Venetus A (Marciana 454 = 822), folio 192, recto

previousnext
msA 191vmsA 192v

Iliad text (25 lines)


Iliad 15.51: τῶ κε Ποσειδάων γε: καὶ εἰ μάλα βούλεται ἄλλῃ.

Commented on by msAext 15.4


Iliad 15.52: αῖψα μεταστρέψειε. νόον μετα σὸν καὶ ἐμὸν κῆρ:

Commented on by msA 15.25


Iliad 15.53: ἂλλ’ εἰ δή ρ’ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις.

Commented on by msAint 15.8


Iliad 15.54: ἔρχεο νῦν μετα φῦλα θεῶν. καὶ δεῦρο κάλεσσον

Commented on by msAim 15.8


Iliad 15.55: Ϊ̂ρίν τ’ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον:


Iliad 15.56: ὄφρ’ ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων

Commented on by msA 15.26


Iliad 15.57: ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι.

Commented on by msAext 15.5


Iliad 15.58: παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθ’ ἱ̈κέσθαι:


Iliad 15.59: Ἕκτορα δ’ ὀτρύνῃσι μάχην ἒς Φοῖβος Ἀπόλλων :


Iliad 15.60: αῦτις δ’ ἐμπνεύσῃσι μένος λελάθῃ δ’ ὀδυνάων.


Iliad 15.61: αἳ νῦν μιν τείρουσι κατὰ φρένας. αὐτὰρ Ἀχαιοὺς


Iliad 15.62: αῦτις ἀποστρέψῃσιν. ἀνάλκιδα φύζαν ἐνόρσας:


Iliad 15.63: φεύγοντες δ’ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι


Iliad 15.64: Πηλείδεω Ἀχιλῆος : ὁ δ`’ ἀνστήσει. ὃν, ἑταῖρον

Commented on by msA 15.27


Iliad 15.65: Πάτροκλον . τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ


Iliad 15.66: Ἰ̈λίου προπάροιθε: πολεῖς ὀλέσαντ’ αἰζηοὺς

Commented on by msAext 15.6


Iliad 15.67: τοὺς ἄλλους. μετὰ δ’ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον:


Iliad 15.68: τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς :


Iliad 15.69: ἐκ τοῦ δ’ άν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν

Commented on by msAim 15.9


Iliad 15.70: αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς. εἰσόκ’ Ἀχαιοὶ


Iliad 15.71: Ί̈λιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς:

Commented on by msAint 15.11, msAext 15.7, msAim 15.10


Iliad 15.72: τὸ πρὶν δ’ οὔτ’ ὰρ, ἐγὼ παύω χόλον οὔτέ τιν’ ἄλλον

Commented on by msAim 15.11


Iliad 15.73: ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδ’ ἐάσω.


Iliad 15.74: πρίν γε τὸ Πηλείδαο τελευτηθῆναι ἐέλδωρ


Iliad 15.75: ὥς οἱ ὑπέστην πρῶτον. ἐμῷ δ’ ἐπένευσα κάρητι.


Other texts (15 passages)


Scholia group: msAext

msAext 15.4: Ποσειδα

Comments on 15.51


msAext 15.5: Ποσειδα

Comments on 15.57


msAext 15.6: ὀλέσαντ’

