Venetus A (Marciana 454 = 822), folio 195, recto
previous | next |
---|---|
msA 194v | msA 195v |
Iliad text (25 lines)
Iliad 15.201: οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα.
Iliad 15.202: τόνδε φέρω Διῒ μῦθον ἀπηνέα τε κρατερόν τε:
Iliad 15.203: ἦ τι μεταστρέψεις. στρεπταὶ μέν τε φρένες ἐσθλῶν:
Iliad 15.204: οἶσθ’ ὡς πρεσβυτέροισιν Ἐρῑνύες αἰὲν ἕπονται:
Commented on by msA 15.67
Iliad 15.205: τὴν δ’ αὖτε προσέειπε Ποσιδάων ἐνοσίχθων:
Commented on by msAext 15.10
Iliad 15.206: ῖ̈ρι θεὰ. μάλα τοῦτο ἔπος κατα μοῖραν ἔειπες:
Iliad 15.207: ἐσθλὸν καὶ τὸ τέτυκται: ὅτ’ ἄγγελος αἴσιμα εἰδῇ:
Commented on by msAim 15.32
Iliad 15.208: ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱ̈κάνει:
Iliad 15.209: ὁππότ’ ἂν ἰ̈σόμορον: καὶ ὁμῇ πεπρωμένον αἴσῃ.
Commented on by msA 15.68
Iliad 15.210: νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν:
Iliad 15.211: ἂλλ’ ἤτοι νῦν μέν κε, νεμεσσηθεὶς ὑποείξω:
Commented on by msAim 15.33
Iliad 15.212: ἄλλο δέ τοι ἐρέω καὶ ἀπειλήσω τό γε θυμῷ:
Commented on by msA 15.69
Iliad 15.213: αἴ κεν ἄνευ ἐμέθεν. καὶ Ἀθηναίης ἀγελείης.
Iliad 15.214: Ἥρης Ἑρμείω τε. καὶ Ἡφαίστοιο ἄνακτος.
Commented on by msAint 15.22, msA 15.70
Iliad 15.215: Ἰ̈λίου αἰπεινῆς πεφιδήσεται. οὐδ’ ἐθελήσει
Commented on by msA 15.71
Iliad 15.216: ἐκπέρσαι. δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν :
Iliad 15.217: ἴ̈στω τοῦθ’. ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται:
Iliad 15.218: ὣς εἰπὼν. λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος.
Iliad 15.219: δῦνε δὲ πόντον ἰ̈ὼν. πόθεσαν δ’ ἥρωες Ἀχαιοί :
Iliad 15.220: καὶ τότ’ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς :
Iliad 15.221: ἔρχεο νῦν φίλε Φοῖβε μεθ’ Ἕκτορα χαλκοκορυστήν:
Iliad 15.222: ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος
Iliad 15.223: οἴχεται εἰς ἅλα δῖαν: ἀλευάμενος χόλον αἰπὺν
Commented on by msAint 15.23
Iliad 15.224: ἡμέτερον, μάλα γάρ τε μάχης ἐπύθοντο καὶ ἄλλοι
Iliad 15.225: οἵ περ, νέρτεροί εἰσὶ. θεοὶ Κρόνον ἀμφὶς ἐόντες:
Commented on by msA 15.72, msAext 15.11
Other texts (12 passages)
Scholia group: msAext
