Venetus A (Marciana 454 = 822), folio 188, recto

previousnext
msA 187vmsA 188v

Iliad text (25 lines)


Iliad 14.379: τοὺς δ’ αὐτοὶ βασιλῆες ἐκόσμεον οὐτάμενοί περ:

Commented on by msAim 14.D1


Iliad 14.380: Τυδείδης . Ὀδυσεύς τε. καὶ Ἀτρείδης Ἀγαμέμνων :


Iliad 14.381: οἰχόμενοι δ’ ἐπὶ πάντας. ἀρήϊ ατεύχε’ ἄμειβον:


Iliad 14.382: ἐσθλὰ μὲν ἐσθλὸς ἔδυνε. χέρεια δὲ χείρονι δόσκεν:

Commented on by msAint 14.D1, msA 14.D1


Iliad 14.383: αὐτὰρ ἐπεί ρ’ ἐσσαντο περι χροῒ νώροπα χαλκὸν:


Iliad 14.384: βάν ῥ ἴ̈μεν. ἦρχε δ’ άρ σφι Ποσιδάων ἐνοσίχθων:

Commented on by msAext 14.D1


Iliad 14.385: δεινὸν, ἄορ, τανύηκες ἔχων ἐν χειρὶ παχείῃ.


Iliad 14.386: εἴκελον ἀστεροπῇ. τῷ δ’ οὐ θέμις ἐστὶ μιγῆναι

Commented on by msAext 14.D2


Iliad 14.387: ἐν δαῒ λευγαλέῃ. ἀλλὰ δέος ἰ̈σχάνει ἄνδρας:

Commented on by msA 14.D2, msA 14.D3


Iliad 14.388: Τρῶας δ’ αὖθ’ ἑτέρωθεν ἐκόσμει φάιδιμος Ἕκτωρ :


Iliad 14.389: δή ῥα τότ’ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν.

Commented on by msAint 14.D2


Iliad 14.390: κυανοχαῖτα Ποσιδάων καὶ φαίδιμος Ἕκτωρ .

Commented on by msAext 14.D3


Iliad 14.391: ἤτοι ὁ μὲν Τρώεσσιν . ὁ δ’ Ἀργείοισιν ἀρήγων:

Commented on by msAint 14.D3


Iliad 14.392: ἐκλύσθη δὲ θάλασσα ποτι κλισίας τε, νέας τε


Iliad 14.393: Ἀργείων , οἱ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ:


Iliad 14.394: οὔτε θαλάσσης κῦμα τόσον βοάᾱͅ ποτὶ χέρσον.

Commented on by msA 14.D4


Iliad 14.395: ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ.


Iliad 14.396: οὔτε πυρὸς τόσσος γε ποτι βρόμος αἰθομένοιο

Commented on by msA 14.D5, msA 14.D6


Iliad 14.397: οὔρεος ἐν βήσσῃς’. ὅτε τ’ ώρετο καιέμεν ὕλην:

Commented on by msAint 14.D4


Iliad 14.398: οὔτ’ ἄνεμος τόσσον γε περι δρυσὶν, ὑψικόμοισιν

Commented on by msAext 14.D4, msAim 14.D2


Iliad 14.399: ηπύει. ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων.


Iliad 14.400: ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ:

Commented on by msA 14.D7, msA 14.D, msAim 14.D3


Iliad 14.401: δεινὸν ἀϋσάντων ὅτ’ ἐπ’ ἀλλήλοισιν όρουσαν:


Iliad 14.402: Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ

Commented on by msAint 14.D5


Iliad 14.403: ἔγχει. ἐπεὶ τέτραπτο πρὸς ἰ̈θύ, οἱ,: οὐδ’ ἀφάμαρτε


Other texts (19 passages)


Scholia group: msA

msA 14.D1: ἐσθλὰ μὲν ἐσθλὸς ὅτι οὗτος ὁ στίχος τοὺς προκειμένους ἀναίρει: βελτίονα μὲν γὰρ τῇ κατασκευῇ: ἐν δέχεται ἀναλαμβάνειν μείζονα δὲ οὔ: ἔνια δὲ τῶν ὑπομημάτων δῶκεν ἀντι τοῦ δόσκεν καὶ ἐστιν εὐφραδέστερον ⁑

Comments on 14.382


msA 14.D2: ἐν δαῒ λευγαλέῃ: ὁ Ασκαλωνίτης βαρύνει ὡς Θέτι οἱ δὲ πλείους ὡς φλεαί ὀξύνοντες: οἷς συγκατατίθεμαι: εἰ μεν γαρ ἦν ἡ εὐθεῖα ὡς οἴεται ὁ Ἀσκαλωνίτης δάϊς ὡς Θέτις βαρυνομένη καὶ ὡς πάντα Θέτι καλλιπλοκάμῳ οὕτως δάϊ πρῶτον ἐκτείνεσθαι δεήσει τὸ ϊ δεύτερον ἐκεῖνο ὁρῶμεν ἐναντιούμενον: τὰ γὰρ εἰς ις λήγοντα καθαρὸν θηλυκὰ τῷ α παραληγόμενα: οὐ φιλεῖ βαρύνεσθαι τουναντίον δὲ ὀξύνεσθαι: ὁ δὲ λόγος ἐπι τῶν Ἑλληνικῶν , ἵνα μή τις το Ξόϊς ἠ Σάϊς ἀντιθῇ κείμενα παρ’ Ἡροδότω : οἶον Θηβαΐς Δαναΐς Λαΐς Θαΐς οὕτως ἄρα δαΐς: χωρὶς εἰ μὴ λέγοι τίς τοῦτο βεβαρυτονῆσθαι προς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου ὥσπερ καὶ τὸ ἀκρίς: ἄμεινόν ἐστιν εκεῖνο λέγειν ὡς ὅτι εἴτε ἀπο τῆς δάϊς βαρυνομένης: εἴτε ὀξυνομένης ἡ προκειμένη ἐστι δοτικὴ ὀφείλει ὀξύνεσθαι τὸ τὰς εἰς ϊ συνεσταλμένον ληγούσας δοτικὰς καὶ μὴ συναλειφθείσας ἐπ ὀνομάτων ἀρσενικὰς τὲ καὶ θηλυκὰς ὀξύνεσθαι: μηνί χηνί ταύτη καὶ λιτή οὕτως καὶ ἡ δαΐ εἴτε ἀποκέκοπται εἴτε συγκέκοπται ὀξυτονηθήσεται ⁑

