Venetus A (Marciana 454 = 822), folio 186, recto
previous | next |
---|---|
msA 185v | msA 186v |
Iliad text (25 lines)
Iliad 14.279: τοὺς ὑποταρταρίους. οἳ Τῑτῆνες καλέονται:
Commented on by msA 14.H11
Iliad 14.280: αὐτὰρ. ἐπεί ῥ’ ὄμοσέν τε, τελεύτησέν τε τὸν ὅρκον.
Iliad 14.281: τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε:
Iliad 14.282: ηέρα εσσαμένω. ῥίμφα πρήσσοντε κέλευθον.
Iliad 14.283: Ί̈δην δ’ ϊκέσθην πολυπίδακα μητέρα θηρῶν.
Iliad 14.284: Λεκτόν : ὅθι πρῶτον λιπέτην ἅλα; τὼ δ’ ἐπὶ χέρσου
Commented on by msA 14.H12, msA 14.H13
Iliad 14.285: βήτην, ἀκροτάτη δὲ ποδῶν ὑπεσείετο ὕλη.
Commented on by msAim 14.H3
Iliad 14.286: ἔνθ’ Ὕπνος μὲν ἔμινε πάρος Διὸς , ὄσσε. ϊδέσθαι:
Iliad 14.287: εἰς ελάτην ἀναβὰς περιμήκετον, ἣ τότ’ ἐν Ίδῃ
Iliad 14.288: μακροτάτη πεφυυῖα. δι’ ηέρος αἰθέρ’ ΐκανεν,
Commented on by msA 14.H14
Iliad 14.289: ἔνθ’ ἧστ’. ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν.
Commented on by msA 14.H15
Iliad 14.290: ὄρνιθι λιγυρῇ ἐναλίγκιος. ἥν τ’ ἐν ὄρεσσι
Iliad 14.291: χαλκίδα κικλήσκουσι θεοὶ: ἄνδρες δὲ κύμινδιν:
Commented on by msA 14.H16
Iliad 14.292: Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον:
Iliad 14.293: Ἴδης ὑψηλῆς. ἴδε, δὲ νεφεληγερέτα Ζεύς :
Iliad 14.294: ὡς δ’ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν.
Iliad 14.295: οἷον, ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι:
Commented on by msAint 14.H2, msA 14.H17, msAim 14.H4
Iliad 14.296: εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας:
Iliad 14.297: στῆ δ’ αὐτῆς προπάροιθεν ἔπος τ’ ἔφατ’, ἔκ τ’ ὀνόμαζεν:
Iliad 14.298: Ἥρη : πῇ μεμαυῖα, κατ’ Οὐλύμπου τόδ’ ϊκάνεις:
Iliad 14.299: ἵπποι δ’ οὐ παρέασι καὶ ἅρματα, τῶν κ’ ἐπιβαίης:
Commented on by msAint 14.H3, msA 14.H18
Iliad 14.300: Τὸν δὲ δολοφρονέουσα προσήυδα πότνια Ἥρη :
Iliad 14.301: ἔρχομαι ὀψομένη, πολυφόρβου πείρατα γαίης.
Iliad 14.302: Ὠκεανόν τε, θεῶν γένεσιν. καὶ μητέρα Τηθὺν .
