Venetus A (Marciana 454 = 822), folio 194, verso

previousnext
msA 194rmsA 195r

Iliad text (25 lines)


Iliad 15.176: παυσάμενόν σε κέλεται μάχης ἠδὲ πτολέμοιο.

Commented on by msAim 15.25


Iliad 15.177: ἔρχεσθαι μετὰ φῦλα θεῶν. ἢ εἰς ἅλα δῖαν:


Iliad 15.178: εἰ δέ οἱ οὐκ ἐπέεσσ’ ἐπι ἐπιπείσεαι. ἂλλ’ ἀλογήσεις.

Commented on by msAint 15.20


Iliad 15.179: ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων

Commented on by msAim 15.26


Iliad 15.180: ἐνθάδ’ ἐλεύσσεσθαι , σὲ δ’ ὑπεξαλέασθαι ἀνώγει


Iliad 15.181: χεῖρας. ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι.


Iliad 15.182: καὶ γενεῇ πρότερος; σὸν δ’ οὐκ όθεται φίλον ῆτορ


Iliad 15.183: ῗσόν οἱ φάσθαι. τόν τε στυγέουσι καὶ ἄλλοι:

Commented on by msA 15.54


Iliad 15.184: τὴν δὲ μέγ’ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος:


Iliad 15.185: ὦ πόποι: ῆ ρ’ ἀγαθός περ ἐὼν. ὑπέροπλον ἔειπεν


Iliad 15.186: εἴ μ’ ὁμότιμον ἐόντα. βίῃ ἀἕκοντα καθέξει:


Iliad 15.187: τρεῖς γάρ τ’ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα :

Commented on by msA 15.55, msA 15.56, msA 15.57, msAim 15.28


Iliad 15.188: Ζεὺς , καὶ ἐγὼ. τρίτατος δ’ Ἀΐδης : ἐνέροισιν ἀνάσσων:


Iliad 15.189: τριχθὰ δὲ πάντα δέδασται. ἕκαστος δ’ ἔμμορε τιμῆς:

Commented on by msAint 15.21, msA 15.58, msA 15.59, msA 15.65


Iliad 15.190: ἤτοι ἐγὼν. ἔλαχον πολιὴν. ἅλα. ναιέμεν αἰεὶ.

Commented on by msAim 15.29


Iliad 15.191: παλλομένων: Ἀΐδης δ’ ἔλαχε, ζόφον ἠερόεντα:


Iliad 15.192: Ζεὺς δ’ ἔλαχ’ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι:

Commented on by msAim 15.30


Iliad 15.193: γαῖα δ’ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος :

Commented on by msA 15.60


Iliad 15.194: τῶ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν: ἀλλὰ, ἕκηλος

Commented on by msA 15.61


Iliad 15.195: καὶ κρατερός περ ἐὼν, μενέτω τριτάτῃ ἐνι μοίρῃ:


Iliad 15.196: χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὡς δειδισσέσθω:

Commented on by msA 15.62


Iliad 15.197: θυγατέρεσσιν γάρ τε καὶ υἱάσι κέρδιον εἴη

Commented on by msA 15.63, msAim 15.31


Iliad 15.198: ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν. οὓς τέκεν αὐτὸς :


Iliad 15.199: οἵ ἑθεν, ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.

Commented on by msA 15.64


Iliad 15.200: τὸν δ’ ἠμείβετ’ ἔπειτα ποδήνεμος ὠκέα Ι̂̈ρις :


Other texts (22 passages)


Scholia group: msAint

msAint 15.20: οτ πτῶσις ἤλλακται ει δε αὐτῷ ἀντι τοῦ ει δε αὐτοῦ τοῖς έπεσι τῷ γρ οἱ αυτω εστ

Comments on 15.178


msAint 15.21: οτ τὸ παντ κατα παρολκήν ὡς οἱ δ’ εννεα πάντες ἀνεσταν ⁑

Comments on 15.189


Scholia group: msAil

msAil 15.17: Ζηνοδ δια τοῦ ζ ⁚

Comments on 15.179@πτολεμίξων


Scholia group: msAim

msAim 15.25: γρ κέλευε

Comments on 15.176


msAim 15.26: καὶ κεῖνος, ἐκ πληρους τὸν συνδ Ἀρισταρχ ⁚

Comments on 15.179


msAim 15.27: οἱ ἀστερίσκοι ὅτι ἐντεῦθεν μετάκεινται ἄνω οὐχ ὑγιῶς ⁑

Comments on 15.182-183


msAim 15.28: ουτ Ἀρισταρχ δια τω β κ ⁑

Comments on 15.187


msAim 15.29: ἐπι τὸ αἰεὶ βραχὺ διασταλτέον. ⁑

Comments on 15.190


msAim 15.30: οτ Ζηνοδ αιπῦν τοῦτο δὲ όρος ἐπίθετον ⁚

Comments on 15.192


msAim 15.31: Ἀρίσταρχ βέλτερον εἴη ⁑

Comments on 15.197


Scholia group: msA

msA 15.54: ‡ ῗσόν οἱ φᾶσθαι⁚ ὅτι τὸ στυγέουσιν ἀπο μιᾶς ἀρχῆς ἐν διαφορᾷ μετάγεται, νῦν μὲν δεδίασιν ὅτ ἂν δὲ εἴπῃ σμερδαλέ’ εὑρόεντα τά τε στυγέουσι θεοί περ . ἀντι τοῦ μισοῦσιν : κατα δ’ έστυγε μῦθον ἀκούσας , κατεστύγνασεν , ἀπο τῆς κατ τὸ πρόσωπον στυγνότητος ⁑

