Venetus A (Marciana 454 = 822), folio 189, verso
previous | next |
---|---|
msA 189r | msA 190r |
Iliad text (25 lines)
Iliad 14.455: χειρὸς ἀπὸ στιβαρῆς, ἅλιον: πηδῆσαι ἄκοντα:
Iliad 14.456: ἀλλά τις Ἀργείων κόμισε χροῒ. καί μιν ὀΐω
Commented on by msAim 14.F1
Iliad 14.457: αὐτῷ σκηπτόμενον. κατίμεν δόμον Ἄϊδος εἴσω:
Iliad 14.458: ὡς έφατ’, Ἀργείοισι δ’ άχος γένετ’ εὐξαμένοιο
Iliad 14.459: Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε
Iliad 14.460: τῷ Τελαμωνιάδῃ . τοῦ γὰρ πέσεν ἄγχι μάλιστα:
Iliad 14.461: καρπαλίμως δ’ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ:
Iliad 14.462: Πουλυδάμας δ’ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν
Iliad 14.463: λικριφὶς, ἀΐξας. κόμισεν δ’ Ἀντήνορος υἱὸς
Iliad 14.464: Ἀρχέλοχος , τῷ γάρ ῥα θεοὶ. βούλευσαν. ὄλεθρον.
Iliad 14.465: τόν ῥ’ ἔβαλεν κεφαλῆς τὲ καὶ αὐχένος ἐν συνεοχμῷ
Commented on by msA 14.F3
Iliad 14.466: νείατον ἀστράγαλον. ἀπο δ’ ἄμφω κέρσε τένοντε:
Iliad 14.467: τοῦ δὲ πολὺ προτέρη κεφαλὴ; στόμα τε ῥῖνές τε
Iliad 14.468: οὔδεϊ πλῆντ’. ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος:
Iliad 14.469: Αἴας δ’ αὖτ’, ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι :
Commented on by msAim 14.F3
Iliad 14.470: φράζεο Πουλυδάμα : καί μοι νημερτὲς ἐνίσπες.
Iliad 14.471: ῆ ῥ’ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντι πεφᾶσθαι:
Iliad 14.472: ἄξιος. οὐ μέν μοι κακὸς εἴδεται, οὐδὲ κακῶν ἔξ.
Commented on by msAim 14.F4
Iliad 14.473: ἀλλα κασίγνητος Ἀντήνορος ἱπποδάμοιο
Iliad 14.474: ἠ παῖς: αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει:
Commented on by msAil 14.F1, msAim 14.F5
Iliad 14.475: ῆ ῥ’ εὖ γινώσκων, Τρῶας δ’ ἄχος ἔλλαβε θυμόν,
Iliad 14.476: ἔνθ’ Ἀκάμας Πρόμαχον Βοιώτιον ούτασε δουρὶ
Commented on by msAil 14.F2
Iliad 14.477: ἀμφὶ κασιγνήτῳ βεβαὼς, ὁ δ’ ὑφέλκε ποδοῖϊν
Commented on by msAim 14.F6
Iliad 14.478: τῷ δ’ Ἀκάμας ἔκπαγλον ἐπεύξατο. μακρὸν ἀΰσας:
Iliad 14.479: Ἀργεῖοι ἰ̈όμωροι. ἀπειλάων ἀκόρητοι
Other texts (11 passages)
Scholia group: msA
msA 14.F1: λὶκριφὶς ἀΐξας⋅ ὅτι δὶς κέχρηται τῇ λέξει. νῦν καὶ ἐν Ὀδυσσείᾳ σημαίνει δὲ πλάγιος ὁρμήσας. ἀπο τοῦ λεχρίου κατα κοινωνίαν τῶν συμφώνων ⁑
Comments on 14.463
msA 14.F2: λικριφίς Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς , καὶ οὕτως ἐπεκράτησεν ἡ ἀνάγνωσις ⁑
Comments on 14.463
msA 14.F3: ἐν συνεοχμῷ. ἐν τῇ συναφῇ τοῦ ἡνίου ἐν τῷ συνδέσμω ἀστράγαλον δέ φησι τὸν σπόνδυλον τὸν ἐν τῷ ἡνίῳ. εἰρηται δὲ ἀστράγαλος κατ αντίφρασιν: πολύστρεπτος γὰρ ὑπάρχει ⁑
Comments on 14.465
Scholia group: msAim
msAim 14.F1: ουτ κόμισε χω του ν ⁑
Comments on 14.456
msAim 14.F2: η κεφαλη προέλαβε τὰ κάτω πίπτοντα ⁑
Comments on 14.467-14.468
msAim 14.F3: Ζηνοδ ἀμύμονα Πουλυδάμαντα
Comments on 14.469
msAim 14.F4: ΐσως λ δε τὸ δοκεῖ σοι⋅
Comments on 14.472
msAim 14.F5: Αριστοφα αὐτῷ γάρ ρα φυὴν ἄγχιστα ἔοικεν ⁑
Comments on 14.474
msAim 14.F6: πρὸς τὸ ὃς Χρύσην ἀμφιβέβηκας οτ εστ ὑπερμαχεῖς
Comments on 14.477
Scholia group: msAil
msAil 14.F1: ἐν ἄλλω έοικεν
Comments on 14.474
msAil 14.F2: ονομα κύριον ὑιὸς Ἀλεγήνορος
Comments on 14.476
previous | next |
---|---|
msA 189r | msA 190r |