Venetus A (Marciana 454 = 822), folio 187, recto

previousnext
msA 186vmsA 187v

Iliad text (25 lines)


Iliad 14.329: τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη :


Iliad 14.330: αἰνότατε Κρονίδη : ποῖον τὸν μῦθον ἔειπες


Iliad 14.331: εἰ νῦν ἐν φιλότητι λιλαίεαι εὐνηθῆναι


Iliad 14.332: ΄Ϊδης ἐν κορυφῇσι. τάδε προπέφανται ἅπαντα:


Iliad 14.333: πῶς κ’ έοι: εἴ τις νῶϊ θεῶν αἰειγενετάων


Iliad 14.334: εὕδοντ’ ἀθρήσειε. θεοῖσι δὲ πᾶσι μετελθὼν


Iliad 14.335: πεφράδοι: οὐκ ὰν ἔγωγε τεὸν προς δῶμα νεοίμην


Iliad 14.336: ἐξ εὐνῆς ἀνστᾶσα: νεμεσσητὸν δέ κεν εἴη:


Iliad 14.337: ἀλλ’ εἰ δή ῥ’ ἐθέλεις: καί τοι φίλον ἔπλετο θυμῷ:


Iliad 14.338: ἔστιν τοι θάλαμος. τόν τοι φίλος υἱὸς ἔτευξεν

Commented on by msA 14.A2


Iliad 14.339: Ἥφαιστος . πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσεν:


Iliad 14.340: ἔνθ’ ἴ̈ομεν κείοντες, ἐπεί νύ τοι εὔαδεν εὐνή:

Commented on by msA 14.A3, msAim 14.A1


Iliad 14.341: τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς :


Iliad 14.342: Ἥρη : μήτε θεὸν τό γε δείδιθι μήτέ τιν’ ἀνδρῶν


Iliad 14.343: ὄψεσθαι: τοῖόν τοι ἐγὼ νέφος ἀμφικαλύψω


Iliad 14.344: χρύσεον, οὐδ’ ἂν νῶϊ διαδράκοι Ἠέλιός περ,


Iliad 14.345: οὗ τε καὶ ὀξύτατον πέλεται φάος εἰσοράασθαι:


Iliad 14.346: ῆ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς, ἣν παράκοιτιν:


Iliad 14.347: τοῖσι δ’ ὑπο χθὼν δῖα φύεν νεοθηλέα ποίην:


Iliad 14.348: λωτόν θ’ ἐρσήεντα, ἰδὲ κρόκον. ἠδ’ ϋάκινθον

Commented on by msA 14.A4, msAext 14.A1


Iliad 14.349: πυκνὸν καὶ μαλακὸν, ὃς, ἀπο χθονὸς ὑψός’ ἔεργε:

Commented on by msAint 14.A1, msA 14.A5


Iliad 14.350: τῷ ἔνι δεξάσθην: ἐπὶ δὲ νεφέλην έσσαντο


Iliad 14.351: καλὴν, χρυσείην. στιλπναὶ δ’ ἀπέπιπτον ἕερσαι:

Commented on by msA 14.A6, msA 14.J1, msAim 14.A2


Iliad 14.352: ὡς ὁ μὲν ἀτρέμας εὗδε πατὴρ. ἀνα Γαργάρῳ ἄκρῳ.


Iliad 14.353: ὕπνῳ καὶ φιλότητι δαμεὶς. ἔχε δ’ ἀγκὰς ἄκοιτιν:


Other texts (12 passages)


Scholia group: msA

msA 14.A2: ἔστιν τοι θάλαμος ὅτι ἐκ Διὸς καὶ Ἥρας καθ Ὅμηρoν ὁ Ἥφαιστος καὶ νῦν μὲν ἴσως τις ἐρεῖ ἀμφιβολίαν εῖναι ἐν Ὀδ δὲ αὐτὸ σαφῶς λέγει ὁ Ἥφαιστος . ὁ δὲ Ἡσιοδ ἐκ μόνης Ἥρας ⁑

Comments on 14.338


msA 14.A3: εὔαδεν εὐνή : τὸ εὔαδεν ὁ Ασκαλωνίτης ψιλοῖ λέγων ὡς ὅτι τὰ δασυνόμενα ἐν τῆ ἐπενθέσει τοῦ υ ψιλοῦται ὡς ὅλος οὖλος ουτ οὖν καὶ τὸ έαδεν εὔαδεν γένοιτο ψιλούμενον ἐγὼ δὲ πρὸς τὴν συνηθ ἀναγνωσιν δασύνουσαν τὸ α ψιλοῦσαν δὲ τὴν ευ δίφθογγον καὶ ἔχομεν ἐκεῖνο εἰπεῖν: ὡς εἰ ἴδιον συνθέτων λέξεων τὸ καὶ κατα μέσον δασύνεσθαι. οίδαμεν δὲ καὶ τὸ άδε ῥῆμα συνεχῶς παρὰ τῷ ποιητῇ ἅδε δ’ Ἕκτορι μῦθος ἀπήμων εἰκότως ἂν φήσαιμεν ὅτι τὸ εῦ επίρρημ προσῆλθε καὶ ουτ ἐφυλάχθη τοῦ ῥήματ ἡ δασεῖα ὡς ἐν λέξει συνθέτω. τὸ μέντοι ἔαδὲ διαίρεσίς ἐστι τοῦ ῆδε ⁑

