑
Comments on 14.230
msA 14.C21: πείθευ ἐγὼ δέ κε τοι ὅτι ἰδιως ἐγὼ δ αὔ σοι ἰδεω χάριν ἔδει δὲ ἤ τοι ἰδειην, ἵν’ ᾗ τὸ ῥῆμα ἠλλαγμενον ἠ ἐκ περισσοῦ νοουμένου τοῦ καί ἐγὼ δέσοι εἴσομαι χάριν ⁑
Comments on 14.235
msA 14.C22: κοίμησόν μοι Ζηνὸς ὑπ’ ὀφρύσιν οὑτως ὑπο φρύσιν ἡ Ἀριστάρχου καὶ Ἀριστοφάνους ἵνα ᾗ τὰ ὑπο ταῖς ὀφρύσι: Ζηνόδοτ ἐπ οφρύσι συναπτεόν δὲ τοὺς δύο στίχους ἄνευ πάσης διαστολῆς ⁑
Comments on 14.236
msA 14.C23: χρύσεον Ἥφαιστος δέ κ’ ὅτι οὐκ εκληπτέον κατα συναλιφην τὸν και δίφθογγον ἀλλὰ τὸν κε ἔστι γάρ Ἥφαιστος δὲ ἐμος παῖς τεύξει ὥστε περισσον νοεῖσθαι τὸν κε ὁμηρικως ⁑
Comments on 14.239
msA 14.C24: τῷ κεν ἐπίσχοιες οὕτως τὴν γραφὴν παρατίθεται ὁ Ἡρῳδιανος ἐν τῷ ιζ τῆς καθόλου καί λέγοι ἀπο τοῦ ἐπέχοι πλεονασμον εῖναι τοῦ ς ἠ συστολην τοῦ ἐπισχοίης :
Comments on 14.241
msA 14.C25: ἐπίσχοιες: τῷ ἐπίσχοιμι ἀκόλουθον ἐστι τὸ ἐπίσχοις . τῷ δὲ ἔπισχοίης , τὸ επισχοίην καὶ ἴσως έδει ὅυτως ἔχειν: παρεφθάρη δὲ υπ τῶν μετα χαρατηρις αύτων. τῷ δὲ χαρακτῆρι γενώμενον ὅμοιον τῷ ϊοίην καὶ ἀγαγοίην παρὰ Σαπφοϊ , καὶ τὸ πεπαγοίην, παρευπόλιδι: εἰκότως ἐβαρυτονηθ τὸ ἐπισχοιης . γενόμενον ἐπισχοιες ὡς Αιολικόν. ουτ καὶ Ἀλέξανδρος ὁ Κοτιαεὺς ἐν τῷ ϊ τῶν παντοδαπῶν:
Comments on 14.241
msA 14.C26: καὶ ἄλλοτεὴ. Ἀρίσταρχος ἐλλείπειν φησὶ τὴν κατ καὶ ἐκδέχεται τὴν ἀντωνυμίαν ἐυθειας πτώσεως καὶ κατ’ άλλο. ἡ σὴ ἐσοφρονισεν ἐντολὴ ὥστε εῖναι ἡ τεή: Παρμενίσκος δὲ ἐκδέχεται ἐπίρρημ τὸ ἄλλο τε καὶ δασύνει τὸ η καὶ περισπᾶ. ἐπι δοτικῆς πτώσεως ἵνα ὁ Ζεὺς ὑπάρχει. ὁ Ζεὺς τῇ ῇ με ἐσωφρόνισεν ἐντολῇ Ἀλεξίων δὲ προκρίνει τὴν Ἀριστάρχου : φησὶ γὰρ ἀπο τοῦ τ ἀρκτέον: καὶ ἡμεῖν δὲ δοκεῖ προς γὰρ τὴν Ήραν . ἡ ἀπότασις ἐστιν. ἀυτὸς γοῦν ἐπεξηγεῖται ἀυτὸ νῦν ἀν τοῦτό μ’ ἄνῳγας ἀμήχανον ἄλλο τελέσσαι τοιοῦτον γὰρ λέγει. ἤδη γάρ με καὶ ἄλλοτε ἡ σῆ ἐσωφρόνισεν ἐντολή. ὅδε ἐπιθέτης Πτολεμαῖος καὶ Ζηνοδοτ σὺν τῷ ϊ γράφουσιν οἷον τῇ σῇ ἐντολῇ ἐσωφρονισέν με ⁑
Comments on 14.249
msA 14.C27: Ὠκεανοῦ . ὅσπερ γένεσις πάντεσσι τέτυκται: ἐπεὶ ἐξ υδάτων αἱ αὐξήσεις ὑπάρχουσιν: πῶς Ἡσιόδου πάντων πρῶτον εἰπόντος γεγενῆσθαι τὸ Χάος . Ὅμηρος φησὶν Ὠκεανου : ῥητέον οὖν ὅτι ἕκαστος μὲν εἴρηκεν ὡς ἐβούλετο: Ὅμηρος δὲ φιλοσοφώτερον: τὸ γὰρ ὕδωρ πάντων ἡ ζωὴ καὶ προέχει τῶν τεσσάρων στοιχείων ὅ λα᾿ον , ὅθεν καὶ Πίνδαρος ἄριστον αὐτὸ φησίν ⁑
Comments on 14.246
Scholia group: msAim
msAim 14.C9: ἐμβαλεῖ
Comments on 14.240
Scholia group: msAint
msAint 14.C7: Ζηνοδοτ καὶ Ἀριστοφ ες πόντον εβήσετο καὶ μήποτ ἄμεινον:
Comments on 14.229
msAint 14.C8: Ἀρίσταρχ χάριν εἰδέω αἱ δε δημώδεις εἰδέω χαριν :
Comments on 14.235
msAint 14.C9: ουτ Ἡρωδιανος ἐπίσχυες :
Comments on 14.241
msAint 14.C10: νήδυμος σὺν τῷ ν ⁑
Comments on 14.242
msAint 14.C11: ουτ κατ ευθείαν ἄλλο τεὴ : καὶ Ἀρισταρχ καὶ Ἡρωδιανος ⁑
Comments on 14.249
Scholia group: msAil
msAil 14.C6: ὁμολογῶ
Comments on 14.235@ἰ̈δέω
previous | next |
---|---|
msA 184v | msA 185v |