Comments on 15.183


msA 15.55: τρεῖς γάρ τ’ ἐκ Κρόνου δια τῶν δύο κκ γράφοντος Ἀριστάρχου ἐκ Κρόνου . οὐ κατεπείγει διαστέλλειν ὥς τινες ἀξιοῦσιν ἐπι τὸ εἰμέν : μὴ κειμένης γὰρ τῆς προθέσεως, ὁμολογοῦμεν ὡς ἀμφίβολος ἢν ἡ προφορὰ συναπτομένη, νῦν δὲ οὐ κατεπείγει ⁑

Comments on 15.187


msA 15.56: Κρόνος χρησμὸν λαβὼν⁚ ὅτι ὀ ΐδιος αὐτὸν τῆς βασιλείας μεταστήσει υἱὸς , τὰ γεννώμενα κατέπινεν Ῥέα δὲ τεκοῦσα Δία , Κρόνῳ μὲν αὐτοῦ λίθον σπαργανώσασα ἔδωκε κατπιεῖν : τὸ δὲ παιδίον εἰς Κρήτην διακομίσασα, ἔδωκε τρέφειν Θέμοδι καὶ Ἀμαλθίᾳ ἡ ἢν αἶξ , ταύτην οἱ Τιτᾶνες ὁποτ ἂν ἐθεάσαντο ἐφοβοῦντο: αὕτη δὲ τοὺς αὑτῆς μαζοὺς ὑπέχουσα ἔτρεφε τὸ παιδίον. αὐξηθεὶς δὲ ὁ Ζεὺς μετέστησε τῆς βασιλείας τὸν πρα . πολεμούντων δὲ αὐτὸν τῶν Τιτάνων, Θέμις συνεβούλευσε, τῷ τῆς Ἀμαλθίας δέρματι σκεπαστηρίῳ χρήσασθαι εἶναι γὰρ αὐτὴν ἀεί φόβητρον, πεισθεὶς δὲ ὁ Ζεῦς ἐποίησεν καὶ τοὺς Τιτᾶνας ἐνίκησεν: ἐντεῦθεν αὐτὸν φησὶν αἰγήοχον προσαγορευθῆναι ⁑

Comments on 15.187


msA 15.57: Ῥέα ⁚ οἱ μὲν ἐκτείνουσι τὸ α , ἐπι δὲ τοῦ ἐπιρρήματ συστέλλουσιν οἱ δὲ φασὶ δεῖ συστέλλειν ἵνα δάκτυλος γένηται ὡς τὸ πὺξ ἀγαθὸν Πολυδεύκεα ἀνδρόμεα κρέα εἴσατο τεύχεα ⁑

Comments on 15.187


msA 15.58: τριχθὰ δὲ πάντα δέδασται: φυσικὴ φαίνεται διάταξις γεγενημένη: ὁ μὲν γὰρ τὸ ζῆν παρεχόμενος Ζεὺς ὠνόμασται: ὁ δὲ τὴν ὑγρὰν οὐσίαν ἀπο τῆς πόσεως Ποσειδῶν , Ἀΐδης δὲ ὁ θάνατος παρα τὸ σκοτεινὸν καὶ ἀειδὲς τῆς τῶν ἀνων ἀπωλείας ⁑

Comments on 15.189


msA 15.59: πῶς δὲ φησὶ γαῖα δ έτι ξυνὴ καὶ μακρὸς Ὄλυμπος , Κράτης ἐν δευτέρῳ Ὁμηρικῶν καὶ Στησίμβροτος πάντα οὕτως δέδασται : ⁑

Comments on 15.189


msA 15.60: γαῖα δ’ έτι ξυνὴ. κοινὴ ὅλων τῶν στοιχείων ἡ γῆ καθ ὅτι ἐν αυτῆ εὑρίσκεται καὶ τὰ λοιπὰ τρία στοιχεῖα: τὸ γὰρ ὕδωρ αὐτῇ συνεσφαίρωται: καὶ πυρὸς ἀναδόσεις περι αυτὴν γίγνονται ὥσπερ κατα τὴν Αίτνην ἐν Σικελια καὶ περὶ τοὺς Ἡφαίστου κρητηρας: ὁμοίως δὲ καὶ περι Κέραγον Λυκιας καὶ ὅσα τοιαῦτα: ὁμοίως δὲ καὶ ὁ αήρ περι αυτὴν ἐστι: καλῶς δε καὶ τὸν Όλυμπον κοινὸν φησὶν ἐπεὶ καὶ ὁ οὐνος τὴν γένεσιν ἐκ τῶν τεσσάρων κέκτηται στοιχείων. ἡ διπλῆ δὲ ὅτι συναφὴς τῇ γῇ ὁ Ὄλυμπος ὡς ἂν όρος, τὸ δὲ όμοιον πεποίηκε καὶ ἐν . ναῖετ’ ἀνα δ’ Ἰ̈θάκην εὐδείελον ἐν δ’ όρος αὐτῆ κεχώρηκε γὰρ τὸ ὄρος τῆς Ἰθακης οὐχ ὡς μη ὂν ἐπ αυτῆς καθάπερ καὶ τὸν Όλυμπον ἐπίγειον ὄντα τῆς γῆς: εἰ γὰρ ὁ αὐτὸς τῷ ουνω ἠ μέρος ἐπουνιον , οὐκ ἂν κοινός ἀλλ’ ἴδιος τοῦ Διός ⁑

