Venetus A (Marciana 454 = 822), folio 192, verso

previousnext
msA 192rmsA 193r

Iliad text (25 lines)


Iliad 15.76: ἤματι τῷ. ὅτ’ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων.


Iliad 15.77: λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον:

Commented on by msAint 15.12


Iliad 15.78: ὣς ἔφατ’. οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη .


Iliad 15.79: βῆ δὲ κατ’ Ϊδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον :


Iliad 15.80: ὡς δ’ ὅτ’ ἂν ἀΐξῃ νόος ἀνέρος. ὅς τ’ ἐπὶ πολλὴν

Commented on by msA 15.28, msA 15.29


Iliad 15.81: γαῖαν ἐληλουθὼς. φρεσὶ πευκαλίμῃσι, νοήσῃ.


Iliad 15.82: ἔνθ’ εἴην. ἢ, ἔνθα: μενοινήσειέ τε πολλά:

Commented on by msAext 15.8, msAim 15.12


Iliad 15.83: ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη :


Iliad 15.84: ΐκετο δ’ αἰπὺν Ὄλυμπον . ὁμηγερέεσσι δ’ ἐπῆλθεν


Iliad 15.85: ἀθανάτοισι θεοῖσι: Διὸς δόμῳ: οἱ δὲ ἰδόντες.


Iliad 15.86: πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν:

Commented on by msAint 15.13, msA 15.30


Iliad 15.87: ἣ δ’ ἄλλους μὲν ἔασε. Θέμιστι δὲ καλλιπαρήῳ

Commented on by msAim 15.13


Iliad 15.88: δέκτο δέπας. πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα:


Iliad 15.89: καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδᾱ:


Iliad 15.90: Ἥρη . τίπτε βέβηκας. ἀτυζομένῃ δὲ ἔοικας:


Iliad 15.91: ῆ μάλα δή σε φόβησε Κρόνου παῖς. ὅς τοι ἀκοίτης:


Iliad 15.92: τὴν δ’ ἠμείβετ’ ἔπειτα θεὰ λευκώλενος Ἥρη :

Commented on by msAim 15.14


Iliad 15.93: μή με θεὰ Θέμι ταῦτα διείρεο. οἶσθα καὶ αὐτὴ


Iliad 15.94: οἷος εκείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής:

Commented on by msA 15.31, msAim 15.15


Iliad 15.95: ἀλλὰ σύ γ’ ἄρχε θεοῖσι: δόμοις ἔνι δαιτὸς ἐΐσης:


Iliad 15.96: ταῦτα δὲ καὶ μετα πᾶσιν ἀκούσεαι ἀθανάτοισιν.


Iliad 15.97: οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται: οὐδέ τί φημὶ

Commented on by msA 15.32, msA 15.1000


Iliad 15.98: πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν. οὔτε βροτοῖσιν.


Iliad 15.99: οὔτε θεοῖς. εἴ πέρ τις ἔτι νῦν δαίνυται ἔϋφρων .

Commented on by msA 15.33


Iliad 15.100: ἡ μὲν ἂρ ὡς εἰποῦσα καθέζετο πότνια Ἥρη :


Other texts (18 passages)


