Venetus A (Marciana 454 = 822), folio 191, verso
previous | next |
---|---|
msA 191r | msA 192r |
Iliad text (25 lines)
Iliad 15.26: τὸν σὺ, ξὺν Βορέῃ ἀνέμῳ. πεπιθοῦσα θυέλλας:
Commented on by msA 15.18
Iliad 15.27: πέμψας ἐπ’ ἀτρύγετον πόντον κακὰ μητιόωσα:
Commented on by msA 15.19, msAim 15.2
Iliad 15.28: καί μιν ἔπειτα Κόων δ’ εὖ ναιομένην ἀπένεικας:
Iliad 15.29: τὸν μὲν ἐγὼν. ἔνθεν ῥυσάμην. καὶ ἀνήγαγον αῦτις
Iliad 15.30: Ἄργος ἐς ἱ̈ππόβοτον. καὶ πολλά περ ἀθλήσαντα:
Iliad 15.31: τῶν σ’ αῦτις μνήσω. ἵ̈ν’ ἀπολλήξῃς ἀπατά̄ων:
Commented on by msAim 15.3
Iliad 15.32: ὄφρα ἴ̈δῃς, ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνὴ
Iliad 15.33: ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο. καί μ’ ἀπάτησας:
Commented on by msAim 15.4
Iliad 15.34: ὡς φάτο: ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη :
Iliad 15.35: καί μιν φωνήσασ’. ἔπεα πτερόεντα προσηύδα:
Iliad 15.36: ἴ̈στω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρυς ὕπερθε.
Commented on by msA 15.21
Iliad 15.37: καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ. ὅς τε μέγιστος
Commented on by msA 15.20
Iliad 15.38: ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι:
Iliad 15.39: σή θ’ ϊερὴ κεφαλὴ: καὶ νωΐτερον λέχος αὐτῶν
Iliad 15.40: κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ, ὀμόσαιμι.
Iliad 15.41: μὴ δι’ εμὴν ἰ̈ότητα Ποσειδάων ἐνοσίχθων
Commented on by msA 15.22, msA 15.23, msAext 15.2
Iliad 15.42: πημαίνει Τρῶάς τε καὶ Ἕκτορα , τοῖσι δ’ ἀρήγει;
Iliad 15.43: ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει:
Iliad 15.44: τειρομένους δ’ ἐπὶ νηυσὶν ἰ̈δὼν ἐλέησεν Ἀχαιούς .
Commented on by msA 15.24
Iliad 15.45: αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην
Commented on by msAext 15.2a, msAim 15.5
Iliad 15.46: τῇ ἴ̈μεν. ᾗ κεν, δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς:
Iliad 15.47: ὣς φάτο: μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε.
Iliad 15.48: καί μιν ἀμειβόμενος. ἔπεα πτερόεντα προσηύδᾱ:
Iliad 15.49: εἰ μὲν δὴ σύ γ’ ἔπειτα βοῶπι πότνια Ἥρη
Commented on by msAint 15.7, msAext 15.3, msAim 15.6
Iliad 15.50: ἶ̈σον ἐμοὶ φρονέουσα. μετ’ ἀθανάτοισι καθίζοις.
Commented on by msAim 15.7
Other texts (17 passages)
Scholia group: msAext
msAext 15.2: Ποσειδ
Comments on 15.41
msAext 15.2a: >κειντ
Comments on 15.45
msAext 15.3: βοῶπις
Comments on 15.49
Scholia group: msAint
msAint 15.7: περιττεύει τὸ ἔπειτα ⁚
Comments on 15.49
Scholia group: msAim
msAim 15.2: Ζηνοδ οὐδε όλως τὴν κόλασιν τῆς Ήρας γράφει⁚
Comments on 15.27
msAim 15.3: δια τοῦ ἑτέρου λ αἱ Ἀριστάρχου .
Comments on 15.31
msAim 15.4: οὔτε παρα Ζηνόδοτον οὔτε παρ αριστοφ ἢν και μήποτε περιττος ἐστι ⁑
Comments on 15.33
msAim 15.5: καὶ κείνω ἐκ πλήρους Ἀρισταρχος τὸ καὶ συνδ
Comments on 15.45
msAim 15.6: Αριστοφ μετὰ τοῦ σ βοῶπις : καὶ ἔστιν εὐφραδέστερον⁚
Comments on 15.49
msAim 15.7: ἐν τοῖς εἰκαιοτέροις ἀθανάτοισι θεοῖσι .
