Venetus A (Marciana 454 = 822), folio 196, recto

previousnext
msA 195vmsA 196v

Iliad text (25 lines)


Iliad 15.251: καὶ δὴ ἔγωγ’ ἐφάμην νέκυας καὶ δῶμ’ Ἀΐδαο


Iliad 15.252: ἤματι τῷδ’ ὄψεσθαι. ἐπεὶ φίλον ἄϊον ῆτορ:

Commented on by msA 15.78, msAim 15.37


Iliad 15.253: τὸν δ’ αῦτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων .


Iliad 15.254: θάρσει νῦν, τοῖόν τοι ἀο̆σσητῆρα Κρονίων


Iliad 15.255: ἐξ ί̈δης προέηκε. παρεστάμεναι καὶ ἀμύνειν.


Iliad 15.256: Φοῖβον Ἀπόλλωνα χρυσάορον. ὅς σε πάρος περ

Commented on by msA 15.79


Iliad 15.257: ῥύομ’. ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον:


Iliad 15.258: ἂλλ’ άγε νῦν ἱ̈ππεῦσιν ἐπότρυνον πολέεσσι.


Iliad 15.259: νηυσὶν ἐπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵ̈ππους:


Iliad 15.260: αὐτὰρ ἐγὼ προπάροιθε κιὼν, ἵ̈πποισι κέλευθον


Iliad 15.261: πᾶσαν λειανέω. τρέψω δ’ ἥρωας Ἀχαιούς :


Iliad 15.262: ὣς εἰπὼν. ἔμπνευσε μένος μέγα ποιμένι λαῶν:


Iliad 15.263: ὡς δ’ ὅτε τις στατὸς ἵ̈ππος ἀκοστήσας ἐπι φάτνῃ:


Iliad 15.264: δεσμὸν ἀπορρήξας. θείη πεδίοιο κροαίνων.


Iliad 15.265: εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο,

Commented on by msA 15.81


Iliad 15.266: κυδιόων. ὑψοῦ δὲ κάρη ἔχει. ἀμφι δὲ χαῖται


Iliad 15.267: ὤμοισ’ ἀΐσσονται. ὁ δ̀’ ἀγλαΐηφι πεποιθὼς.


Iliad 15.268: ῥίμφά ἑ γοῦνα φέρει μετά τ’ ἤθεα καὶ νομὸν ἵ̈ππων:


Iliad 15.269: ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατ’ ἐνώμα


Iliad 15.270: ὀτρύνων ἱππῆας. ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν:


Iliad 15.271: οἱ δ’ ὥς τ’. ἢ, ἔλαφον κεραὸν. ἢ ἄγριον αἶγα

Commented on by msA 15.82


Iliad 15.272: ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται.

Commented on by msAint 15.26


Iliad 15.273: τὸν μέν τ’ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη

Commented on by msA 15.83, msA 15.84


Iliad 15.274: εἰρύσατ’, οὐδ’ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ῆεν:


Iliad 15.275: τῶν δέ θ’ ὑπὸ ἰ̈αχῆς ἐφάνη λὶς ἠϋγένειος

Commented on by msA 15.300


Other texts (11 passages)


Scholia group: msAint

msAint 15.26: Ἀρισταρχ ἐσσεύαντο δια τοῦ α καὶ ἅπασαι ⁑

Comments on 15.272


Scholia group: msAil

msAil 15.18: απ έπνεον

Comments on 15.252@ἄϊον


Scholia group: msAim

msAim 15.37: Ἀρισταρχος ϊξεσθαι καὶ οὐκ άχαρις ἡ γραφη

Comments on 15.252


Scholia group: msA

msA 15.78: ἥματι τῷ δ’ όψεσθαι: ὅτι ἄϊον ἀντι τοῦ ἐπησθόμην τοῦτο δέ ἐστι τῆς ψυχῆς μου ήψατο. καὶ ἐν ἄλλοις τοὶ δὲ πληγῆς ἀΐοντες ἐπαισθόμενοι τῆς πληγῆς τῷ εἴδει τὸ γένος ⁑

