Venetus A (Marciana 454 = 822), folio 187, verso

previousnext
msA 187rmsA 188r

Iliad text (25 lines)


Iliad 14.354: βῆ δὲ θέειν ἐπι νῆας Ἀχαιῶν νήδυμος Ὕπνος :

Commented on by msAim 14.A3


Iliad 14.355: ἀγγελίην ἐρέων γαιηόχῳ ἐννοσιγαίῳ:


Iliad 14.356: ἀγχοῦ δ’ ἱ̈στάμενος, ἔπεα πτερόεντα προσηύδα:


Iliad 14.357: πρόφρων νῦν Δαναοῖσι ποσίδαον ἐπάμυνε.

Commented on by msAext 14.A2


Iliad 14.358: καί σφιν, κῦδος ὄπαζε μίνυνθά περ, ὄφρ’ ἔτι εὕδει


Iliad 14.359: Ζεὺς . ἐπεὶ αὐτῷ ἐγὼ μαλακὸν περι κῶμα κάλυψα:

Commented on by msAim 14.A4


Iliad 14.360: Ἥρη δ’ ἐν φιλότητι παρήπαφεν εὐνηθῆναι:


Iliad 14.361: ὡς εἰπὼν, ὁ μὲν ᾤχετ’ ἐπὶ κλυτὰ φῦλ’ ἀνων ,


Iliad 14.362: τὸν δ’ ἔτι μᾶλλον ἀνῆκεν ἀμυνέμεναι Δαναοῖσιν


Iliad 14.363: αὐτίκα δ’ ἐν πρώτοισι μέγα προθορῶν ἐκέλευσεν:

Commented on by msAil 14.A2


Iliad 14.364: Ἀργεῖοι : καὶ δ’ αῦτε μεθείεμεν Ἕκτορι νίκην

Commented on by msA 14.A7, msAext 14.A3


Iliad 14.365: Πριαμίδῃ : ἵνα νῆας ἕλῃ, καὶ κῦδος ἄρηται:


Iliad 14.366: ἂλλ’ ὁ μὲν οὕτω φησὶ καὶ εὔχεται, οὕνεκ’ Ἀχιλλεὺς .

Commented on by msA 14.A8


Iliad 14.367: νηυσὶν ἐπι γλαφυρῇσι μένει κεχολωμένος ῆτορ:


Iliad 14.368: κείνου δ’ οὔ τι λίην, ποθὴ ἔσσεται: εἴ κέν, οἱ ἄλλοι


Iliad 14.369: ἡμεῖς ὀτρυνώμεθ’ ἀμυνέμεν ἀλλήλοισιν:


Iliad 14.370: ἂλλ’ ἄγεθ’ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες:


Iliad 14.371: ἀσπίδες, ὅσσαι ἄρισται ἐνι στρατῷ ἠδὲ μέγισται.

Commented on by msAim 14.A5


Iliad 14.372: ἐσσάμενοι, κεφαλὰς δὲ παναίθῃσιν κορύθεσσι

Commented on by msA 14.A9


Iliad 14.373: κρύψαντες: χερσὶν δὲ τὰ μακρότατ’ ἔγχε’ ἑλόντες,


Iliad 14.374: ἴ̈ομεν: αὐτὰρ ἐγὼν, ἡγήσομαι. οὐδ’ έτι φημὶ


Iliad 14.375: Ἕκτορα Πριαμίδην μενέειν μάλα περ μεμαῶτα:


Iliad 14.376: ὃς δέ κ’ ἀνὴρ μενέχαρμος. ἔχῃ δ’ ὀλίγον σάκος ὤμῳ.

Commented on by msAint 14.A2, msA 14.A10, msA 14.A11, msAim 14.A6


Iliad 14.377: χείρονι φωτὶ δότω. ὁ δ’ ἐν ἀσπίδι μείζονι δύτω:


Iliad 14.378: ‘Ως ἔφαθ’. οἱ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδ’ ἐπίθοντο:


Other texts (13 passages)


Scholia group: msA

msA 14.A7: Ἀργεῖοι καὶ δ’ αῦτε μεθείεμεν Εκτορι νίκην: ταυτ καὶ τὰ ἑξῆς κατ επερώτησιν ἀναγνωστέον ⁑

Comments on 14.364


msA 14.A8: ἀλλ ὁ μὲν οὕτω φησι ὅτι Ζηνoδ γράφει καὶ ἕλπεται ἁρμόζει δὲ τῷ προσώπῳ τὸ εὔχεται καυχᾶται ⁑

Comments on 14.366


msA 14.A9: παναίθησιν: τὸ παναίθησιν οἱ πλείους προπερισπῶσιν Εὐφράνωρ δὲ βαρύνει φιλεῖ δὲ τὰ εἰς η λήγοντα θηλυκὰ δισύλλαβα ὀξυνόμενα συντιθέμενα καὶ μὴ γινόμενα κύρια: τότε μὲν φυλάσσειν τὸν τόνον ὅτε μετα προθεσεως συντίθεται τότε δὲ ἀναβιβάζειν ὅτε οὐ μετα προθέσεως ἐπι τὸ μή ἀνοχή : συνοχή : ἱστοδόκη δὲ καὶ καπνοδόκη λατύπη οἰνοχόη . εἴπερ οὖν καὶ τὸ παναίθη οὐ μετα προθεσεως ἐστι βαρυτονηθήσεται τάχα δὲ καὶ παρώνυμον ἐστι καὶ πάλιν ὀφείλει βαρύνεσθαι ὡς γὰρ παρὰ τὸ καλὸς ἐγένετο πάγκαλος καὶ παγκάλη . οὕτως καὶ παρα τὸ αῖθος πάναιθος ὦ ἀκόλουθον τῷ παναίθη ⁑

Comments on 14.372


msA 14.A10: ὃς δέ κ’ ἀνὴρ μενέχαρμος: οὗτος καὶ ὁ ἑξῆς ἀθετοῦνται ὅτι γελοῖον μὴ τὰ ἁρμόζοντα ἀναλαμβάνειν ἀλλα μείζονα εἰς ἐμποδισμὸν τῆς χρήσεως. Ζηνόδοτος δὲ προηθέτει ⁑

Comments on 14.376


msA 14.A11: ὀλίγον σάκος: μικρὰν ἀσπίδα: ἔστι δὲ ποσότης ἀντι πηλικότητος ⁑

Comments on 14.376


Scholia group: msAim

msAim 14.A3: οτ συν τ ν νη

Comments on 14.354


msAim 14.A4: ἐν αλλῷ κωμ’ ἐκαλυψα :

Comments on 14.359


msAim 14.A5: ὑποστικτεον κατ τὸ τέλος τοῦ στίχου λείπει γαρ τὸ εισί ⁑

Comments on 14.371


msAim 14.A6: Αρισταρx δια τῆς ει διφθόγγου ἔχει ⁑

Comments on 14.376


Scholia group: msAint

msAint 14.A2: λειπ τὸ ῄ ὃς ἔαν ᾖ διὸ ὑποστιγμὴ καὶ επι τῷ μρμος ⁑

Comments on 14.376


Scholia group: msAil

msAil 14.A2: παρώρμησεν:

Comments on 14.363


Scholia group: msAext

msAext 14.A2: Ποσείδαον

Comments on 14.357


msAext 14.A3: μεθίεμεν

Comments on 14.364


previousnext
msA 187rmsA 188r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1