Comments on 14.340


msA 14.A4: λωτόν. εἰδος χόρτου ἐλείου δι ὃ καὶ ἑρσήεντα ὅ ἐστι δροσώδη ⁑

Comments on 14.348


msA 14.A5: πυκνὸν καὶ μαλακὸν ὃς ἀποχθονὸς ὑψόσ’ ἔεργε οὕτως Ἀρίσταρχ ἔεργε τὸν Δία καὶ τὴν Ἥραν ἐν δέ τισιν ὑψόσ’ ἄειρε καὶ ὑψόσ’ ἔερπ δια τοῦ π : ἐν δὲ τῇ Χίᾳ . ὑψόσ’ ΐκανε Ζηνόδοτ πυκνὸν καὶ μαλακὸν ἵν’ ἀποχθονὸς ἀγκαζέσθην :

Comments on 14.349


msA 14.A6: στιλπναὶ δ’ ἀπέπιπτον ὁμοίως τῷ ἰσχναὶ: τὰ γὰρ εἰς νος δίσυλλα μετ επιπλοκῆς συμφώνου τριγενῆ ὀξύνεσθαι θέλει: πρυμνός . ἰσχνός : πυκνὸς ἐναντιοῦται τὸ λίχνος : τὸ γὰρ λάγνος ἔννοιαν ἔχει συνθέσεῶς ⁑

Comments on 14.351


msA 14.J1: ἕερσαι: ὁ Ἀσκαλωνίτης ἀξιοῖ παροξύνειν τὸ έερσαι ὁμοίως τὸ εὐτέρπαι : καὶ γὰρ τὸ ἑνικὸν ἐέρση ἐστί μή μ’ ἄμυδις στίβη τε κακη καὶ θήλει εέρσῃ : τὰ δὲ εἰς η λήγοντ θηλυκὰ μονογενῆ ὁμότονα ἔχει τὰ πληθυντικὰ Ἑλένη Ἑλέναι : οὕτως εἰ εέρση . καὶ εέρσαι ἠλιθίως πάνυ οὐ γὰρ ἐνόησεν ὅτι τὸ ἑνικὸν δια τὴν μετάληψιν τοῦ α εἰς η προ τέλους ἔσχε τὸν τόπον ὁμοίως τῷ ἄελλα ἀέλλη οὕτως έερσα καὶ εέρσῃ εἰ δὲ τὸ πληθυντικὸν οὐκέτι ἀντιθέσεως ἔχεται, ἀπολήψεται τοῦ ἔερσα προπαροξυνομένου τὸν τόνον ⁑

Comments on 14.351


Scholia group: msAim

msAim 14.A1: Ζηνόδοτ καὶ Ἀριστοφανης επεὶ νύ τοι εὔαδεν εὐνήν ⁑

Comments on 14.340


msAim 14.A2: Ζηνοδ ἐπέπιπτον ⁑

Comments on 14.351


Scholia group: msAint

msAint 14.A1: ουτ Ἀρίσταρχ έεργε ⁑

Comments on 14.349


Scholia group: msAil

msAil 14.A1: βλέπειν

Comments on 14.345@εἰσοράασθαι


Scholia group: msAext

msAext 14.A1: λεξάσθην ἕἐρσα

Comments on 14.348


Scholia group: msA

msA 14.A1: αινοτ Κρονιδ ποῖον τὸν μυθ ἔειπες: τελεία στιγμὴ μετὰ τὸ Κρονιδ προσαγορευτικη γάρ ἐστιν ἡ περίοδος. ἡ δε ἑξῆς ἀνάγνωσις ἀμφίβολος, ἤ τοι γὰρ καθαυτὸ ἀναγνωστέον ποῖον τὸν μῦθον ἔειπες: εὶ τα ἀφετέρας ἀρχῆς εἰ νῦν ἐν φιλότητι ἥ μ’ ὑποστίζωμεν κορυφῇσι καὶ ἅπαντ : στίζομεν δὲ μετὰ τὸ πῶς κ έοι εῖτα ἀπάλλης ἀρχῆς εἴ τις νῶϊ θεῶν αῖειγενετάων καὶ ὑποστίζωμεν ἀθρήσειε πεφράδοι ἤν ἢ ἀνάγνωσις οὐκ ὰν ἔγωγε τεὸν προς δῶμα οὑτως δ’ ἔσονται ἀνταποδοτι καὶ περίοδοι, ἀμφότεραι ορθαὶ τοιαύται: εἰ νῦν ἐπι τῆς Ἴδης κοιμηθῆναι βούλει πῶς ἂν εἴη οἶον πῶς ἂν ἐνδέχοιτο: ἡ δὲ ἑτέρα εἴ τις ἴδοι τῶν θεῶν καὶ τοῖς ἄλλοις εἴποι οὐκ ὰν ἔλθοιμι εἰς τὸν σὸν οῖκον, ἡ ἀνεστραμμένας αὐτὰς ποιητέον συνάπτοντα οὕτως ποῖον τὸν μῦθον ἔειπες εἰ νῦν ἐν φιλότητ λίλαιε : ἔσται δὲ στιγμῇ ἐν κορυφῇσι καὶ ἅπαντα εἰτ καθε ἀυτὸ ἀπορούσης τῆς θεοῦ: πῶς κ έοι: πῶς ἂν τοῦτο ἐνδέχοιτο εἰ καὶ τουτ αὐτὸ τοῖς ἑξῆς συναπτέον πῶς κ έοι εἴ τις νῶϊ θεῶν ἕως τοῦ πεφράδοι εῖτα ἀφετέρας ἀρχῆς, οὐκ ἂν ἔγωγε τεὸν προς δῶμα νεοίμην ⁑

Comments on 14.330-14.335


previousnext
msA 186vmsA 187v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1