Comments on 15.252


msA 15.79: χρυσάορον, ἤτοι χρυσοφάσγανον ἠ χρυσοῦν τὸν ἀορτῆρα τῆς φαρέτρας ἔχοντα ἢ τῆς κιθάρας οὐκέτι δὲ τοῦ ξίφους. ἁγνὸς γὰρ ὁ θς καὶ Πίνδαρος χρυσάορα Ὀρφέα φασὶ τινὲς δὲ χρυσοῦν ξίφος ἔχοντα: Ἑρμῆς ὁ Διὸς καὶ Μαίας τῆς Ἄτλαντος εὗρε λύραν. καὶ τοὺς Ἀπόλλω βόας κλέψας εὑρεθη ὑπο τοῦ θυ δια τῆς μαντικῆς, ἀπειλουμένου δὲ τοῦ Ἀπόλλωνος ἔκλεψεν αὐτοῦ καὶ τὰ ἐπι τῶν ὤμων τόξα: μειδιάσας δὲ ὁ θς , ἔδωκεν αὐτῷ τὴν μαντικὴν ῥάβδον ἀφ ῆς καὶ χρυσόρραπις ὁ Ἑρμῆς προσηγορεύθη. ἔλαβεν δὲ παρ αυτοῦ τὴν λύραν ὅθεν καὶ χρυσαόρ ὠνομάσθη ἀπο τοῦ τῆς κιθάρας ἀορτῆρος ⁑

Comments on 15.256


msA 15.80: ακοστήσας ἐπι φάτνη: τὸ επι φάτνη δύναται καὶ τοῖς ἠγουμένοις καὶ τοῖς ἑπομένοις συντάττεσθαι ἵν’ ᾖ τὸν ἐπι φάτνῃ συνδ ⁑

Comments on 15.263-15.264


msA 15.81: εἰωθὼς λούεσθαι: ἀπο τούτου ἕως τοῦ ῥίμφα ἑ γοῦνα φέρει . ἀθετοῦνται στίχοι δ καὶ ἀστερίσκοι παράκεινται, ὅτι οἱκειότερον ἐπ Αλεξάνδρου καὶ τὸ τῆς καλλονῆς καὶ τὸ τῆς ὅλης μορφῆς καὶ τὸ τῆς στάσεως τοῦ ἵππου προς τὸν ἐν θαλάμῳ διατετριφότα ἀντιπαράκειται ἥ τε κατα τὴν αἰφνίδιον εξόρμησιν ὁμοιότης. καὶ τὸ κυδιόων ὑψοῦ δὲ κάρη ἔχει ἐφ’ Ἕκτορος τοῦ ἀρτίως ἑαυτὸν ἀνιστῶντος ἐκ τῆς λιποθυμίας, οὐχ ἁρμόζει, τοὺς μέντοι προκειμένους τῶν ἡθετημένων δύο στίχους δεῖ μένειν προς οὓς καὶ ἡ ανταπόδοσις γίνεται ⁑

Comments on 15.265


msA 15.82: κεραόν: κεραὸν τινὲς τὸν ἄρσενα οὗτος γὰρ κερασφορεῖ: τί οὖν ἔστι τὸ χρυσόκερων ἔλαφον θήλειαν παρα Πινδάρω λεγόμενον ⁑

Comments on 15.271


msA 15.83: ἢλίβατος ἧς ἁμαρτάνομεν τῆς βάσεως, οἱ δὲ ἣν ὑφ’ ἡλίου μόνου βαινομέν, ἢ εἰς ἣν ἥλιος μόνος ἐπιβαίνει, ἵν’ ᾖ τὸν μέν θ’ ἡλίβατος πέτρη ⁑

Comments on 15.273


msA 15.84: δάσκιος, ἡ λίαν σκιώδης ἡ δασύσκιος τὸν ἔλαφον δὲ ἡ ὕλη τρέφει ὡς καὶ ἀλλαχοῦ ἐκ νομοῦ ὕλης πιόμενος ⁑

Comments on 15.273


msA 15.300: λίς παρὰ τὸ λιαρόν, ἠ τὸ ἑλεῖν, ἠ τὸ λεῖον λεῖος γὰρ ὅλος πλὴν τῆς χαίτης ἢ παρα τὸ λίαν φθείρειν ⁑

Comments on 15.275


previousnext
msA 195vmsA 196v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1