Venetus A (Marciana 454 = 822), folio 190, recto

previousnext
msA 189vmsA 190v

Iliad text (25 lines)


Iliad 14.480: οὔ θην, οἴοισίν γε πόνος τ’ ἔσεται καὶ ὀϊζὺς


Iliad 14.481: ἡμῖν. ἀλλά ποθ’ ὧδε κατακτανέεσθαι καὶ ὔμμες:


Iliad 14.482: φράζεσθ’. ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει


Iliad 14.483: ἔγχει ἐμῷ: ἵνα μή τι κασιγνήτοιό γε ποινὴ

Commented on by msAil 14.F3, msAim 14.F7


Iliad 14.484: δηρὸν ἄτιτος ἔῃ. τῶ καί κέ τις εὔχεται ἀνὴρ


Iliad 14.485: γνωτὸν ἐνι μεγάροις ἄρεως ἀλκτῆρα λιπέσθαι:

Commented on by msA 14.F4


Iliad 14.486: ὡς ἔφατ’. Ἀργείοισι δ’ ἄχος γένετ’ εὐξαμένοιο:


Iliad 14.487: Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρῑνεν.


Iliad 14.488: ὡρμήθη δ’ Ἀκάμαντος . ὁ δ`’ οὐχ ὑπέμεινεν ἐρωὴν


Iliad 14.489: Πηνελέοιο ἄνακτος. ὁ δ’ ούτασεν Ϊλιονῆα:


Iliad 14.490: υἱὸν Φόρβαντος πολυμήλου. τόν ῥα μάλιστα


Iliad 14.491: Ἑρμείας Τρώων ἐφίλει. καὶ κτῆσιν ὄπασσε:

Commented on by msAil 14.F4


Iliad 14.492: τῷ δ’ ὰρ ὑπο μήτηρ μοῦνον τέκεν Ἰ̈λιονῆα:


Iliad 14.493: τὸν τόθ’ ὑπ’ ὀφρύος οῦτα. κατ’ ὀφθαλμοῖο θέμεθλα:


Iliad 14.494: ἐκ δ’ ῶσε γλήνην. δόρυ δ’ ὀφθαλμοῖο διαπρὸ


Iliad 14.495: καὶ διὰ, ϊνίου ἦλθεν. ὁ δ’ ἕζετο χεῖρε πετάσσας


Iliad 14.496: ἄμφω: Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ.


Iliad 14.497: αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε


Iliad 14.498: αὐτῇ σὺν πήληκι κάρη: ἔτι δ’ όβριμον ἔγχος


Iliad 14.499: ῆεν ἐν ὀφθαλμῷ: ὁ δὲ φῆ κώδειαν ἀνασχὼν,

Commented on by msAint 14.F1, msA 14.F7


Iliad 14.500: πέφραδέ τε Τρώεσσι . καὶ εὐχόμενος. ἔπος ηῦδᾱ :

Commented on by msA 14.F5, msA 14.F8


Iliad 14.501: εἰπέμεναί μοι Τρῶες . ἀγαυοῦ Ἰ̈λιονῆος

Commented on by msAil 14.F5


Iliad 14.502: πατρὶ φίλῳ καὶ μρι . γοήμεναι ἐν μεγάροισιν:


Iliad 14.503: οὐδὲ γὰρ ἡ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο.


