Venetus A (Marciana 454 = 822), folio 194, recto

previousnext
msA 193vmsA 194v

Iliad text (25 lines)


Iliad 15.151: Ἴδην δ’ ΐκανον πολυπίδακα μητέρα θηρῶν.


Iliad 15.152: εὗρον δ’ εὐρύοπα Κρονίδην ἀνα Γαργάρῳ ἄκρῳ

Commented on by msAim 15.21


Iliad 15.153: ἥμενον⁚ ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο:

Commented on by msA 15.46


Iliad 15.154: τὼ δὲ πάροιθ’ ἐλθόντε Διὸς νεφεληγερέταο.

Commented on by msAim 15.22


Iliad 15.155: στήτην. οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ.

Commented on by msAint 15.16, msA 15.47


Iliad 15.156: ὅττί̄ οἱ ὦκ’ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην:


Iliad 15.157: Ι̂̈ριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδᾱ⁚


Iliad 15.158: βάσκ’ ἴ̈θι Ι̂̈ρι ταχεῖα. Ποσειδά̄ωνι ἄνακτι

Commented on by msAint 15.17, msAext 15.9


Iliad 15.159: πάντα τάδ’ ἀγγεῖλαι: μη δὲ ψευδάγγελος εἶναι:

Commented on by msA 15.49


Iliad 15.160: παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο.


Iliad 15.161: ἔρχεσθαι μετὰ φῦλα θεῶν. ἢ εἰς ἅλα δῖαν:

Commented on by msAint 15.18, msAim 15.23


Iliad 15.162: εἰ δέ μοι οὐκ ἐπέεσσ’ ἐπιπείσεται. ἂλλ’ ἀλογήσει.

Commented on by msA 15.50, msAil 15.16


Iliad 15.163: φραζέσθω δ’ ήπειτα κατὰ φρένα καὶ κατα θυμὸν:


Iliad 15.164: μή μ’ οὐδὲ καρτερός περ ἐὼν ἐπιόντα ταλάσσῃ


Iliad 15.165: μεῖναι. ἐπεὶ , εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι:

Commented on by msA 15.51


Iliad 15.166: καὶ γενεῇ πρότερος. τοῦ δ’ οὐκ ὄθεται φίλον ῆτορ

Commented on by msA 15.52


Iliad 15.167: ἶ̈σον ἐμοὶ φᾶσθαι. τόν τε, στυγέουσι καὶ ἄλλοι:


Iliad 15.168: ὣς ἔφατ’. οὐδ’ ἀπίθησε ποδήνεμος ὠκέα Ι̂̈ρις .


Iliad 15.169: βῆ δὲ κατ’ Ἰ̈δαίων ὀρέων εἰς Ἴ̈λιον ϊρήν:

Commented on by msAint 15.19


Iliad 15.170: ὡς δ’ ὅτ’ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα

Commented on by msAim 15.24


Iliad 15.171: ψυχρὴ. ὑπαὶ ριπῆς αἰθρηγενέος Βορέαο .

Commented on by msA 15.53


Iliad 15.172: ὡς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ι̂̈ρις :


Iliad 15.173: ἀγχοῦ δ’ ἱ̈σταμένη προσέφη κλυτὸν ἐννοσίγαιον:


Iliad 15.174: ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα


Iliad 15.175: ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο:


Other texts (18 passages)


Scholia group: msAext

msAext 15.9: Ποσειδά

Comments on 15.158


Scholia group: msAint

msAint 15.16: οτ τὸ ἐναντίον ὑπακοῦσαι δεῖ ἀλλ απεδέξατ ⁑

Comments on 15.155


msAint 15.17: οτ οὐκ έστιν ἐπίθετον τὸ ταχεῖα , ἀλλ’ ἀντι τοῦ ταχέως ⁑

Comments on 15.158


msAint 15.18: οτ αφ εαυτοῦ ὁ Ζεὺς τὴν θαλασσαν δῖαν εἴρηκεν ⁑

Comments on 15.161


msAint 15.19: οτ Ζηνοδ γράφει ἐξ Ιδεων ἁρμόζει δὲ μᾶλλον κατ Ιδέων . κατάβασιν γὰρ δηλοῖ ⁑

