Venetus A (Marciana 454 = 822), folio 185, verso

previousnext
msA 185rmsA 186r

Iliad text (25 lines)


Iliad 14.253: νήδυμος ἀμφιχυθείς: σὺ δέ οἱ, κακὰ μήσαο θυμῷ.


Iliad 14.254: ὄρσασ’ ἀργαλέων ἀνέμων ἐπι πόντον ἀήτας,


Iliad 14.255: καί μιν ἔπειτα Κόων δ’ εὖ ναιομένην ἀπένεικας

Commented on by msA 14.H1, msA 14.H2


Iliad 14.256: νόσφι, φίλων πάντων. ὁ δ’ ἐπεγρόμενος, χαλέπαινε


Iliad 14.257: ῥιπτάζων κατα δῶμα θεοὺς: ἐμὲ δ’ ἔξοχα πάντων

Commented on by msA 14.H4


Iliad 14.258: ζήτει: καί κέ μ’ ἄϊστον ἀπ’ αἰθέρος ἔμβαλε πόντῳ.

Commented on by msA 14.H5


Iliad 14.259: εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν:

Commented on by msAim 14.H1


Iliad 14.260: τὴν ϊκόμην φεύγων. ὁ δ’ ἐπαύσατο χωόμενός περ,


Iliad 14.261: ἅζετο γὰρ, μὴ Νυκτὶ θοῇ ἀποθύμια ἔρδοι:


Iliad 14.262: νῦν αὖ, τοῦτό μ’ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.


Iliad 14.263: τὸνδ’ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη :


Iliad 14.264: Ὕπνε . τί ὴ δὲ σὺ ταῦτα μετα φρεσὶ σῇσι μενοινᾶς:


Iliad 14.265: ῆ φῂς. ὡς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα ζῆ

Commented on by msA 14.H6


Iliad 14.266: ν’ ὡς Ἡρακλῆος περιχώσατο παιδὸς ἑοῖο

Commented on by msA 14.H3


Iliad 14.267: ἂλλ’ ἴ̈θ’, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων

Commented on by msA 14.H7


Iliad 14.268: δώσω ὀπυιέμεναι, καὶ σὴν κεκλῆσθαι ἄκοιτιν:


Iliad 14.270: ὡς φάτο, χῄρατο δ’ Ὕπνος , ἀμειβόμενος δὲ προσηύδα:


Iliad 14.271: ἄγρει νῦν μοι όμοσσον ἀ̆ά̄ᾰτον Στυγὸς ὕδωρ,

Commented on by msAint 14.H1


Iliad 14.272: χειρὶ δὲ, τῇ ἑτέρῃ μὲν, ἕλε χθόνα πουλυβότειραν.

Commented on by msA 14.H8


Iliad 14.273: τῇ δ’ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες


Iliad 14.274: μάρτυροι ὦσ’, οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς εόντες:

Commented on by msA 14.H9, msA 14.H10


Iliad 14.275: ἠ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων


Iliad 14.276: Πασιθέην . ἧς τ’ αὐτὸς εέλδομαι ἤματα πάντα:

Commented on by msAim 14.H2


Iliad 14.277: ὣς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη .


Iliad 14.278: ώμνυε δ’ ὡς ἐκέλευε, θεοὺς δ’ ὀνόμηνεν ἅπαντας


Other texts (15 passages)


Scholia group: msA

msA 14.H1: καί μιν ἔπειτα Κόων : ἔνιοι δια τῶν δύο οο γράφουσι Κόον , καὶ καλλίστρατος ἐν τοῖς διορθωτικοῖς :

