Venetus A (Marciana 454 = 822), folio 189, recto
previous | next |
---|---|
msA 188v | msA 189v |
Iliad text (25 lines)
Iliad 14.430: ὠκέας. οἵ, οἱ, ὄπισθε μάχης ἠδὲ πτολέμοιο
Iliad 14.431: έστασαν. ἡνίοχόν τε καὶ ἅρματα ποικίλ’ ἔχοντες:
Iliad 14.432: οἳ, τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα:
Iliad 14.433: ἂλλ’ ὅτε δὴ πόρον ΐξον ἐϋρρεῖος ποταμοῖο
Iliad 14.434: Ξάνθου δῑνήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς :
Iliad 14.435: ἔνθά μιν ἐξ ἵ̈ππων πέλασαν χθονὶ. καδ δέ οἱ, ὕδωρ
Iliad 14.436: χεῦαν: ὁ δ’ ἀμπνύνθη. καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν:
Iliad 14.437: ἑζόμενος δ’ ἐπὶ γοῦνα, κελαινεφὲς αἷμ’ ἀπέμασσεν
Iliad 14.438: αὖτις δ’ ἐξ ὀ πίσω πλῆτο χθονί. τὼ δέ οἱ, ὄσσε
Iliad 14.439: νυ̏ξ ἐκάλυψε μέλαινα: βέλος δ’ ἔτι θυμὸν ἐδάμνα:
Iliad 14.440: Ἀργεῖοι δ’ ὡς οὖν ἴ̈δον Ἕκτορα νόσφιν ἐόντα.
Iliad 14.441: μᾶλλον ἐπὶ Τρώεσσι θόρον. μνήσαντο δὲ χάρμης:
Iliad 14.442: ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας
Iliad 14.443: Σάτνιον ούτασε δουρὶ μετάλμενος ὀξυόεντι
Iliad 14.444: Ηνοπίδην, ὃν, ἄρα νύμφη τέκε, νηῒς ἀμύμων
Iliad 14.445: Ήνοπι βουκολέοντι παρ’ ὄχθας Σατνιόεντος :
Iliad 14.446: τὸν μὲν Ὀϊλιάδης δουρὶ, κλυτὸς ἐγγύθεν ἐλθὼν
Iliad 14.447: ούτατε καλλα πάρην. ὁ δ’ ἀνετράπετ’; ἀμφι δ’ ὰρ, αὐτῷ
Iliad 14.448: Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην:
Iliad 14.449: τῷ δ’ ἐπὶ Πουλυδάμας ἐγχεσπάλος ἦλθεν ἀμύντωρ
Iliad 14.450: Πανθίοδης . βάλε δὲ Προθοήνορα . δεξιὸν ὦμον.
Iliad 14.451: υἱὸν Ἀρηϊλύκοιο: δι’ ὤμου δ’ όβριμον ἔγχος
Iliad 14.452: ἔσχεν. ὁ δ’ ἐν κονίῃσι πεσὼν. ἕλε, γαῖαν ἀγοστῷ:
Iliad 14.453: Πουλυδάμας δ’ ἔκπαγλον ἐπεύξατο. μακρὰ βιβάσθων:
Iliad 14.454: οὐ μὰν αὖτ’ οἴω μεγαθύμου Πανθόιδαο
previous | next |
---|---|
msA 188v | msA 189v |