Venetus A (Marciana 454 = 822), folio 186, verso

previousnext
msA 186rmsA 187r

Iliad text (25 lines)


Iliad 14.304: τοὺς εῖμ’ ὀψομένη: καί σφ’ ἄκριτα νείκεα λύσω:


Iliad 14.305: ήδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται


Iliad 14.306: εὐνῆς καὶ φιλότητος. ἐπεὶ χόλος ἔμπεσε θυμῷ.


Iliad 14.307: ἵπποι δ’ ἐν πρυμνωρείῃ πολυπιδάκου Ί̈δης

Commented on by msA 14.H20, msAext 14.H2, msAim 14.H5


Iliad 14.308: ἑστᾶσ’ οἵ μ’ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν:


Iliad 14.309: νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατ’ Οὐλύμπου τόδ’ ϊκάνω.

Commented on by msA 14.H21


Iliad 14.310: μή πως μοι μετ’ ἔπειτα χολώσεαι: αἴ κε σιωπῇ

Commented on by msAim 14.H6


Iliad 14.311: οἴχωμαι προς δῶμα βαθυρρόου Ὠκεανοῖο :


Iliad 14.312: τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς :


Iliad 14.313: Ἥρη . κεῖσε μέν ἐστι καὶ ὕστερον ὁρμηθῆναι,


Iliad 14.314: νῶϊ δ’ ἄγ’ ἐν φιλότητι τραπείομεν εὐνηθέντε:


Iliad 14.315: οὐ γάρ πώ ποτέ μ’ ῶδε θεᾶς, ἔρως, οὐδε γυναικὸς

Commented on by msA 14.H23


Iliad 14.316: θυμὸν ἐνι στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν;


Iliad 14.317: οὐδ’ ὁπότ’ ηρασάμην Ϊξιονίης ἀλόχοιο,

Commented on by msA 14.H24, msA 14.H25


Iliad 14.318: ἣ τέκε Πειρίθοον , θεόφιν μήστωρ’ ἀτάλαντον:


Iliad 14.319: οὐδ’ ὅτε περ Δανάης καλλισφύρου Ἀκρισιώνης ,

Commented on by msA 14.H29


Iliad 14.320: ἣ τέκε Περσῆα . πάντων ἀριδείκετον ἀνδρῶν:


Iliad 14.321: οὐδ’ ὅτε Φοίνικος κούρης τηλεκλειτοῖο.


Iliad 14.322: ἣ τέκε μοι Μί̄νω τε καὶ ἀντίθεον Ῥαδάμανθυν :

Commented on by msA 14.H26, msAim 14.H7


Iliad 14.323: οὐδ’ ὅτε περ Σεμέλης . οὐδ’ Ἀλκμήνης ἐνι Θήβῃ .

Commented on by msA 14.H22, msA 14.H30


Iliad 14.324: ἥ ρ’ Ἡρακλῆα κρατερόφρονα γείνατο παῖδα.

Commented on by msAint 14.H5, msA 14.H27


Iliad 14.325: ἡ δὲ Διώνυσον Σεμέλη τέκε. χάρμα βροτοῖσιν:


Iliad 14.326: οὐδ’ ὅτε Δήμητρος καλλιπλοκάμοιο ἀνάσσης


Iliad 14.327: οὐδ’ ὁπότε Λητοῦς ἐρικυδέος. οὐδὲ σεῦ αὐτῆς:


Iliad 14.328: ὡς σέο νῦν ἔραμαι. καί με γλυκὺς ἵμερος αιρεῖ:

Commented on by msA 14.H28


Other texts (18 passages)


Scholia group: msA

msA 14.H19: τοὺς εἶμ’ ὀψομένη: ἀθετοῦνται στίχοι γ καὶ ἀστερίσκοι παράκεινται: ὅτι πρὸς μὲν Αφροδίτην δεόντως λέγονται προς δὲ τὸν Δία οὐκ ἔτι οὐ γὰρ προσεδεῖτο προεράσεως ἔχουσα τὸν κεστὸν ἰ̈μάντα: καὶ τάχα ἂν συνεφώρμησεν αὐτῇ οὐ δεῖ οὖν παρακινδυνεύειν ⁑

Comments on 14.304-14.306


msA 14.H20: ἵπποι δ’ ἐν πρυμνώρειη : ἕν ἐστι τὸ πρυμνωρείῃ ὡσπερεῖ εν ἀκροπο ⁑

Comments on 14.307


msA 14.H21: νῦν δὲ σεῦ εἵνεκα: τὸν σεῦ περισπαστεον ἔστι γὰρ ἀντιδιαστολή:

