Venetus A (Marciana 454 = 822), folio 193, recto
previous | next |
---|---|
msA 192v | msA 193v |
Iliad text (25 lines)
Iliad 15.101: ὄχθησαν δ’ ἀνὰ δῶμα Διὸς . θεοὶ: ἡ δ γέλασσε
Iliad 15.102: χείλεσιν. οὐδὲ μέτωπον ἐπ’ ὀφρύσι κυανέῃσιν
Iliad 15.103: ἰ̈άνθη: πᾶσιν δὲ νεμεσσηθεῖσα μετηύδα:
Iliad 15.104: νήπιοι, οἳ Ζηνὶ μενεαίνομεν ἀφρονέοντες :
Commented on by msAim 15.16
Iliad 15.105: ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν άσσον ϊόντες
Iliad 15.106: ἢ ἔπει. ἠὲ βίῃ. ὁ δ`’ ἀφήμενος οὐκ ἀλεγίζει.
Iliad 15.107: οὐδ’ ὄθεται. φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι.
Iliad 15.108: κάρτεΐ τε, σθένεΐ τε διακριδὸν εἶναι ἄριστος:
Iliad 15.109: τῶ, ἔχεθ’, ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ:
Iliad 15.110: ἤδη γὰρ νῦν ἔλπομ’ Ἄρηΐ γε πῆμα τετύχθαι:
Iliad 15.111: υἱὸς γάρ οἱ, όλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν
Iliad 15.112: Ἀσκάλαφος , τόν φησὶν, ὃν, ἔμμεναι όβριμος Ἄρης :
Iliad 15.113: ὡς ἔφατ’, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ
Iliad 15.114: χερσὶ καταπρηνέεσσ’ , ὀλοφυρόμενος δ’ ἔπος ηύδα:
Commented on by msAim 15.17
Iliad 15.115: μὴ νῦν μοι νεμεσήσετ’ Ὀλύμπια δώματ’ ἔχοντες
Iliad 15.116: τίσασθαι φόνον υἷος ἰ̈όντ’ ἐπὶ νῆας Ἀχαιῶν :
Commented on by msA 15.36
Iliad 15.117: εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ
Iliad 15.118: κεῖσθαι ὁμοῦ νεκύεσσι μεθ’ αἵματι καὶ κονίῃσιν:
Iliad 15.119: ὡς φάτο. καί ῥ’ ἵ̈ππους κέλετο. Δεῖμόν τε Φόβον τε
Commented on by msA 15.37
Iliad 15.120: ζευγνύμεν: αὐτὸς δ’ έντε’ ἐδύσατο παμφανόωντα:
Iliad 15.121: ἔνθά κ’ τι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος
Iliad 15.122: πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη.
Commented on by msAint 15.14
Iliad 15.123: εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν
Commented on by msAim 15.18
Iliad 15.124: ῶρτο δι’ ἐκ προθύρου: λίπε δὲ θρόνον ἔνθα θάασσε:
Iliad 15.125: τοῦ δ’ ἀπὸ μὲν κεφαλῆς κόρυθ’ εἵλετο: καὶ σάκος ὤμων.
Other texts (14 passages)
Scholia group: msAint
msAint 15.14: οτ ἐν παραλλήλου ὡς ϊσοδυναμοῦντα τὸν, χόλον καὶ τὴν μηνιν ⁑
Comments on 15.122
Scholia group: msAil
msAil 15.9: διεχύθη εὐφράνθη
Comments on 15.103@ἰ̈άνθη
msAil 15.10: προθυμούμεθα
Comments on 15.104@μενεαίνομεν
msAil 15.11: αδ
Comments on 15.104@ἀφρονέοντες
msAil 15.12: κατωφερέσι
Comments on 15.114@καταπρηνέεσσ’
msAil 15.13: ε
Comments on 15.116@τίσασθαι
msAil 15.14: ε
Comments on 15.120@ἐδύσατο
Scholia group: msAim
msAim 15.16: κατ ένια τῶν ὑπομνημάτων ἀφρονέοντα ⁑
Comments on 15.104
msAim 15.17: ουτ καὶ ἡ Ἀριστχ καὶ αἱ πᾶσαι επος ηύδα οὐ προσηύδα ⁑
Comments on 15.114
msAim 15.18: δια τοῦ ετερου δ αἱ Αρισταρχ ⁑
Comments on 15.123
Scholia group: msA
msA 15.34: ‡ ἡ δὲ γέλασσε χειλεσιν ⁚ οὗτος ὁ γελως Σαρδόνιος καλεῖται, ὅτ ἄν τις μὴ ἐκ διαθέσεως καὶ κρίσεως γελᾷ, οὗτος δέ ἐστιν ὁ Σαρδόνιος καλούμενος γέλως μετα δηχμοῦ πρὸς ὑπόκρισιν οὐ γὰρ γελᾷ. καὶ τὸν Ἄρη δὲ ὑπομνήσκει τοῦ υἱοῦ φοβοῦσα ἵν’ αὐτὸν ἀποστήσῃ, τῆς τῶν Τρώων συμμαχίας καὶ τοὺς ἄλλους θεούς ⁑
Comments on 15.101-15.103
msA 15.35: ἠ ἔτι μιν μέμαμεν ἢ ἐπεὶ . ἠὲ βίῃ: ἔφαμεν τὸν η κατ αρχὴν ὄντα διαπορητικὸν περισπᾶσθαι ὥσπερ καὶ ἐνθάδε τοὺς μέντοι ἑξῆς ἐγκλιτέον ἐν τῇ συντάξει. εἰσὶ γὰρ ἤτοι διαζευκτικοὶ ἢ παραδιαζευκτικοὶ ὡς τὸ ἢ ἔπει ἢὲ βίῃ ⁑
Comments on 15.105-15.106
msA 15.36: μὴ νῦν μοι νεμεσήσετ’ Ὀλύμπια , οὗτoς ἐστιν ὁ ἀλλοπροσάλλος , οἱ γὰρ ἀδικήσαντες αὐτὸν ἦσαν οἱ Τρῶες οἱ κατάρξαντες τοῦ ἀδικήματος ⁑
Comments on 15.116
msA 15.37: ὡς φάτο καί ρ’ ἵππους κέλετο Δεῖμόν τε Φοβον τε ⁚ ὅτι ἀντι τοῦ Δήμω καὶ Φόβῳ . καὶ ὅτι ἐντεῦθεν ἡ πλάνη ἡ τοῖς δεξαμένοις Δεῖμον καὶ Φόβον ἵππων ὀνόματα εἰσὶ δὲ Ἄρεως υἱοί ἐν ἄλλοις γὰρ ῥητῶς φησὶ. τῷ δε Φόβος φίλος υἱός , τὸ δὲ γενος τῆς ἀμφιβολίας ἐστιν εὑρεῖν καὶ ἀλλαχῇ τὸν δέ τ’ ἄνδρα ἑλεῖν καὶ εἰς ορμὴν ἔγχεος ἐλθεῖν : καὶ ἐν Οδ . αἰδὼς δ αῦ νέον ἄνδρα γεραίτερον ἐξερεεθαι ὅπερ ἀγνοήσαντες τινὲς ἔγραψαν νέῳ ἀνδρί ⁑
Comments on 15.119
previous | next |
---|---|
msA 192v | msA 193v |