Venetus A (Marciana 454 = 822), folio 195, verso

previousnext
msA 195rmsA 196r

Iliad text (25 lines)


Iliad 15.226: ἀλλὰ τόδ’ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδὲ, οἷ, αὐτῷ

Commented on by msA 15.73


Iliad 15.227: ἔπλετο. ὅττι πάροιθε, νεμεσσηθεὶς ὑπόειξε


Iliad 15.228: χεῖρας ἐμὰς, ἐπεὶ οὔ κεν ἀνιδρωτί̄ γ’ ἐτελέσθη.


Iliad 15.229: ἀλλὰ σύ γ’ ἐν χείρεσσι λάβ’ αἰγίδα θυσσανόεσσαν

Commented on by msAint 15.24


Iliad 15.230: τῇ μάλ’ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς .

Commented on by msA 15.74


Iliad 15.231: σοὶ δ’ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ .

Commented on by msA 15.75, msAim 15.34


Iliad 15.232: τόφρα γὰρ, οὖν, οἱ. ἔγειρε μένος μέγα, ὄφρ’ ἂν, Ἀχαιοὶ

Commented on by msAint 15.25, msAim 15.35


Iliad 15.233: φεύγοντες. νῆάς τε καὶ Ἑλλήσποντον ΐκωνται:


Iliad 15.234: κεῖθεν δ’ αὐτὸς ἐγὼ φράσομαι ἔργόν τε. ἔπος τε,


Iliad 15.235: ὥς κε , καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο:


Iliad 15.236: ὡς ἔφατ’, οὐδ’ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων :


Iliad 15.237: βῆ δὲ κατ’ Ἰ̈δαίων ὀρέων, ΐρηκι ἐοικὼς


Iliad 15.238: ὠκέϊ, φασσοφόνῳ: ὅς τ’ ὤκιστος πετεηνῶν:


Iliad 15.239: εὗρ’ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον


Iliad 15.240: ἥμενον, οὐδ’ έτι κεῖτο:, νέον δ’ ἐσαγείρετο θυμὸν.

Commented on by msAim 15.36


Iliad 15.241: ἀμφὶ ἓ, γιγνώσκων ἑτάρους. ἀτὰρ, ἄσθμα καὶ ἱ̈δρὼς

Commented on by msA 15.76


Iliad 15.242: παύετ’. ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο:


Iliad 15.243: ἀγχοῦ δ’ ἱ̈στάμενος προσέφη ἑκάεργος Ἀπόλλων :


Iliad 15.244: Ἕκτορ . υἱὲ Πριάμοιο : τίὴ δὲ σὺ, νόσφιν ἀπ’ ἄλλων


Iliad 15.245: ἧσ’ ὀλίγηπελέων. ῆ πού τι σε κῆδος ϊκάνει:

Commented on by msA 15.77


Iliad 15.246: τὸν δ’ ὀλιγοδρανέων, προσέφη κορυθαίολος Ἕκτωρ


Iliad 15.247: τίς δὲ σύ ἐσσι φέριστε θεῶν. ὅς μ’ εἴρεαι άντην:


Iliad 15.248: οὐκ ἀΐεις, ὅ με, νηυσὶν ἐπὶ πρύμνῃσιν Ἀχαιῶν .


Iliad 15.249: οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας


Iliad 15.250: χερμαδίῳ πρὸ στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς:


Other texts (10 passages)


Scholia group: msAint

msAint 15.24: οτ τοῦ Διὸς ἡ αιγὶς ὁπλον Ἀπόλλωνι γοῦν δίδωσι

Comments on 15.229


msAint 15.25: δια τοῦ τ τόφρ’ ἄν Ἀχαιοὶ αἱ Αρισταρχ ⁑

Comments on 15.232


Scholia group: msAim

msAim 15.34: καὶ παρα Ἀριστοφα ἡθετοῦνται

Comments on 15.231


msAim 15.35: Ἀρισταρχ τόφρ’ ὰν Ἀχαιοὶ μετ τοῦ τ ⁑

Comments on 15.232


msAim 15.36: ουτ Ἀριστ δια τοῦ ε εἰ ἀγείρετο παρατατικῶς. ἄλλοι δὲ ἐσ ἀγείρατο δια τοῦ α ⁑