Iliad 14.303: οἵ με σφοῖσι δόμοισιν ἐΰ τρεφον ἠδ’ ἀτίταλλον:
Commented on by msAint 14.H4, msAext 14.H1
Other texts (16 passages)
Scholia group: msA
msA 14.H11: τοὺς ὑποταρταρίους οἱ Τιτῆνες καλέονται: ὅτι τοὺς περι Κρόνον θεοὺς ὑποταρταρίους προσαγορεύει προς τὸ ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ὅτι οὐ τοὺς περι Κρόνον λέγει Ὀλυμπίους ⁑
Comments on 14.279
msA 14.H12: λεκτὸν όθι πρῶτον οὕτως λεκτὸν ὀξυτόνως ὡς φυτὸν οὗτος γὰρ ὁ τόπος καλεῖται. ἡ διπλῆ δὲ ὅτι ἰδίως εἴρηκεν ἀντι τοῦ Ἴδης εἰς Λεκτὸν καὶ Ἵδην δ’ ί̈κανε πολυπίδακα Γάργαρον . καὶ ἐν οδ τὸ ὅμοιον ἡ δ’ ἄρα Κύπρον ἵ̈κανε φιλομμειδὴς Ἀφροδίτη ἐς Πάφον , ἡ γὰρ Κύπρος εἰς Πάφον ⁑
Comments on 14.284
msA 14.H13: λεκτον: ἀκρωτηριον τῆς Ἴδης κεκλημναὶ ἀπο τοῦ ἐν αυτῷ κατακλιθῆναι Δία καὶ Ἥραν τρία δὲ τὰ πάvτα ἀκρωτήρια τῆς Ἴδης λεκτὸν Γάργαρον φαλάκρη. ἀφορᾷ δὲ τὸ λεκτὸν ἐπι τὸ αἰγεῖον πέλαγος ⁑
Comments on 14.284
msA 14.H14: μακροτάτη πεφυυῖα, δι’ ηέρος ὅτι καθ Ὅμηρον ἀὴρ ὁ ἀπο γῆς μέχρι νεφῶν τόπος. ὁ δὲ ὑπερ τὰ νέφη τόπος αἰθήρ καὶ ὁμωνύμως τῷ στερεμνίῳ ουνω διὸ τὰ νέφη λέγει πύλας ουνου ⁑
Comments on 14.288
msA 14.H15: ἐναλίγκιος κατ τὴν καθέδραν ὁ γὰρ ὄρνις οὐ καθέζεται ⁑
Comments on 14.289
msA 14.H16: χαλκίδα κικλήσκουσι θεοὶ ἄνδρες δὲ κύμινδιν: ὁ κύμινδις οἰκεῖ μὲν ὄρη ἐστι δὲ μέλας χαλκίζων τὴν χροί καὶ μέγεθος ὅσον ἱέραξ φασσόφωνος ὥς φησιν Ἀριστοτέλης . παρα δέ τῃσι θηλυκῶς λέγεται ἡ κύμινδις εὐεπίφορον εἰς ὕπνον τὸ ὄρνεον. κύμινδις δὲ λέγεται δια τὸ ἀεὶ τὴν κεφαλὴν ὑπο τοὺς κλάδους κρύπτειν ⁑
Comments on 14.291
msA 14.H17: οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην: Ἥραν τρεφομένην παρὰ τοῖς γονεῦσιν εἷς τῶν Γιγάντων Εὑρυμέδων βιασάμενος ἔγκυον ἐποίησεν: ἡ δε Προμηθέα , ἐγέννησεν Ζεὺς δὲ ὕστερον γήμας τὴν ἀδελφὴν καὶ γνοὺς τὰ γενόμενα τὸν μὲν Εὐρυμέδοντ κατεταρτάρωσεν: τὸν δὲ Προμηθέα προφάσει τοῦ πυρὸς δεσμοῖς ἀνῄρτησεν. ἡ ἱστορίᾳ παρα Εὐφορίωνι ⁑
Comments on 14.295
msA 14.H18: ἵπποι δ’ οὐ παρέασι καὶ ἄρματα: δύναται καὶ πευστικῶς ὁ στίχος ἀναγινώσκεσθαι οὐ μὴν ὑποστικτέον δια πευστικὴν ὑπόκρισιν ⁑
Comments on 14.299
Scholia group: msAim
msAim 14.H3: Αρισταρχ ὑπο εῖτα σείετο ϊακῶς ουτ καὶ Ζηνοδοτ καὶ Ἀρίστοφανης :
Comments on 14.285
msAim 14.H4: ουτ Ἀρίσταρχ ἄλλοι δὲ πρώτιστον:
Comments on 14.295
Scholia group: msAint
msAint 14.H2: γράφεται καὶ οῖος
Comments on 14.295
msAint 14.H3: Ζηνόδ καὶ Ἀριστοφ ἔξω τοῦ κέ συνδ τῶν ἐπιβαίης:
Comments on 14.299
msAint 14.H4: γράφεται οἵ μ’ ἐν σφοῖσι ,
Comments on 14.303
Scholia group: msAil
msAil 14.H3: κατέλιπον
Comments on 14.283@λιπέτην
msAil 14.H4: ϊμνε
Comments on 14.285@ἔμεινε
Scholia group: msAext
msAext 14.H1: οἵ μ’ εν σφοῖσι
Comments on 14.303
previous | next |
---|---|
msA 185v | msA 186v |