Comments on 15.169


Scholia group: msAil

msAil 15.16: ι

Comments on 15.162


Scholia group: msAim

msAim 15.21: βέλτιον τῷ ήμενον τουτ προσδίδοσθ ⁑

Comments on 15.152


msAim 15.22: βραχ διασταλτέον προς τὸ σαφεστερον ⁑

Comments on 15.154


msAim 15.23: γράφεται καὶ ἔρχεσθ’ ἠ μετα φύλα ⁑

Comments on 15.161


msAim 15.24: οτ διεσταλκε νιφάδα καὶ χάλαζαν ⁑

Comments on 15.170


Scholia group: msA

msA 15.46: ‡ ήμενον ἀμφι δέ μιν θυόεν νέφος, ὅτι τοῦτό ἐστι τὸ νέφος , ὑπερ οὗ ἔμπροσθε φησὶ τοιόν τοι ἐγὼ νέφος ἀμφικαλύψω : θυόεν δὲ εὐῶδες ἀπο τῶν θυμιαμάτων ⁑

Comments on 15.153


msA 15.47: οὐδε σφῶϊν ἰδὼν. ἐνθάδε ἐγκλιτική ἐστιν ἡ ἀντωνυμία τρίτου γάρ ἐστι προσώπου: διὸ τὸν δὲ σύνδεσμον ὀξυτονητέον, ὁμοίως οὖν ἀναγνωστέον τὸ καί σφωϊν δὸς ἄγειν ⁑

Comments on 15.155


msA 15.48: βάσκ’ ἶθι Ι̂̈ρι ταχεῖα⁚ εἴρηται ἐν τῇ ὅτι ἀμφίβολoς ἐστιν ἡ μεταξὺ τούτων διάστασις: ἡ μεν γὰρ συνόθεια συνάπτει ὁ δε λόγος χωρίζει ⁑

Comments on 15.X


msA 15.49: πάντα δ’ ἀπαγγεῖλαι: πρόπερισπέον τὸ ἀγγεῖλαι , ἔστι γὰρ ἁπωρέμφατον ἀντι προστακτικοῦ κείμενον, δια τὸ ἐπιφερόμενον μηδε ψευδάγγελος εἶναι οὓκ ἀναγκαῖον γὰρ δια τὸ ἄνωχθι προστακτικῶς ἀναγινώσκειν καὶ ἔστιν ὅμοιον τῷ τῆ δε τόδε κρήδεμνον ὑπο στέρνοισι τανύσσαι καὶ ἐνθάδε γὰρ ἀπαρέμφατον ἐστὶν ⁑

Comments on 15.159


msA 15.50: εἰ δέ μοι οὐκ επέεσσ’ τὸν δὲ ὀξυτονητέον ἔστι γὰρ νῦν ἡ μο̄ι ἐγκλιτικὴ καὶ ἀπόλυτος ⁑

Comments on 15.162


msA 15.51: ἐπεί εὑ φημὶ. καὶ ἐπι τούτου ἐγκλιτική ἐστιν ἡ ἀντωνυμία καὶ ἀπόλυτος. δι ὃ τὸν ἐπεὶ σύνδεσμον ὀξυτονητέον ὁμοφώνως τῷ καὶ εὑ κράτος ἐστὶ μέγιστον ⁑

Comments on 15.165


msA 15.52: καὶ γενεῆς πρότερος: ἀθετοῦνται ἀμφότεροι: καὶ ἀστερίσκοι παράκεινται ὅτι τοὺς ὕστερον λεγομένους ὑπο τῆς Ἴριδος δι’ επιείκειαν ἐνθάδε τίς μοτενήνοχεν : ἀναρμόστως γὰρ ὁ Ζεὺς ὥσπερ δεδοικὼς καὶ συλλυθῆναι βουλόμενος εἴξατό σοι φησὶ καθ ὅσον εἰ μιν προγενέστερος : τὰ γὰρ τοιαῦτα τῶν δεομένων καί μοι ὑποστήτω, ὅσον βασιλεύτερός εἰμῐ, ἠδ’ ὄσον γενεῇ προγενέστερος . ⁑

Comments on 15.166


msA 15.53: ψυχρὴ ὑπαὶ ριπῆς. τὸ ψυχρὴ ἑκατέρῳ δύναται προσδίδοσθαι. ἤτοι γὰρ ψυχρὴ υπ βορέου, ἠ πτῆται ὑπο βορέου ⁑

Comments on 15.171


previousnext
msA 193vmsA 194v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1