Comments on 15.240


Scholia group: msA

msA 15.73: ἡδέ οι αὐτῷ ὁ Ἀσκαλωνίτης ἀξιοῖ ἐγκλιτικῶς ἀναγινώσκειν ἐπεὶ ἀπο προσώπου ἐπι πρόσωπον ἡ ἀναφορᾶ καὶ εἰς ἁπλῆν ἡ μετάληψις ἀντι γὰρ τῆς αὐτῷ δισυλλάβου: ἄμεινον δὲ πείθεσθαι, τοῖς περισπῶσι δια τὸ ἤδη διαστολὴν γεγενῆσθαι, δια τῆς ἐμοί, τὸ γὰρ ἑξῆς τοιοῦτον ἐστιν ἐμοὶ καὶ αὐτῷ ἔπλετο ὥστε ἀπο κοινοῦ λαμβάνεσθαι τὸ ἔπλετο ῥῆμα, ὁμοίως δὲ καὶ ἐπ εκείνου κατ ορθὸν τόνον ἀνέγνωμεν τὴν οι Μέντορ μή σ’ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσῆος μνηστήρεσσι μάχεσθαι. ἀμυνέμεναι δέ οι αὐτῷ καὶ τὸ ἑξῆς ἐστι τοιοῦτον, μὴ πεισάτω σε Ὀδυσσευς ἡμῖν μάχεσθαι, αὐτῷ δὲ ἀμύνειν καὶ καθόλου ἡ οι ὁπότε προηγεῖται τῆς αὐτός ἀντωνυμίας κατὰ δοτικὴν πτῶσιν ὀρθοτονεῖσθαι θέλει εἴτε εἰς ἁπλὴν εἴη ἡ μετάληψις εἴτε καὶ εἰς σύνθετον διὸ μεμπτπτον μεμπτὲον μεμπτέον ἐκείνην τὴν ἀνάγνωσιν, ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσσῃ ἐχρῆν γὰρ δια τὴν ἐπιφερομένην ἀντιδιαστολὴν κατ ορθὸν τόνον ἀναγινώσκεσθαι ⁑

Comments on 15.226


msA 15.74: τῇ μάλ’ ἐπισσείων: φοβέειν ἥρωας καλεῖ καὶ οὐ μόνον τοὺς βασιλέας ὡς Ἵστρος ⁑

Comments on 15.230


msA 15.75: σοὶ δ’ αὐτῷ μελέτῳ: ἀπο τούτου ἕως τοῦ ὥς κε καὶ αὖ τις Ἀχαιοὶ ἀθετοῦνται στίχοι πέντε ὅτι ἄκαιροι οἱ λόγοι ἐπι τοσοῦτον εγεῖραι τὸν Ἕκτορα ἕως ἐπι τὰς ναῦς φύγωσι. μετὰ δε ταῦτα ἐγὼ βουλεύσομαι ὡς δεῖ τοὺς φεύγοντας ἀναπλεῦσαι. καὶ ἄκαιρος ἡ πρόρρησις καὶ οὐ κεχαρισμένη τῷ Ἀπόλλωνι ⁑

Comments on 15.231


msA 15.76: ἀμφι ἓ γινώσκων: ὀρθοτονητέον τὴν ε μεταλαμβάνεται γὰρ εἰς σύνθετον τὴν ἑαυτόν ἡ διπλῆ δέ ὅτι τὸ γινώσκων ἶσον ἐστι τὸ ἀναλεγόμενος καὶ ἀναμιμνησκόμενος τῆς ἑκάστου ὄψεως οὐκ εκ προχείρου γινώσκων ἀλλ’ οῖον ἀναγνωρίζων, καὶ κατ’ ὀρθὸν τόνον ἀναγνωστέον ἀμφι ἓ γινώσκων ἔστι γὰρ εἰς ἑκάτερον ἑαυτοῦ μέρος σκοπῶν ⁑

Comments on 15.241


msA 15.77: ἧσ’ ὀλίγηπελέων. δασυντέον τὸ ἧσαι προείρηται δὲ περὶ τούτου τὸ δὲ ὀλίγηπελέων ἕν ἐστιν ὅμοιον τῷ ὀλιγοδρανέων , τὸ δὲ ῆ πού τί σε, ὁ ῆ διαπορητικός ἐστι διὸ περισπαστέον ⁑

Comments on 15.245


previousnext
msA 195rmsA 196r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1