Venetus A (Marciana 454 = 822), folio 190, verso

previousnext
msA 190rmsA 191r

Iliad text (18 lines)


Iliad 14.505: ἐκ Τροίης συν νηυσὶ, νεώμεθα κοῦροι Ἀχαιῶν :


Iliad 14.506: ὡς φάτο τοὺς δ’ ἄρα πάντας ὑπο τρόμος ἔλλαβε γυῖα.

Commented on by msAim 14.F8


Iliad 14.507: πάπτηνεν δὲ ἕκαστος. ὅπῃ φύγοι αἰπὺν ὄλεθρον:


Iliad 14.508: ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματ’ ἔχουσαι.


Iliad 14.509: ὅς τις δὴ πρῶτος, βροτόεντ’ ἀνδράγρι’. Ἀχαιῶν

Commented on by msA 14.F9, msA 14.F10


Iliad 14.510: ῄρατ’. ἐπεί ῥ’ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος:


Iliad 14.511: Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οῦτα


Iliad 14.512: Γυρτιάδην, Μυσῶν ἡγήτορα καρτεροθύμων:


Iliad 14.513: Φάλκην δ’ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε:


Iliad 14.514: Μηριόνης δὲ Μόρυν τε καὶ Ἱ̈πποτίωνα κατέκτα:


Iliad 14.515: Τεῦκρος δὲ Προθόωνά τ’ ἐνῄρατο καὶ Περιφήτην:


Iliad 14.516: Ἀτρείδης δ’ ὰρ ἔπειθ’ Ὑπερήνορα ποιμένα λαῶν

Commented on by msA 14.F11


Iliad 14.517: οὔτασε καλλα πάρην: δια δ’ έντερα χαλκὸς ἄφυσσε

Commented on by msAim 14.F9


Iliad 14.518: δῃώσας. ψυχὴ δὲ κατ’ ουταμένην ὠτειλὴν

Commented on by msAim 14.F10


Iliad 14.519: ἔσσυτ’ ἐπειγομένη: τὸν δὲ σκότος. ὄσσ’ ἐκάλυψε:


Iliad 14.520: πλείστους δ’ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός:


Iliad 14.521: οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ῆεν

Commented on by msA 14.F12


Iliad 14.522: ἀνδρῶν τρεσσάντων. ὅτε τε Ζεὺς ἐν φόβον όρσῃ : ⁑

Commented on by msA 14.F13


Other texts (9 passages)


Scholia group: msA

msA 14.F9: ὅς τις δὴ πρῶτον. ὅτι νῦν καὶ ἐν Οδυσσείᾳ : ἅπαξ εἴρηκεν ἀνδάγρια : τινὲς δὲ ἀθετοῦσι δια τὸ ξένον τῆς λέξεως καὶ μη κείμενον ἀλλαχοῦ: ἤτοι δὲ τὰ σκύλα τὰ ὑπο ανδρῶν ἀγρευόμενα, ἠ ἀντὶ ανδρῶν ὅταν γὰρ μὴ δυνηθῶσιν ἀνελεῖν, ἀλλ οὖν τὸν ἀναιρεθέντα σκυλεύουσιν:

Comments on 14.509


msA 14.F10: ἀνδάγρια: ὡς ἀντάξια καὶ γὰρ σύνηθες αὐτῷ τὸ τοιοῦτον εῖδος: καὶ γὰρ ζωάγρια εἶπεν καὶ βοάγρια , καὶ μοιχάγρια ⁑

Comments on 14.509


msA 14.F11: Ἀτρείδης δ ὰρ ἔπειθ’ Ὑπερήνορα: ὅτι οὗτος ἴσως ἐστὶν Ὑπερήνωρ . οὗ μέμνηται κατα τὴν προς Εύφορβον συστασιν Μενέλαος : οὐδε μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο ἧς ἥβης ἀπονηθ’ ὅτε μ’. ἀλλὰ νῦν τούτων τῶν λόγων οὐ μέμνηται κατ επιδρομὴν ἔκ φέρων τοὺς ἀνῃρῃμένους ⁑

Comments on 14.516


msA 14.F12: ‡ οὐ γάρ οἱ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ῆεν: τὸ μὲν ὁμοίως, ὡς ἀλλοῖος ἀναγνωστέον, τὸ γὰρ προπαροξύνειν μεταγενεστέρων ἐστιν Ἀττικῶν: τὸ δε ἐπισπέσθαι παροξυτονητέον ὁμοίως τῷ ἀποθέσθαι ἔστι γὰρ τὸ ἁπλοῦν σπέσθαι: προεἴρηται δὲ ἐπι τῶν τοιουτων ἀπαρεμφάτων ⁑

Comments on 14.521


msA 14.F13: ἀνδρῶν τρεσσάντων: ὅτι οὐ λέγει τρεσσάντων δεισάντων ἀλλα φυγόντων τρέσσαι δ’ οὐκέτι ῥίμφα πόδες φέρον ⁑

Comments on 14.522


Scholia group: msAim

msAim 14.F8: γράφεται τοὺς ἄρα πάντας ὑπὸ χλωρὸν ἀέος εῖλεν ⁑

Comments on 14.506


msAim 14.F9: γράφεται οὔτα κατὰ λαπάρην ⁑

Comments on 14.517


msAim 14.F10: ὅτι παρετυμολογεῖ τὴν ὠτειλὴν ἀπo τοῦ οὔτασε⁑

Comments on 14.518


Scholia group: msAil

msAil 14.F6: Ζηνοδ καὶ Ἀριστοφ ἐν νυσί

Comments on 15.505


previousnext
msA 190rmsA 191r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1