msAext 15.10: Ποσειδά
Comments on 15.205
msAext 15.11: ενερτεροι
Comments on 15.225
Scholia group: msAint
msAint 15.22: Ιωνικὴ γενικὴ παθοῦσα εἰ γὰρ ὑγιὴς ἔσται Ἐρμεὶέω ὡς Ἀτρείδεω:
Comments on 15.214
msAint 15.23: οτ ἀφ εαυτοῦ ὁ Ζεὺς θάλασσαν δῖαν καλεῖ ⁑
Comments on 15.223
Scholia group: msAim
msAim 15.32: Ζηνoδ δια τοῦ π εἴπῃ ⁑
Comments on 15.207
msAim 15.33: Ἀρισταρχ νῦν μέν γε αλλοι δὲ νυν μέν κε
Comments on 15.211
Scholia group: msA
msA 15.67: ‡ οἶσθ’ ὡς πρεσβυτέροισιν: ὅτι τοῦτο παρ’ ἑαυτῆς προσέθηκεν ἡ Ι̂ρις καὶ τὰ ἐν τοῖς ἐπάνω οὖν οὐχ ὑπo Διὸς εἴρηται καὶ γενεὴ πρότερος ⁑
Comments on 15.204
msA 15.68: καὶ ὁμῇ πεπρωμένον. περισπαστστ περισπαστὲον περισπαστέον κατὰ δοτικὴν πτῶσιν ὁμοίως ἐπιθετικῷ τῷ θερμῇ καὶ γὰρ ὁμὸς αὐτοῦ τὸ ἀρσενικὸν, ὁμοίως κατ οξεῖαν τάσιν: οὐ γὰρ πάντων ῆεν ὁμὸς θρόος , καὶ τὸ οὐδέτερον ῆ μὰν ἀμφοτέροισιν ὁμὸν γένος . παράκειται τὲ τὸ ἐπίρρημα τὸ εἰς ως λῆγον περισπώμενον ὡς θερμῶς ὁμῶς δέ τοι ήπια οῖδεν ⁑
Comments on 15.209
msA 15.69: ἄλλο δέ τοι ἐρέω: ἀπὸ τούτου ἑως τοῦ ἴστω τοῦθ’ ὅτι νῶϊν , ἀθετοῦνται στίχοι ἑξω: ὅτι εὐτελῆ τὰ κατὰ τὴν σύνθεσιν καὶ τὰ κατα τὴν διάνοιαν: προειπὼν γὰρ νεμεσσηθεὶς ὑποείξω οἱον εἰ μεταμεληθεὶς. ἐπιφέρει ἀπειλήσω ὅ τε Ποσειδὸν ἐπίσταται ὅτι οὐκ εἰς τελος φείσεται τῆς πόλεως ἀλλ’ ὅσον μόνον ἕνεκα τοῦ τιμῆσαι τὸν Ἀχιλλέα ἐπαμύνει τοῖς Τρωσὶ τά τε τῶν θεῶν ὀνόματα μετενήνοχέ τις ἀπο τῆς θεομαχίας συναθροίσας τῶν ἐναντιουμένων τοῖς βαρβάροις θεοῖς οὐκέτι ἐπιστήσας, ὡς οὔτε τῷ Ἑρμεῖ οὔτε τῷ Ἡφαίστῳ ἔμελλεν ἴδιᾳ τὰ τῆς πορθήσεως, ἀλλ’ ἕνεκα τῆς ἀντικαταστάσεως μόνον παρείληφεν αὐτούς ⁑
Comments on 15.212
msA 15.70: Ἥρης Ἑρμείω τε τινὲς Ἥρης Ἡφαίστου τὲ καὶ Ἑρμείαο ⁑
Comments on 15.214
msA 15.71: πεφιδήσεται, ἀπὸ τοῦ φείδω ὡς πείθω πίθω , τεύχω τυχῶ , τύχησε γὰρ ἐρχομένη νῆυς . ⁑
Comments on 15.215
msA 15.72: οἵπερ νέρτεροί εἰσιν: ὅτι Ζηνόδοτος γράφει ὕπερ νέρτατοι . προς οὐδὲν δὲ τὸ ὑπερθετικὸν μετάκειται: τοῦ γὰρ κατωτέρου κατώτατος οὐδείς ἐστιν. ἐνερτέρους δὲ καὶ καλεῖ καὶ Οὐρανίωνας καὶ ὑποταρταρίους καὶ Τιτᾶνας τοὺς περὶ Κρόνον θεούς ⁑
Comments on 15.225
previous | next |
---|---|
msA 194v | msA 195v |