Venetus A (Marciana 454 = 822), folio 198, verso
previous | next |
---|---|
msA 198r | msA 199r |
Iliad text (25 lines)
Iliad 15.376: μὴ δ’ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς :
Commented on by msAim 15.47
Iliad 15.377: ὡς ἔφατ’ εὐχόμενος. μ́έγα δ’ ἔκτυπε μητίετα Ζεύς
Commented on by msA 15.109
Iliad 15.378: ἀ̄ρά̄ων ἀΐων Νηληϊάδαο γέροντος:
Iliad 15.379: Τρῶες δ’ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο:
Iliad 15.380: μᾶλλον ἐπ’ Ἀργείοισι θόρον. μνήσαντο δὲ χάρμης:
Iliad 15.381: οἱ δ’ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο.
Iliad 15.382: νηὸς ὑπὲρ τοίχων καταβήσεται. ὁππότ’ ἐπείγῃ
Commented on by msA 15.110
Iliad 15.383: ἲ̈ς, ἀνέμου. ἣ γάρ τε μάλιστά γε κύματ’ οφέλλει:
Iliad 15.384: ὡς Τρῶες μεγάλῃ ἰ̈αχῇ κατὰ τεῖχος ἔβαινον
Iliad 15.385: ἵ̈ππους δ’ εἰσελάσαντες. ἐπὶ πρύμνησι μάχοντο
Commented on by msA 15.111
Iliad 15.386: ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδὸν, οἱ μὲν ἀφ ἵππων.
Iliad 15.387: οἱ δ’ ἀπο νηῶν ὕψι μελαινάων ἐπιβάντες
Iliad 15.388: μακροῖσι ξυστοῖσι. τά, ῥά, σφ’ ἐπι νηυσὶν ἔκειτο
Iliad 15.389: ναύμαχα κολλήεντα. κατὰ στόμα, ειμένα χαλκῷ:
Commented on by msA 15.112
Iliad 15.390: Πάτροκλος δ’ είως μὲν Ἀχαιοί τε Τρῶές τε
Iliad 15.391: τείχεος ἀμφ’ ἐμάχοντο θοάων ἔκτοθι νηῶν.
Iliad 15.392: τόφρ’ ὅ γ’ ἐνι κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο
Iliad 15.393: ἧστό τε. καὶ τὸν, ἔτερπε λόγοις. ἐπὶ δ’ ἔλκεϊ λυγρῷ
Commented on by msAint 15.34
Iliad 15.394: φάρμακ’ ἀκήματ’ έπασσε μελαινάων ὀδυνάων.
Commented on by msA 15.113, msAim 15.48
Iliad 15.395: αὐτὰρ ἐπειδὴ τεῖχος ἐπεσσυμένους ἐνόησε
Commented on by msAint 15.35
Iliad 15.396: Τρῶας . ἀτὰρ Δαναῶν γένετο ἰ̈αχή τε φόβος τε.
Iliad 15.397: ᾤμωξεν τ’ ἄρ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ
Iliad 15.398: χερσὶ καταπρηνέσσ’, ὀλοφυρόμενος δ’ ἔπος ηύδαν:
Commented on by msAim 15.49
Iliad 15.399: Εὐρύπυλ’ , οὐκέτι τοι δύναμαι χατέοντί περ ἔμπης
Iliad 15.400: ἔνθαδε παρμενέμεν: δὴ γὰρ μέγα νεῖκος όρωρεν:
Other texts (11 passages)
Scholia group: msAint
msAint 15.34: ἅπαξ ἐνταυθ εν τῷ τὸ λόγοις ⁑
Comments on 15.393
msAint 15.35: ὅτι ἐλλειπ ἡ ἐπὶ τεῖχος ⁑
Comments on 15.395
Scholia group: msAil
msAil 15.23: ησαν
Comments on 15.384@ἔβαινον
Scholia group: msAim
msAim 15.47: οτ πτῶσις ηλλακται καὶ προθ παρεῖται αντ υπ Τρώων ⁑
Comments on 15.376
msAim 15.48: ἔν τισιν ἀκέσμτα τ’ ουτ δὲ καὶ Ἀρίσταρχ χῶ οὖν ⁑
Comments on 15.394
msAim 15.49: ουτ Ἀρίσταρχ ἔπος ηὔδα ⁑
Comments on 15.398
Scholia group: msA
msA 15.109: ‡ ὡς ἔφατ’ εὐχόμενος μέγα δ’ ἔκτυπε: ὅτι Ζηνοδοτος γράφει μέγα δ’ έκλυε , ουχ ὑπήκουσε δὲ αὐτοῖς ὥστε πεισθῆναι, ἀλλα κατ αυτῶν ἐγένετο ⁑
Comments on 15.377
msA 15.110: νηὸς ὑπερ τοίχων: οὐκ αναγκαῖον ἐστιν ἀναστρέφειν τὴν πρόθεσιν ἀλλα συντάσσειν τῇ τοίχων γενικῇ ⁑
Comments on 15.382
msA 15.111: ἵππους δ’ εἰσελάσαντες, προς τὴν ἰδιότητα τῆς μάχης ὅτι οἱ μὲν ἐπιβεβηκότες ταῖς πρύμναις τῶν νεῶν οἱ δὲ ἀποστρέψαντες τὰ ἅρματα ἐπι τῶν δίφρων, ἵν’ ᾖ ἀπ’ ἴσου. βραχὺ δὲ διασταλτέον ἐπι το εἰσελάσαντες προς τὸ σαφέστερον ⁑
Comments on 15.385
msA 15.112: ναύμαχα κολλήεντα, οὕτως ὡς θαύματα ἐξαιρέτως δὲ τὰ παρα ῥῆμα οὐδέτερα σύνθετα μονογενῆ εἰς ον περατούμενα προπαροξύνεται, χαρτότομον χειρόγραφον. ἀκρατόφορον. οὕτως ναύμαχον ἐν παλάμῃσιν . ἵνα εῖδος δόρατος νοηθῇ ἐν διαφόρω μεγέθει ⁑
Comments on 15.389
msA 15.113: φαρμακ’ ἀκήματ, τὸ πλῆρες φάρμακα εἶτα ἀκήματα , παρα γὰρ τὸ ἀκέσασθαι τὸ ἀκήματα ἐσχημάτισται: εἴρηται δὲ ἡμῖν ἐν ἑτέροις. δι ὅτι καὶ ἡ ἄκεσις καὶ τὸ ἀκεσταί τοι φρένες ἐσθλῶν . τὸ ε ἔχει κατα τὴν παραλήγουσαν ⁑
Comments on 15.394
previous | next |
---|---|
msA 198r | msA 199r |