Iliad 14.504: ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται. ὁππότε κεν δὴ


Other texts (10 passages)


Scholia group: msA

msA 14.F4: γνωτὸν ἐνι μεγάροις. ὅτι ἀντιπέφρακε τὸν γνωτὸν τῷ κασιγνήτῳ σαφῶς ἔστι γὰρ ἀδελφός, Ζηνόδοτος δὲ ἐνι μεγάροισιν ἄρης. ὡς ἐκεῖ ἐμεῖο δὲ δῆσεν ἄρης ⁑

Comments on 14.485


msA 14.F5: ὁ δὲ φῆ κώδειαν: ὁ μὲν Ζηνόδοτος καὶ τον δὲ καὶ τὸν φῆ ἐγκλίνει, ἵνα τὸ φῆ, ταυτὸν ὑπάρχει. τῷ ὡς καὶ τὸ μεταλαμβανόμενον τοιοῦτον ᾖ, ὁ δὲ ὡς κώδειαν. ἀνασχὼν πέφραδέ τε Τρώεσσιν ⋅ ὁ δε Ἀρίσταρχος ἐκδεξάμενος τὸ ἔφη ῥῆμα ὁμοίως τῷ ἔβη, δοκεῖ ἀθετεῖν τὸν δεύτερον στίχον ὅπερ οὐκ αναγκαῖον ποιητικὸν γὰρ ἔθος τῷ πολλάκις τὸ αὐτὸ ἐπαναλαμβάνεσθαι⋅ προς δὲ τὸν Ζηνόδοτον ὑγιῶς ἀποφαίνεται ἐκεῖνο ὅτι ὁ ποιητης οὐδέποτε οἶδε τὸ φῆ ἀντι τοῦ ως οἱ δὲ μεταυτὸν ὥσπερ Ἀντίμαχος καὶ οἱ περι Καλλίμαχον .

Comments on 14.500


msA 14.F6: κώδεια ἐστὶν ἡ κεφαλὴ τῆς μεικωνος⋅ φαντάζει δὲ ἡ ἐπ άκρου τοῦ δόρατος ἐμπεπαρμένη κεφαλὴ τὴν επι καυλῶ κώδειαν: στικτέον δὲ ἐπὶ τὸ ἀνασχών: ἐὰν γὰρ συνάπτωμεν ἐπὶ τὴν ἀπεκδοχὴν ἐνεχθησόμεθα καθ ἣν τὸ φ ἀντι τοῦ ως κεῖται ⁑

Comments on 14.499-14.500


msA 14.F7: ὁ δὲ φῆ κώδειαν Ἀρίσταρχ τὸ φῆ ῥῆμα ἐκδέχεται: καὶ ἀθετεῖ τὸν ἑξῆς. δύναται δὲ καὶ δισσολογία εἶναι ὡς τὸ τοῖσι δὲ καὶ μέτειπε γέρων ἥρως ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ ἔπος τ’ έφατ’ ἔκ τ’ ὀνόμαζεν ἠ τὸ πέφραδὲ διεσήμαινεν ⁑

Comments on 14.499


msA 14.F8: πέφραδέ τε Τρώεσσι , ὅτι αναγνῶντες τινὲς φη κώδειαν ὑφ ἓν ἵν’ ᾗ ὡς κώδειαν, προσεπέταξαν τὸν ἠθετημένον οὐδέποτε δὲ Ὅμρ τὸ φῆ ἀντι τοῦ ως τέταχεν ἴσως δὲ καὶ Ἀντίμαχος ἐντεῦθεν ἐπλανήθη φῆ γέρων οἷσιν εἰπών. δεῖ δὲ ἔξωθεν προσλαμβάνειν τὸ ως , καὶ ἀθετεῖν τὸν στίχον ταυτολογίαν γὰρ περιέχει ⁑

Comments on 14.500


Scholia group: msAim

msAim 14.F7: ἐν αλλῳ ἔγχει εμῶ μί τοι τι ⁑

Comments on 14.483


Scholia group: msAint

msAint 14.F1: οτ έξωθεν ἀκουστέον τὸ ὡς ῑν’ ἡ ὡς κώδειαν ⁑

Comments on 14.499


Scholia group: msAil

msAil 14.F3: εκ δικία

Comments on 14.483


msAil 14.F4: περιουσίαν

Comments on 14.491


msAil 14.F5: αντ τοῦ εἴπατε:

Comments on 14.501


previousnext
msA 189vmsA 190v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1