Scholia group: msAext

msAext 15.8: θ’ εἴη

Comments on 15.82


Scholia group: msAint

msAint 15.12: οτ οὐδαμοῦ τὸν Αχιλλέα πτολίπορθον⁚

Comments on 15.77


msAint 15.13: ταυτ ὁ Δίδυμος τῷ Ἀριστονικῳ λε πε τῆς γραφῆς τῆς δέπασσι ⁑

Comments on 15.86


Scholia group: msAil

msAil 15.4: εδεξιοῦντο

Comments on 15.86@δεικανόωντο


msAil 15.5: τεταραγμένη

Comments on 15.90@ἀτυζομένῃ


msAil 15.6: καρὸν σχήσειν

Comments on 15.98@κεχαρησέμεν


msAil 15.7: ἰλαρος

Comments on 15.99@ἔϋφρων


Scholia group: msAim

msAim 15.12: ουτ Ἀρισταρχ ἔνθ’ εἴην μετα τοῦ η καὶ δια τῶν β η μενοινηῃσί τε ⁑

Comments on 15.82


msAim 15.13: οτ πτῶσις ήλλακται καὶ πρόθεσις παρεῖται αντ τοῦ παρα Θεμιδος ⁑

Comments on 15.87


msAim 15.14: ἐν άλλω βοῶπις πότνια Ήρῃ ⁑

Comments on 15.92


msAim 15.15: Ἀρίσταρχ κείνου Ϊακῶς ⁑

Comments on 15.94


Scholia group: msA

msA 15.28: ὡς δ’ ὅτ ἂν ἀΐξῃ νόος ἀνέρος⁚ ὅτι τὸ κατα διάνοιαν θεῖον ταχος τῆς ἐπιπτήσεως τῶν τόπων τὸ κατα κίνησιν ἀντιπαρέθηκεν ὑπερβολικῶς, καὶ ὅτι τὸ παροιμιακὸν τὸ διέπτατο δ’ ὥστε νόημα ἐκ τούτων καὶ τῶν κατα τὴν Ὀδύσσειαν σύγκειται τῶν νέες ὠκειαι ὡσεὶ πτερὸν ἠε νόημα οὐκ ὂν παρ ουδενὶ ποιητῆ ⁑

Comments on 15.80


msA 15.29: ὡς δ’ ὅτ ἂν ἀΐξῃ ὥσπερ δὲ νοῦς ἀνδρὸς πολλὴν ἐπεληλυθότος γῆν καὶ πολλὰ ἱστορηκότος ἐν ὑπομνήσει ποιεῖται τὰ ἱστορημένα καὶ ταχέως ἄλλο τε ἐπ ἄλλο μεταβαίνει, ουτ καὶ ἡ ἡμέρα τό τε ἐκ τῆς ἴδης ὀξέως παρεγένετο εἰς τὸν Ὄλυμπον ⁑

Comments on 15.80


msA 15.30: πάντες ἀνήϊξαν⁚ Ἀρίσταρχος σημειοῦται ὅτι οὗτως μόνως γραπτέον δεπάσσι : φησὶ γοῦν ἐν τοῖς ἑξῆς Θέμιστι δὲ καλλιπαρήω δεκτο δέπας , ἐν ενίοις δὲ κάλεον τέ μιν εἰς ἓ ἕκαστος οὐκέτι: ἰδίαν γὰρ ἔχει καθεδραν πῶς οὖν προς εαυτὸν ἕκαστος καλεῖ. ἐπι μὲν τῆς Ἴριδος ἁρμόζει τῆς προς τοὺς ἀνέμους παραγεγονυίας ἀλλα μὴν οὐδ’ ἐπέεσσι γραπτέον ἐπιδίδωσι γὰρ ἡ Θέμις αὐτῇ τὸ ποτήριον ὁ δε Θρᾶξ Διονύσιος παρακεῖσθαι φασὶ τὸ σημεῖον ὅτι δια παντὸς τοὺς θεοὺς συνίστησι πίνοντας καὶ ταύτην ἀρίστην διαγωγὴν ἔχοντας προς τὸ ἐν οὐ γαρ ἔγωγε τι φημὶ τέλος χαριέστερον εἶναι. ἢ ὅτ ἂν εὐφροσύνη μὲν ἔχῃ ⁑

Comments on 15.86


msA 15.31: οἷος ἐκείνου θυμὸς ὅτι τὸ ὑπερφίαλος νῦν μὲν ἐπι ψόγου ὁ ὑπέρσπονδος βέλτιον δὲ ὁ ὑπέρμετρος: ἐν ἄλλοις δὲ ἐν τάξει ἐγκωμιου οὐκ αγαπᾶς ὁ ἕκηλος ὑπερφιάλοισι μεθ’ ἡμῖν ἀντι τοῦ ἀγαθοῖς ⁑

Comments on 15.94


msA 15.32: οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται, δύναται καὶ καθ εαυτὸ τὸ ἡμιστίχιον ἀναγινώσκεσθαι ⁑

Comments on 15.97


msA 15.1000: ἵν ῇ θαυμαστικὸς ὁ λόγος. βέλτιον δε τὸ σύνηθες ὡς καὶ ἐπάνω οἶσθα καὶ αὐτὴ οἷος ἐκείνου θυμός ⁑

Comments on 15.97


msA 15.33: οὔτε θεοῖς εἴπερ τις έτι νῦν δαίνυτ εὔφρων ὁ νοῦς. οὐκέτι οἶμαι τὸν Δία : οὐδενὶ τῶν πάντων θεῶν ἠ ἀνθρώπων ϊλαρὸν ἔσεσθαι εἰ ἄρα καί τις ἐν τῷ παρόντι τῇ αὐτοῦ προσηνείᾳ εὐωχεῖται ἐν ἰλαρότητι ⁑

Comments on 15.99


previousnext
msA 192rmsA 193r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1