Comments on 15.66


msAext 15.7: το Ϊλιον ουδτ

Comments on 15.71


Scholia group: msAint

msAint 15.8: ουτ δια τοῦ γε ἐτεόν γε καὶ Ἀριστοφ ⁑

Comments on 15.53


msAint 15.9: και παρὰ Ἀριστοφ ἠθετοῦντ ⁑

Comments on 15.56-15.77


msAint 15.10: οτ ψεῦδος

Comments on 15.63-15.64


msAint 15.11: οτ νῦν μόνως οὐδετέρως εἴρηται Ἴλιον ⁑

Comments on 15.71


Scholia group: msAim

msAim 15.8: εν αλλῳ κέλευσον

Comments on 15.54


msAim 15.9: οτ οὐχ Ὁμηρικῶς ἡ παλίωξις ⁑

Comments on 15.69


msAim 15.10: Ἀρισταρχ Ί̈λιον ἐκπέρσωσιν

Comments on 15.71


msAim 15.11: ουτ Ἀρισταρχ χω τοῦ σ παύω

Comments on 15.72


Scholia group: msA

msA 15.25: αῖψα μεταστέψειε νόον: τὸ νόον βέλτιον τοῖς ἡγουμένοις προσδιδοσθαι ἵνα τὸν τοῦ Ποσειδῶνος λέγῃ δύναται δὲ καὶ τοῖς ἑξῆς ⁑

Comments on 15.52


msA 15.26: ὄφρ’ ἡ μεν μετα λαῶν Ἀχαιῶν ⁚ ἀπο τούτου ἕως τοῦ λισσομένη τιμῆσαι ἀθετοῦνται στίχοι κβ , ὅτι οὐκ ἀναγκαίως παλλιλλογεῖται περι τῶν ἑξῆς ἐπεισαχθησομένων καὶ κατα τὴν σύνθεσιν εἰσὶν εὐτελεῖς καὶ ὅτι ὡς ἐπίπαν προς τὸ δεύτερον πρότερον ἀπαντᾷ: νῦν δὲ προς τὸ πρότερον ἀπήντηκεν ὄφρ’ ἡ μὲν μετὰ λαὸν Ἀχαιῶν : ψεῦδος δὲ καὶ τὸ φεύγοντες δ’ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι Πηλείδεω Ἀχιλῆος . οὔτε γὰρ παραγεγόνασιν ἕως τῶν Ἀχιλλέως νεῶν, οὔτε τὸν Πάτροκλον ἀνέστησεν ἐπι τὸν πόλεμον ὁ Ἀχιλλεύς . καὶ τὸ πέσωσιν οὐχ Ὁμηρικόν. μᾶλλον γὰρ ἐκείνοις τὸ ἐμπεσεῖν ἐπι τοῦ ἐνσεῖσαι τίθησιν ἔφαντο γὰρ οὐκέτ’ Ἀχαιούς σχήσεσθ’. ἀλλ’ ἐν νηυσὶ μελαίνῃσι πεσέεσθαι . ἡ δὲ παλίωξις οὐχ Ὁμηρικῶς παρείληπται οὐ γὰρ λέγεται οὕτως ψιλῶς παρ’ αὐτῷ ἡ φυγή, ἀλλ ὅταν ἐκ μεταβολῆς οἱ πρότερον φεύγοντες διώκωσι σαφῶς γὰρ ἐν ἄλλοις φησίν: εἰ δέ χ’ ὑποστρέψω καὶ παλίωξις δὲ γένηται : ἀσύνηθες δὲ καὶ οὐδετερως τὸ Ἴλιον νῦν ῥηθὲν Ἴλιον αἰπὺ ἕλοιεν : πάντοτε γὰρ θηλυκῶς, λέγει. ἔν τε τῷ λισσομένη τιμῆσαι φησὶν ὁ Ἀρίσταρχος ὅτι οὐδαμῆ τὸν Ἀχιλλέα πτολίπορθον εἴρηκεν, ἀλλα ποδάρκη καὶ ποδώκη ⁑

Comments on 15.56


msA 15.27: ὃ δ’ ἂνστήσει ὂν ἑταῖρον⁚ οὕτως ἀνστήσει ὃν αἱ Ἀριστάρχου : τινὲς δὲ ἀνστήσειεν ἑταῖρον διὰ τοῦ ε . Ζηνόδοτος δὲ ἀπο τοῦ Πηλείδεω Ἀχιλῆος ἕως τοῦ λισσομένη τιμῆσαι οὐδ’ ὅλως ἔγραφεν.

Comments on 15.64


previousnext
msA 191vmsA 192v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1