Comments on 14.309


msA 14.H22: οὐδ’ Ἀλκμήνης ἐν Θήβης Ἀλκμήνης τῆς Ἠλεκτρυόνος καὶ ἀναξοῦς τῆς ἀγκαίου, ἠρασθη Ἀμφιτρύων ὃς ἀνελῶν Ἠλεκτρυόνα βοῶν ἀμφισβητήσεως χάριν ἐξ Άργους ἔφυγεν εἰς Θήβας συν αυτῷ δὲ καὶ Ἀλκμήνη . ὑποδεχθέντων δὲ ἀσμένως ὑπο τῶν βασιλευόντων τῆς ποπόλεως κρέοντος καὶ ἡνιόχης. τιμῆς ἐτύγχανον μεγίστης . οὐ βουλομένης δὲ Ἀλκμήνης γαμηθὴν αἰει μὴ οἱ φονεῖς τῶν αδελφῶν αὐτῆς ἀναιρεθῶσι τηλεβόαι. δι ὃ κατηγονίσατο αὐται Ἀμφιτρύων προσλαβόμενος συμμάχους Βοιωτοὺς καὶ Λοκροὺς ἔτι δὲ Φοκεῖς ἑνιαυτὸν προσεδρεύσας. ὡς δε επιστρέψας ἀπο τῆς στρατείας ἤγε τοὺς γάμους ἑαυτοῦ τὲ καὶ Ἀλκμήνης τῇ αὐτῇ νυκτὶ ἐρασθεὶς αυτῆς ὁ Ζεύς καὶ εἰκασθεὶς Ἀμφιτρύονι ἐμίγη καὶ υἱὸν ἐποίησεν: ὁμοίως δὲ καὶ Ἀμφιτρύων τῆ αὐτῇ νυκτὶ μηνιαῖον χρόνον τῆς μίξεως ἐχουσης γεννᾶται: Ἡρακλῆς μὲν ἐκ Διὸς Ἴφικλος δὲ ἐξ Αμφιτρύωνος ⁑

Comments on 14.323


msA 14.H23: οὐ γαρ πώ ποτέ μ’ ὦδε ὅτι ἐξαρκεῖ τὸ κεφαλαιωδῶς εἰπεῖν: τὸ δὲ ἐξ ονόματος ἐπιφέρειν ἐνέκοπτε μᾶλλον ἢ ἔπειθεν ⁑

Comments on 14.315


msA 14.H24: οὐδ’ οπότ’ ἠρασάμην: κοινὸν ἄνωθεν νοεῖται ἐπὶ πάντων τὸ οὐδέποτε οὕτως ἠράσθην διὸ καὶ ἕκαστον τῶν λεγομένων αὐτὸ καθεαυτὸ κόμμα ἐστι: διόπερ αἱ στιγμαὶ ἐν αἰτήματι τίθενται: ἀπο τούτου δὲ ἕως τοῦ οὐδ’ ὁπότε Λητοῦς ἐρικυδέος ἀθετοῦνται στίχοι ια ὅτι ἄκαιρος ἡ ἀπαρίθμησις τῶν ὀνομάτων. μᾶλλον γὰρ ἀλλοτριοι τὴν Ἥραν ἢ προσάγεται καὶ ὁ ἐπιγόμενος συγκοιμηθῆναι δια τὴν τοῦ κεστοῦ δύναμιν πολυλογεῖ καὶ Ἀριστοφ προηθέτει ⁑

Comments on 14.317


msA 14.H25: Ἰξιονίης ἀλόχοιο τῆς Ἰξίονίης γυναικὸς Δίας ἢν δὲ αὕτη θυγάτηρ Ἰηονεως γυναικὸς : μετα δὲ τὸ φθαρῆναι αὐτὸν ὑπο Διὸς , ὕστερον Ἰξίονι ἐζεύχθη ⁑

Comments on 14.317


msA 14.H26: Ραθάμανθυν . ἐπεὶ ἐμάνη περι τὰ ῥόδα τὰ ὑπο τοῦ ταύρου προϊέμενα ἡ Ευρώπη : Ῥαδάμανθυν ἐκαλεσε τὸν παῖδα ⁑

Comments on 14.322


msA 14.H27: ἥ ρ’ Ἡρακλῆα καρτερόφρονα φασὶ Δια συγκοιμώμενον Ἀλκμήνη πεῖσαι τὸν ☉ μὴ ἀνατεῖται ἐπι γ ἡμέρας. ὅθεν ἐπι γ νύκτας συγκοιμηθεὶς αὐτῇ ὁ Ζεὺς τὸν τριέσπερον Ἡρακλέα ἐποίησεν:

