Venetus A (Marciana 454 = 822), folio 198, recto

previousnext
msA 197vmsA 198v

Iliad text (25 lines)


Iliad 15.351: ἀλλὰ καὶ ες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο:

Commented on by msA 15.104


Iliad 15.352: ὡς εἰπὼν. μάστιγι κατωμαδὸν ήλασεν ἵ̈ππους:


Iliad 15.353: κεκλόμενος Τρώεσσιν ἐπι στίχας. οἱ δὲ συν αυτῷ


Iliad 15.354: πάντες ὁμοκλήσαντες έχον ἐρυσάρματας ἵ̈ππους


Iliad 15.355: ἠχῇ θεσπεσίῃ: προπάροιθε δὲ Φοῖβος Ἀπόλλων


Iliad 15.356: ῥεῖ’ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρίπων

Commented on by msA 15.105


Iliad 15.357: ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον


Iliad 15.358: μακρὴν ἠ δ̀’ εὐρεῖαν. ὅσον τ’ ἐπὶ δουρὸς ἐρωῆ


Iliad 15.359: γίνεται. ὁππότ’ ἀνὴρ σθένεος πειρώμενος ᾗσι:

Commented on by msA 15.106


Iliad 15.360: τῇ ῥ’ οἵ γε προχέοντο φαλαγγηδὸν. πρὸ δ’ Ἀπόλλων

Commented on by msA 15.107


Iliad 15.361: αἰγίδ’ ἔχων ἐρίτιμον: ἔρειπε δὲ τεῖχος Ἀχαιῶν

Commented on by msAint 15.32


Iliad 15.362: ῥεῖα μάλ’. ὡς ὅτε τις ψάμαθον παῖς ἄγχι θαλάσσης:


Iliad 15.363: ὅς τ’ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν.

Commented on by msAint 15.33


Iliad 15.364: ὰψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.


Iliad 15.365: ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν

Commented on by msA 15.108


Iliad 15.366: σύγχεας Ἀργείων . αὐτοῖσι δὲ φῦζαν φύζαν ἐνῶρσας:


Iliad 15.367: ὡς οἱ μὲν, παρὰ νηυσὶν ἐρητύοντο μένοντες:


Iliad 15.368: ἀλλήλοισί τε κεκλόμενοι, καὶ πᾶσι θεοῖσι


Iliad 15.369: χεῖρας ἀνίσχοντες, μεγάλ’ εὐχετόωντο ἕκαστος:


Iliad 15.370: Νέστωρ αὖτε μάλιστα Γερήνιος . οὖρος Ἀχαιῶν


Iliad 15.371: εὔχετο χεῖρ’ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα:


Iliad 15.372: Ζεῦ πάτερ. εἴ ποτέ τις τοι ἐν Ἄργεΐ περ πολυπύρῳ


Iliad 15.373: ἠ βοὸς ἢ ὄϊος καταπίονα μηρία καίων


Iliad 15.374: εὔχετο νοστῆσαι. σὺ δ’ ὑπέσχεο καὶ κατένευσας.


Iliad 15.375: τῶν μνῆσαι. καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ:


Other texts (7 passages)


Scholia group: msAint

msAint 15.32: στικτεον ἐπι τὸ ἐριτιμον λειπ δὲ τὸ ἦν ⁑

Comments on 15.361


msAint 15.33: βέλτιον μετα τὸ ἡπιέησιν υπστικτέον ⁑

Comments on 15.363


Scholia group: msA

msA 15.104: ‡ ἀλλα κύνες ἐρύουσι, ἡ διπλῆ ὅτι ἐνεστῶτι ἀντι μέλλοντος κέχρηται ἐρύουσιν ἀντι τοῦ ἐρύσουσι , τρίτη δὲ ἀπο τέλους ἡ ὀξεῖα ἐπι τὸ ἐρύουσιν εἴρηται δὲ περι τῆς προσῳδίας ἐν τῇ ⁑

Comments on 15.351


msA 15.105: ῥεῖ όχθας καπέτοιο βαθείης ποσὶν ἐρίπων: ὅτι Ζηνόδοτος γράφει χερσίν εὐλογώτερον δὲ μὴ κατακύπτειν τὸν θν , ἀλλα τοῖς ποσὶ συγχεῖν ⁑

Comments on 15.356


msA 15.106: πειρώμενος ᾗσι, ἐπεκτεταται τὸ ᾗσι ἀντι γὰρ τοῦ ῇ ἐστιν ὑποτακτικοῦ, ὅπερ ἡ συνήθεια λέγει μετὰ προθέσεως ἀφ ᾗ διὸ καὶ μετα τοῦ ϊ γράφεται καὶ δασύνεται ἀπο γὰρ τοῦ ἴημι δασυνόμένου κέκλητ ⁑

Comments on 15.359


msA 15.107: τῇ ρ’ οἵ γε προχέοντο φαλαγγηδόν, τῶν τετηῥημένων ἐστι καὶ αὑτῆ ἡ στιγμη ἐπὶ τοῦ ὀκτωκαιδεκάτου χρόνου ὀλίγαι δέ εἰσὶ παρ Ὁμήρῳ τοιαῦται

Comments on 15.360


msA 15.108: ὥς ῥα σὺ ἤϊε, Ἀρίσταρχος δασύνει ἀπο τῆς έσεως τῶν βελῶν οἱ δὲ περι τὸν Κράτητα ψιλῶς ἀπο τῆς ϊάσεως καὶ οὕτως ἐπείσθησαν οἱ γραμματικοὶ προς διάφορον ἐτυμολογίαν διαφόρως ἀναγινώσκειν: ἀγνοοῦσι δὲ, ὅτι ὁ χαρακτηρ μάχεται ἀεὶ γὰρ τὸ η προ φωνήεντος ψιλοῦται, ἠώς ἤϊα ταύτη καὶ τὸ ἥϊε ξείνον θέμις ἐστὶ δασύνεται: τὸ δὲ ἠὼς ψιλοῦται, καὶ τὸ ἕως δασύνεται. τὸ δὲ ἠὼς ψιλοῦται, καὶ τὸ ἥλιος δασύνεται το δὲ ἠέλιος ἐψιλώθη. ὥστε εἴτε ἐκ τοῦ ἥϊος δασυνομένου ἐστὶν εἴτε ἐκ τοῦ ψιλουμένου μόνως ψιλωτέον ⁑

Comments on 15.365


previousnext
msA 197vmsA 198v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1