Comments on 14.255


msA 14.H2: Κόων : εἰς τὴν Κῶν νῆσον: γράφεται δὲ σὺν τῶι ν κατ’ ἀιτιατικην:⁑

Comments on 14.255


msA 14.H3: Ἡρακλης ἀνακομιζόμενος μετὰ τὸ πορθῆσαι Τροίαν γενόμενος τε κατ τὸ Αἴγειον πέλαγος βουλήσει Ἥρας σφοδρῷ συνεσχέθη χειμῶνι. κατασυρεὶς δὲ εις Κῶ τὴν Μερόπιδα , ἐκωλύθη ἐπιβῆναι τῆς νήσου ὑπο Εὐρυπύλου τοῦ Ποσειδῶνοσ βασιλεύοντος αὐτῆς . βιασάμενος δὲ ὡς ληστὴς ἐπιβὰς ἀνεῖλε τὸν Εὐρύπυλον καὶ τοὺς παιδας αὐτοῦ: μιγεὶς δὲ τῇ θυγατρὶ αὐτοῦ Χαλκίοπη Θεσσαλὸν ἐγέννησεν ἡ ϊστορία παρὰ Φερεκύδει ⁑

Comments on 14.266


msA 14.H4: ῥιπτάζων κατ δῶμα θεοὺς ἀντιστροφη ἐστιν ἀντι τοῦ χαλεπαίνων ἐρρίπταζεν : συναπτέον οὖν καὶ μή τις ἀφ ετέρας ἀρχῆς ἀναγινώσκοιτο ριπτάζων⁑

Comments on 14.257


msA 14.H5: καὶ κέ μ’ ἄϊστον ἀπ’ αιθέρος ἐμβαλεπόν τῳ: καὶ ἀν ιδῶν με ἀνιστόρητον καὶ ἀφανῆ εποίηεν : λαβὼν ἀπο τοῦ ουνου εἰς τὴν θάλασσαν ⁑

Comments on 14.258


msA 14.H6: ῆφὴς ὁ Ἀσκαλωνίτ βαρύνει τὸν η ἄμεινον δὲ περισπᾶν καὶ γὰρ εἰ διαπορεῖ οὐκ ἀναγκαῖον ἐγκλίνειν αὐτὸν οὐ γὰρ ἕτερος αὐτοῷ ἐπριφέρεται περισπώμενος ὡς ἐπι τοῦ η δολιχὴ νῆσος ἡ Ἀρτεμις ἰοχέαιρα ⁑

Comments on 14.265


msA 14.H7: ἀλλ’ ϊθ’ ἐγὼ δέκε τοι: ὅτι δύο γενέσεις Χαρίτων ὑποτίθεται πρεσβυτέρας κὰι νεωτέρας διὸ συγκριτικῶς λέγει ὁπλοτεράων⁑

Comments on 14.267


msA 14.H8: χειρὶ δὲ τῇ ἑτέρῃ ὅτι ἑπι δύο τῷ ἑτέρῳ χρῆται κατα δια στ ἑλληνικῶς: τὰ βαρύτατα δὲ τῶν στοιχείων ὅμνυσι καθαπερ ἐν τῇ συνηθείᾳ λέγομεν ξηρὸν καὶ ὑγρόν⁑

Comments on 14.272


msA 14.H9: μάρτυροι ὅτι Ζηνόδοτος μάρτυρες γράφει ἀγνοῶν ὅτι μάρτυρος λέγειν δεῖ ἀκολούθως τῷ μάρτυρι ⁑

Comments on 14.274


msA 14.H10: θεοὶ Κρόνον ἀμφὶς εόντες : οἱ περι τὸν Κρόνον θεοὶ. λέγει δὲ τοὺς Τιτᾶνας οὖτοι δε εἰσιν οἱ ουνου παῖδες, Κρόνος , Κρεῖος , Ὑπερίων , Ἰαπετός , Κύων ⁑

Comments on 14.274


Scholia group: msAim

msAim 14.H1: ουτ ἐν πάσαις δμητειρα Ἀριστοφ καὶ Ζηνοδ μήτειρα

Comments on 14.259


msAim 14.H2: Ζηνοδοτ καὶ Αριστοφ έξω τοῦ τε ἧς αὐτὸς ἐέλδομαι ⁑

Comments on 14.276


Scholia group: msAint

msAint 14.H1: το ἑξῆς ἐστίν όμοσον ἠ μὲν εμοὶ τά δε αλλα δια μέσον:

Comments on 14.271


Scholia group: msAil

msAil 14.H1: τῷ Ἡρακλεῖ

Comments on 14.255@θυμῷ


msAil 14.H2: ἐπεγειράμενος

Comments on 14.258@ἐπεγρόμενος


previousnext
msA 185rmsA 186r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1