Comments on 14.324


msA 14.H28: ὡς σέο νῦν ἔραμαι: ὀρθοτονητεον ἀντιδιαστο γὰρ πρὸς ἄλλα πρόσωπα ⁑

Comments on 14.328


msA 14.H29: οὐδ’ ὅτε περ Δανάης . Δανάη Ἀκρασίου θυγάτηρ. ἣ Διῒ συγκοιμηθεῖσα Περσέα ἐγέννησεν: χρωμένῳ γάρ φησι τῷ ἀκρισίῳ περι γενέσεως ἀρρένων παίδων ὅ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρὸς καὶ αὐτὸν κτείνει, δείσας δὲ ὁ Ἀκρίσιος τούτῳ κατ κατὰ γῆν θαλαμον χαλκοῦν κατασκευάσας τὴν Δαναην ἐφρούρει: αὕτη δὲ ὥς φησι Πίνδαρος καὶ ἄλλοι τινὲς ἐφθάρη ὑπο τοῦ πατραδέλφου αὐτῆς Προίτου : ὅθεν αὐτοὺς καὶ στάσις ἐκινηθ ὡς δε ἔνιοι φασὶν ὅτι Ζεὺς μεταμορφωθεὶς εἰσχρυσὸν καὶ δια τῆς οροφῆς εἰς τὸ Δανάης ῥυεὶς κόλπον συνῆλθεν. αἰσθόμενος δὲ Ἀκρίσιος ὕστερον ἐξ αυτῆς γεγεννήμενον Περσέα μὴ πισθευσας ὑπο Διὸς ἐφθάρθαι τὴν θυγατέρα μετα τοῦ παιδὸς εἰς λάρνακα βαλὼν ἔρριψεν εἰς θάλασσαν: διασωθέντων δὲ τούτων εἰς ἔριφον τὴν νησον συνέβη μία τῶν Κυκλάδων ἀναστραφῆναι τὸν παῖδα παρα Πολυδέκτη ἢ ὡς ἔνιοι φασιν ὑπο Δικτυος τοῦ ἀδελφοῦ Πολυδέκτου φυγόντος δὲ ὕστερον Ἀκρισίου . τὴν Αργείων βασιλείαν παρέλαβε Περσεύς ⁑

Comments on 14.319


msA 14.H30: οὐδ’ ὅτε περ Σεμέλης : Σεμέλης τῆς Καδμου θυγατρὸς Ζεὺς ἐρασθεὶς Ἡρας κρύφα συνηυνάζετο. ἡ δὲ ἐξαπατηθεῖσα ὑπο Ηρας ἐπινεύσοντος αὐτῆ Διὸς πᾶν τὸ αἰτηθὲν ποιῆσαι. αιτεῖται τοιοῦτον αὐτὸν ελθεῖν οἶος ἦλθον μνηστευόμενος Ἥραν : Ζεὺς δὲ μη δυνάμενος ἀνανεῦσαι παρὰ γίνεται εἰς τὸν θάλαμον αὐτῆς ἑφ άρματος. ἀστραπὰς καὶ βροντὰς ὁμοῦ καὶ κεραυνὸν ἀφιείς: Σεμελης δὲ δια τὸν φόβον ἐκλειπούσης. ἐξαμηνιαῖον τὸ βρέφος ἐξαμβλωθὲν ἐκ τοῦ πυρὸς ἁρπάσας ἐν ἐνέρραψε τῷ μηρῷ ἡ ϊστορια παρ Ευριπ ἐν ⁑

Comments on 14.323


Scholia group: msAim

msAim 14.H5: ἡθετοῦντο παρα Ζηνοδότω

Comments on 14.307


msAim 14.H6: Ζηνοδ καὶ Ἀριστοφ μετόπισθε ⁑

Comments on 14.310


msAim 14.H7: Ἀρίσταρχ Μίνων συν τῷ ν Ζηνοδ χωρὶς τοῦ ν ‡

Comments on 14.322


Scholia group: msAint

msAint 14.H5: οτ ἔχει τι Ὁμηρικὸν πρὸς γὰρ τὸ δεύτερον πρότερον ἀπήντηκεν ⁑

Comments on 14.324


Scholia group: msAext

msAext 14.H2: πολυπίδακος

Comments on 14.307


Scholia group: msAil

msAil 14.Z1: ι

Comments on 14.307@ἑστᾶσ’


previousnext
msA 186rmsA 187r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1