Comments on 15.50
Scholia group: msA
msA 15.18: ‡ πεπιθοῦσα θυέλλας⁚ ὡς δραμοῦσα. ἔστι γὰρ δεύτερος ἀόριστος δεδιπλασιασμένος. ὥσπερ ἥδη. καὶ ἐπι τοῦ ῥήματος ἔθος αὐτῷ ποιεῖν: ῥηϊδίως πεπιθεῖν ⁑
Comments on 15.26
msA 15.19: ἀτρύγετον ἄβυσσον τρύγα μη έχοντα: ἠ ἄκαρπον παρὰ τὴν τρύγην ὡς Εὐριπίδης ἀκάρπιστα πεδία . λέγων τὴν θάλασσαν. καὶ οἱ μὲν τὸν Μυρτῷον οἱ δὲ τὸ Αἰγαῖον . οἱ δὲ ὑπερ τὴν εὔκρατον θάλασσαν τινὲς δὲ φασὶν ἐπὶ Πελλήνην κατα Γιγάντων ἀπιόντα Ἡρακλέα πλανηθῆναι ⁑
Comments on 15.27
msA 15.20: καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ. ἐπεὶ ἡ Στὺξ καὶ κατα τὸν Ἡσίοδον ἐστιν ἱερὰ πηγὴ θυγάτηρ Ὠκέανου . ἡ ὡς τινὲς φασὶν, ὅτι ὁμώνυμος ταύτη ἐστιν ἡ πηγὴ ἣν ἐν Ἄδου ὅρκον φρικτὸν ἀυτῶν οἱ θεοὶ πεποίηται βουλήσει Διὸς ⁑
Comments on 15.37
msA 15.21: ἴ̈στω νῦν τόδε Γαῖα πᾶσαι διαστολαὶ εἰσὶ μέχρι τοῦ ὀμόσαιμι ἐνταῦθα γὰρ στικτέον ἀσυνδέτου ὄντος τοῦ ἑξῆς λόγου ⁑
Comments on 15.36
msA 15.22: μὴ δι εμὴν ἰ̈ότητα⁚ ὅτι παρακέκρουσται τὸν ὄρκον : οὐ γὰρ δια τὴν αὐτῆς βούλησιν ὁ Ποσειδῶν τοῖς Ἕλλησι βοηθεῖ: αὕτη μέντοι συνεργεῖ καὶ κοιμήσασα τὸν Δία , καὶ ὅτι κα ἡ ἀπαγόρευσιν ἀπαγόρευσις ἡ μη ἀντι ἀρνήσεως τῆς ου ⁑
Comments on 15.41
msA 15.23: μὴ δι εμὴν ἰ̈ότητα: ἀντι τοῦ οὐ δι’ ἐμὴν γνώμην Ποσειδὼν Ἕλλησι βοηθεῖ : ἴστω Γῆ καὶ Οὐρανὸς τοῦτο καὶ οἱ ἄλλοι ὄρκοι : οὐ δι’ ἐμὴν γνώμην Ποσειδῶν Ἕλλησι βοηθεῖ . πληρέστατος δ ἂν ᾖ ὁ λόγος εἰ καὶ σύνδεσμος ἔκειτο ὁ ὅτι η ῶς : καὶ συνήπτετο ἂν τοῖς ἐπάνω ἵν’ ᾖ τοιαύτη ἡ φράσις ἴστω Γῆ καὶ Οὐρανὸς . ὅτι μὴ δι’ ἐμὴν γνώμην ἀλλὰ σπανίως τὰ τοιαῦτα λείπει καὶ σχεδὸν ἐπὶ μόνων τῶν ὅρκων ὡς κακεῖ. ἴστω νῦν Ζεὺς πρῶτα: ἡ μέν τοι τάδε πάντα τελείεται : τάχα οὖν, καὶ δια τοῦτο συναπτέον αὐτὰ τοῖς ἐπάνω, ἐπεὶ συνήθης ἐστὶ τῶν ὄρκων ἡ ἔλλειψις ⁑
Comments on 15.41
msA 15.24: τειρομένους δ’ ἐπι νηυσί . ἐν τῇ Ἀριστοφάνους καὶ Μασσαλιωτικῇ καὶ Ἀργολικῇ . οὕτως ἐφέρετο. κτεινομένους δ’ ἐπὶ νηυσὶν ἰδών . καὶ ἔστιν ἐμφατικώτερον τοῦ τειρομένους . ἅμα δὲ εἰς ἔλεον τῶν Ἑλλήνων ἐπάγεται τὸν Δία . καὶ ὑπερ Ποσειδῶνος λεληθότως ἀπολογεῖται: οὕτως Ἡρακλέων ⁑
Comments on 15.44
previous | next |
---|---|
msA 191r | msA 192r |