Comments on 15.193


msA 15.61: τῶ ρα καὶ οὔ τι Διὸς βέομαι φρεσὶν δι ὃ οὐκ ἂν κατα τὴν αὐτοῦ γνώμην βιώσομαι ἀλλα κατα τὴν ἑαυτοῦ. Δημήτριος δὲ ἀποβήσομαι εἴξω: οὕτως ἔχειν. καὶ τὸ οὐ γάρ μοι δηρὸν βέῃ , οὐ προβήσῃ κατὰ τὸ ζην πολὺν χρόνον

Comments on 15.194


msA 15.62: χερσὶ δὲ μή τι με πάγχυ κακὸν ὡς δειδισσεσθ ⁑ ὁ νοῦς, μηδὲ ὡς χερσὶ κακὸν. ὄντα εἰς δεος ἀγέτω. ἠ ὠς κακὸν ὄντα εἰς τὸν διὰ χειρῶν ἀγέτω πόλεμον, ἣ ὡς χερσὶν ὑπερέχων ⁑

Comments on 15.196


msA 15.63: κέρδιον εἴη⁚ Ἀρίσταρχος βέλτερον : οἱ δε εἰκαιότεροι γράφουσι κέρδιον εἴη: Ἀριστοφα κάλλιον εἴη ⁑

Comments on 15.197


msA 15.64: οἵ ἐθεν : ἡ θέν νῦν ἀπόλυτός ἐστι καὶ ἐγκλη̈τικῇ δια τὸ οι ἄρθρον ὀξυτονοῦμεν ⁑

Comments on 15.199


msA 15.65: τριχθὰ δὲ πάντα δέδασται: καὶ ἔμπροσθ περι τούτου εἴρηται ϊκανῶς ὅτε ἐλέγομεν περὶ τοῦ ἠ οὐ μέμνη ὅτε τ’ ἐκρεμω ἀκριβέστερον δὲ καὶ νῦν: δια γὰρ τούτων ὁ ποιητ τὴν κοσμικὴν αἰνίττεται φυσιν. δια μεν τὸν ἀνωτάτω ὑποτιθέμενος διάπυρον ἀέρα Ήραν δὲ τὸν δευτερον καὶ ταύτην φησὶν ὑπ’ Ὠκεανοῦ τεθράφθαι ἐπει δὴ ἐκ τῆς ὑγρῶν ἀναθυμιάσεως γινεται ὁ αηρ, ἄκμονας δὲ γῆν καὶ θάλασσαν λέγε: χρυσοῦν δὲ δεσμὸν. τὸ αἰθέριον πῦρ ὅτι ἐν τῷ ἀνωτάτῳ μέρει συνῆπται αὐτῷ ὁ ἀήρ, καὶ ῥιπτόμενον τὸν Ἤφαιστον εἰς θάλασσαν παρ’ ὄσον μεταβάλλει εἰς ἄλληλα τὰ στοιχεῖα. πῦρ μὲν εἰς ἀέρα: ἀὴρ δὲ εἰς ὕδωρ, χαλκεύοντα δὲ ἐν Ὠκεανῷ ὅτι τὰ στερεᾶ τῆς δι ὕδατος καὶ πυρὸς ἐργασίας τυγχάνει: καὶ Ἡσίοδος μὲν, Οὐνον λέγει τὴν ἐκ πύρωσιν: Κρόνον δὲ. τὸν ἄνωθεν κρουνηδὸν ἐπιφερόμενον ὄμβρον: Ῥέαν δὲ, τὴν ἐπιρρεομένην ὕδασιν: ἐκτομὴν δὲ Οὐνου , τὴν τοῦ παρώδους ἐξ υγρῶν σβέσιν λίθον δὲ καταπινόμενον ὑπο Κρόνου : ἐπειδήπερ ἡ μεταβολὴ τῶν ὑγρῶν εἰ στερρότητα πήγνυται: κρύπτεσθαι δὲ τὸν Δία . διὰ τὸ τὸ ζῆν ἐπικρατεῖν τὸ τῷ χειμῶνι τοὺς καρποὺς ἀφανίζεσθαι πλεοναζόντων ὑγρῶν ⁑

Comments on 15.189


previousnext
msA 194rmsA 195r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1