Comments on 14.387


msA 14.D3: ὁτι βαρύνεται ἡ εὐθεῖα δαϊς . διδασκόμεθα ἐκ τῆς παρὰ Καλλιμάχῳ αἰτιατικῆς ἐς δάϊν ὁπλισμὸν ἴππειον : ἡ γὰρ τοιαύτη αἰτιατικὴ βαρυνομένην αἰτεῖ εὐθεῖαν καὶ τὸ δηϊς συνομολογεῖ τῷ τόνῳ: τραπέντος γὰρ τοῦ α εἰς η καὶ τοῦ ϊ πλεονάσαντος ἐγένετο ⁑

Comments on 14.387


msA 14.D4: οὔτε θαλάσσης κῦμα τόσον ὅτι Ζηνοδοτος τούτων τῶν ὁμοιώσεων τὴν πρώτην τρίτην τέταχεν: ὁ δὲ Όμηρος τὰ ἐπιτατικώτερα λέγει πάντων δὲ ἐπιτατικώτερον ἀνεμου φορά ἥτις καὶ τὰ ἄλλα κινεῖ θάλασσαν καὶ πῦρ ⁑

Comments on 14.394


msA 14.D5: οὕτε πυρὸς τόσσος γε: Ἀρίσταρχος φυλάσσει τὴν ὀξεῖαν ἐπι τῆς τος συλλαβῆς: ὁ δὲ Τυραννίων . τοσσός γε ἀνέγνω τὴν σος συλλαβὴν ὀξύνων οὐκ εῦ, ὁ γὰρ γε οὐκ αλλάσσει τὸν τόνον τῶν προ εαυτοῦ λέξεων: εἰ δέ τις λέγοι ἐπέκτασιν εἶναι μὴ σύνδεσμον, ἵστω ὅτι τὸ ἐναντιον χωρήσει: ἡ γὰρ δια τοῦ γε ἐπέκτασις τρίτην ἀπο τέλους ἐποίει τὴν ὀξεῖαν, ἔγωγε ἔμοιγε ⁑

Comments on 14.396


msA 14.D6: βρόμος. κυρίως ὁ τοῦ πυρὸς ἦχος ὅθεν καὶ τὸν Διόνυσον ὄντα ἔφορον τοῦ πυρὸς καὶ αὐτὸν Βρόμειον καλοῦσιν ἀντι τοῦ τὸν ἐπι τοῦ πυρὸς ἐν οἷς οἱ ποιηταὶ καὶ τὸν μῦθον ἔπλασαν ὅτι ἐκ Διὸς καὶ Σεμέλης ὢν, ἐβλήθη τῷ κεραυνῷ καὶ ὅτι πυρογενής ἐστιν ⁑

Comments on 14.396


msA 14.D7: ὅσση ἄρα Τρώων : ἀφ ετέρας ἀρχῆς ταῦτα: Ἀρίσταρχος δὲ χωρὶς τοῦ τ γράφων ὅσση ἄρα Τρώων , πάντως τοῖς ἄνω συνάπτει ἵν’ ᾖ ὁ λόγος ἀνταποδοτικὸς ἀνεστραμμένος ⁑

Comments on 14.400


Scholia group: msAim

msAim 14.D1: οτ συλληπτικῶς εἴρηκεν οὐτασμένων τινῶν καὶ βεβλημε ⁑

Comments on 14.379


msAim 14.D2: ουτ δια τοῦ ν τοσσον γε ⁑

Comments on 14.398


Scholia group: msAint

msAint 14.D1: ουτ Ἀρισταρχ δοσκον

Comments on 14.382


msAint 14.D2: ουτ δια τοῦ α γραπτέον τάνυσσαν ⁑

Comments on 14.389


msAint 14.D3: οτ προς τὸ δεύτερον πρότερον ἀπήντησεν ⁑

Comments on 14.391


msAint 14.D4: ἔν τισι τῶν ὑπομνημάτων ώρορε καὶ ἔστιν ὅμοιον τῷ ώρορ’ ἐπαΐξας ⁑

Comments on 14.397


msAint 14.D5: οτ ἡ πρόθεσις παρεῖται καὶ πτῶσις ἤλλακται, αντ ἐπ Αἴαντα ⁑

Comments on 14.402


Scholia group: msAext

msAext 14.D1: Ποσειδ

Comments on 14.384


msAext 14.D2: ί̈κελον

Comments on 14.386


msAext 14.D3: Ποσειδα

Comments on 14.390


msAext 14.D4: ποτι δρυσὶν

Comments on 14.398


Scholia group: msAil

msAil 14.Z2: α

Comments on 14.383@ρ’


previousnext
msA 187vmsA 188v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1